§12.1οὕτως δὲ χειροήθεις ποιησάμενος αὐτούς ἐχρῆτο πρὸς ἅπαντα μετριωτέροις, οὐχ ὑπʼ ἀνδρὸς ἀλλοδαποῦ λογισμῶν, ἀλλʼ ὑπὸ θεοῦ στρατηγεῖσθαι πειθομένοις, ἅμα καὶ τῶν πραγμάτων ἐπιμαρτυρούντων τῷ παρὰ λόγον τὴν δύναμιν αὐξάνεσθαι.
このようにして彼らを従順にさせると、彼が外国人の人間の思慮によってではなく、神によって率いられていると彼らが信じ込んでいたため、あらゆることにおいて彼らをより扱いやすいものとして扱った。 同時に、事態そのものが、彼の勢力が理性を超えて拡大していることを証言していた。
§12.2δισχιλίοις γὰρ ἑξακοσίοις οὓς ὠνόμαζε Ῥωμαίους, συμμείκτοις δὲ ἑπτακοσίοις Λιβύων εἰς Λυσιτανίαν αὐτῷ συνδιαβᾶσι πελταστὰς τετρακισχιλίους Λυσιτανῶν καὶ ἱππεῖς ἑπτακοσίους προσλαβὼν ἐπολέμει τέτταρσι Ῥωμαίων στρατηγοῖς, ὑφʼ οἷς ἦσαν πεζῶν μὲν δώδεκα μυριάδες, ἱππεῖς δὲ ἑξακισχίλιοι, τοξόται δὲ καὶ σφενδονῆται δισχίλιοι, πόλεις δὲ ἀναρίθμητοι τὸ πλῆθος, αὐτὸς εἴκοσι τὰς πάσας ἐν ἀρχῇ κεκτημένος.
というのも、彼がローマ人と呼んでいた二千六百名、および彼とともにルシタニアへ渡ってきた混成のリビア人七百名に加えて、さらにルシタニア人の軽装歩兵四千名と騎兵七百名を手元に集め、四人のローマ人将軍を相手に戦争を行ったからである。 彼らの配下には、歩兵十二万、騎兵六千、弓兵と投石兵二千、そして数え切れないほどの都市があり、一方彼自身は当初、全体でわずか二十の都市しか有していなかった。
§12.3ἀλλʼ ὅμως ἀσθενὴς οὕτω καὶ μικρὸς ἀρξάμενος οὐ μόνον ἐθνῶν ἐκράτησε μεγάλων καὶ πόλεις εἷλε πολλάς, ἀλλὰ καὶ τῶν ἀντιστρατήγων Κότταν μὲν ἐν τῷ περὶ τὴν Μελλαρίαν πορθμῷ κατεναυμάχησε, Φουφίδιον δὲ τὸν ἄρχοντα τῆς Βαιτικῆς περὶ τὸν Βαῖτιν ἐτρέψατο δισχιλίους ἀποκτείνας Ῥωμαίων, Δομίτιον δὲ Λεύκιον ἀνθύπατον ὄντα τῆς ἑτέρας Ἰβηρίας διὰ τοῦ ταμίου καταγωνισάμενος, §12.4καὶ Θώράνιον, ἄλλον ἡγεμόνα τῶν ὑπὸ Μετέλλου πεμφθέντων μετὰ δυνάμεως, ἀνεῖλεν, αὐτόν τε τὸν Μέτελλον, ἄνδρα Ῥωμαίων ἐν τοῖς τότε μέγιστον καὶ δοκιμώτατον, οὐκ ὀλίγοις σφάλμασι περιβαλὼν εἰς τοσαύτην ἀπορίαν κατέστησεν ὥστε Λεύκιον μὲν Μάλλιον ἐκ τῆς περὶ Ναρβῶνα Γαλατίας ἐλθεῖν αὐτῷ βοηθόν, Πομπήϊον δὲ Μᾶγνον ἐκ Ῥώμης κατὰ τάχος ἀποσταλῆναι μετὰ δυνάμεως.
しかしそれにもかかわらず、このように弱小な状態から出発した彼は、多くの大いなる部族を支配し、多くの都市を攻略しただけでなく、敵将のうち、コッタをメッラリア近海の海峡での海戦で破り、バイティカの属州総督フフィディウスをバイティス川の付近で敗走させて、ローマ人二千人を殺害した。 また、もう一方のイベリアのプロコンスルであったルキウス・ドミティウスを、財務官を通じて打ち破り、さらに、メテッルスによって軍勢とともに送られたもう一人の将校であるトラニウスを討ち果たした。 そして、メテッルス自身、当時のローマ人のうちで最も偉大で最も名声のある男であったその人を、少なからぬ敗北に陥れることで、多大な窮地に追い込んだため、ルキウス・マッリウスがナルボ周辺のガリアから彼の援助のために来援し、ポンペイウス・マグヌスがローマから軍勢を率いて急速に派遣されるほどであった。
§12.5οὐ γὰρ εἶχεν ὁ Μέτελλος ὅ τι χρήσαιτο προσπολεμῶν ἀνδρὶ τολμητῇ πάσης ἐξαναδυομένῳ φανερᾶς μάχης, πᾶσαν δὲ μεταβαλλομένῳ μεταβολὴν εὐσταλείᾳ καὶ κουφότητι τῆς Ἰβηρικῆς στρατιᾶς, αὐτὸς ὁπλιτικῶν καὶ νομίμων ἀσκητὴς γεγονὼς ἀγώνων καὶ στρατηγὸς ἐμβριθοῦς καὶ μονίμου φάλαγγος, ὤσασθαι μὲν εἰς χεῖρας ἐλθόντας πολεμίους καὶ καταβαλεῖν ἄριστα γεγυμνασμένης, ὀρειβατεῖν δὲ καὶ συνηρτῆσθαι διώξεσι καὶ φυγαῖς ἀπαύστοις ἀνθρώπων ὑπηνεμίων καὶ λιμὸν ἀνέχεσθαι καὶ δίαιταν ἄπυρον καὶ ἄσκηνον, ὥσπερ ἐκεῖνοι, μὴ δυναμένης.
なぜならメテッルスは、いかなる正面切った戦闘をも巧みに回避し、イベリア軍の身軽さと敏捷さによってあらゆる変幻自在な戦術をとる大胆不敵な男を相手に戦うにあたって、どう対処してよいか分からなかったからである。 メテッルス自身は、重装歩兵による秩序だった戦闘の訓練を積んでおり、重厚で不動のファランクスの将軍であったが、このファランクスは接近戦に及んだ敵を押し戻して打ち倒すことには極めてよく訓練されていたものの、山を登り、風のように素早い男たちの絶え間ない追撃や退却に追随し、彼らのように飢えに耐え、火を使わない食事や天幕のない生活を耐え忍ぶことはできなかったからである。