§7.1ἀντέταξε δὲ Κρατερῷ Μακεδόνων μὲν οὐδένα, δύο δὲ ἱππαρχίας ξενικάς, ὧν Φαρνάβαζος ὁ Ἀρταβάζου καὶ Φοῖνιξ ὁ Τενέδιος ἡγοῦντο, διακελευσάμενος ὀφθέντων τῶν πολεμίων ἐλαύνειν κατὰ τάχος καὶ συμπλέκεσθαι, μὴ διδόντας ἀναστροφὴν μηδὲ φωνὴν, μηδὲ κήρυκα πεμπόμενον προσιεμένους.
エウメネスはクラテロスの正面に、マケドニア人は一人も配置せず、アルタバゾスの子パルナバゾスとテネドス人のポイニクスが率いる二つの異邦人騎兵部隊を配置した。 そして彼らに、敵の姿が見えたなら速やかに進撃して交戦し、反転する余地も言葉を交わす余地も与えず、送られてくる使者を受け入れることもしないようにと命じた。
ἐδεδίει γὰρ ἰσχυρῶς τοὺς Μακεδόνας, μὴ γνωρίσαντες τὸν Κρατερὸν οἴχωνται μεταβαλόμενοι πρὸς ἐκεῖνον.
というのも、マケドニア兵たちがクラテロスだと気づいて、寝返って彼の方へ去ってしまうのではないかと強く恐れていたからである。
§7.2αὐτὸς δὲ τοὺς ἐρρωμενεστάτους ἱππεῖς τριακοσίους εἰς ἄγημα συντάξας καὶ παρελάσας ἐπὶ τὸ δεξιόν ἔμελλε τοῖς περὶ Νεοπτόλεμον ἐπιχειρεῖν.
彼自身は、最も精強な騎兵300名を親衛隊に編成して右翼へと進め、ネオプトレモスの一隊を攻撃しようとしていた。
ὡς δὲ τὸν ἐν μέσῳ λόφον ὑπερβαλόντες ὤφθησαν ὀξεῖαν καὶ μεθʼ ὁρμῆς σφοδροτέρας ποιούμενοι τὴν ἔφοδον, ἐκπλαγεὶς ὁ Κρατερὸς καὶ πολλὰ λοιδορήσας τὸν Νεοπτόλεμον ὡς ἐξηπατημένος ὑπʼ αὐτοῦ περὶ τῆς τῶν Μακεδόνων μεταβολῆς, ἐγκελευσάμενος ἀνδραγαθεῖν τοῖς περὶ αὑτὸν ἡγεμόσιν ἀντεξήλασε.
彼らが中間にあった丘を越えて、素早くかついっそう激しい勢いで突撃してくるのが見えたとき、クラテロスは驚愕し、マケドニア兵たちの寝返りに関して騙されたとしてネオプトレモスを激しく罵り、自らの周りの指揮官たちに勇猛に戦うよう励まして、迎え撃つために馬を進めた。
§7.3γενομένης δὲ τῆς πρώτης συρράξεως βαρείας καὶ τῶν δοράτων ταχὺ συντριβέντων, τοῦ δὲ ἀγῶνος ἐν τοῖς ξίφεσιν ὄντος, οὐ καταισχύνας ὁ Κρατερὸς τὸν Ἀλέξανδρον, ἀλλὰ πολλοὺς μὲν καταβαλών, πολλάκις δὲ τρεψάμενος τοὺς ἀντιτεταγμένους, τέλος δὲ πληγεὶς ὑπὸ Θρᾳκὸς ἐκ πλαγίων προσελάσαντος ἀπερρύη τοῦ ἵππου.
最初の激突は激しく、槍はすぐに砕け散り、戦いが剣によるものとなったとき、クラテロスはアレクサンドロスの名に恥じることなく、多くの者を打ち倒し、対峙する敵を何度も退却させたが、ついに側面に乗り寄せてきたトラキア兵によって傷を負わされ、馬から転落した。
§7.4πεσόντα δὲ αὑτὸν οἱ μὲν ἄλλοι παρήλασαν ἀγνοοῦντες, Γοργίας δὲ τῶν Εὐμενοῦς στρατηγῶν ἔγνω τε καὶ καταβὰς περιέστησε φρουρὰν τῷ σώματι κακῶς ἤδη διακειμένου καὶ δυσθανατοῦντος.
彼が倒れたのを、他の者たちは気づかずに通り過ぎたが、エウメネスの将軍の一人であるゴルギアスが彼に気づき、馬から降りて、すでに瀕死の状態で苦しんでいた彼の遺体の周囲に護衛を配置した。
ἐν τούτῳ δὲ καὶ Νεοπτόλεμος Εὐμενεῖ συνήρχετο.
この間に、ネオプトレモスもエウメネスと遭遇した。
μισοῦντες γὰρ ἀλλήλους πάλαι καὶ διʼ ὀργῆς ἔχοντες ἐν μὲν δυσὶν ἀναστροφαῖς οὐ κατεῖδον, ἐν δὲ τῇ τρίτῃ γνωρίσαντες εὐθὺς ἤλαυνον, σπασάμενοι τὰ ἐγχειρίδια καὶ βοῶντες.
というのも彼らは互いに古くから憎み合い、憤りを抱いていたため、二度の旋回においては互いを見出さなかったが、三度目に互いを認めると、短剣を抜き、叫び声を上げながら、すぐに馬を走らせた。
§7.5τῶν δὲ ἵππων ἐξ ἐναντίας βίᾳ συμπεσόντων ὥσπερ τριήρων, τὰς ἡνίας ἀφέντες ἀλλήλων ἐπεδράξαντο ταῖς χερσί, τά τε κράνη περισπῶντες καὶ περιρρηγνύντες ἐκ τῶν ἐπωμίδων τοὺς θώρακας, πρὸς δὲ τὸν σπαραγμὸν ὑπεκδραμόντων ἅμα τῶν ἵππων, ἀπορρυέντες εἰς γῆν καὶ περιπεσόντες ἀλλήλοις ἐν λαβαῖς ἦσαν καὶ διεπάλαιον.
馬たちが正面から三段櫂船のように激しく激突すると、手綱を離して互いに手で掴み合い、かぶとをむしり取り、肩当てから鎧を引き裂いた。 この掴み合いに驚いて馬たちが同時に駆け去ったため、地面に転げ落ち、互いにもつれ合ってがっちり組み合い、組み打ちを続けた。
§7.6εἶτα ὁ μὲν Εὐμενὴς τοῦ Νεοπτολέμου προεξανισταμένου τὴν ἰγνύαν ὑπέκοψεν αὐτὸς εἰς ὀρθὸν φθάσας καταστῆναι, ὁ δὲ Νεοπτόλεμος εἰς θάτερον ἐρεισάμενος γόνυ, θάτερον δὲ πεπηρωμένος, ἠμύνετο μὲν εὐρώστως κάτωθεν, οὐ θανασίμους δὲ πληγὰς ὑποφέρων, πληγεὶς δὲ παρὰ τὸν τράχηλον ἔπεσε καὶ παρείθη.
それから、ネオプトレモスが先に立ち上がろうとしたとき、エウメネスが自身の方が先に真っ直ぐ立ち上がることに成功して、彼のひざの裏を切りつけた。 ネオプトレモスは片方の膝をつき、もう片方の脚を不自由(にされ)ながらも、下から力強く防戦したが、致命傷を与えることはできず、首のあたりを斬られて倒れ、力尽きた。
§7.7τοῦ δὲ Εὐμενοῦς διʼ ὀργὴν καὶ μῖσος παλαιὸν τά τε ὅπλα περισπῶντος αὐτοῦ καὶ κακῶς λέγοντος, ἔτι τὸ ξίφος ἔχων ἔλαθεν ὑπὸ τὸν θώρακα τρώσας, ᾗ παρέψαυσε τοὑ βουβῶνος ἀποβάς.
エウメネスが、古い怒りと憎しみから、彼の武器をはぎ取り罵っていたとき、ネオプトレモスはまだ剣を握っており、鎧の下を突くことに成功した。 それは鼠径部に触れて逸れた。
ἡ δὲ πληγὴ μᾶλλον ἐφόβησεν ἢ ἔβλαψε τὸν Εὐμενῆ, διʼ ἀσθένειαν ἀμυδρὰ γενομένη.
その傷はエウメネスに害を与えるというよりはむしろ驚かせただけであった。 衰弱のために打撃が弱かったからである。
σκυλεύσας δὲ τὸν νεκρόν εἶχε μὲν χαλεπῶς ὑπὸ τραυμάτων μηροὺς καὶ βραχίονας διακεκομμένος, ὅμως δὲ ἀναβληθεὶς ἐπὶ τὸν ἵππον ἐδίωκε πρὸς θάτερον κέρας, ὡς ἔτι συνεστώτων τῶν πολεμίων.
遺体から武具をはぎ取ると、自身も太ももや腕を斬られて傷だらけで苦しんでいたが、それでも馬に乗せられると、敵がまだ交戦を続けていると思って、もう一方の翼へと駆けた。
§7.8πυθόμενος δὲ τὴν Κρατεροῦ τελευτὴν καὶ προσελάσας, ὡς εἶδεν ἐμπνέοντα καὶ συνιέντα, καταβὰς ἀπεδάκρυσε καὶ τὴν δεξιὰν ἐνέβαλε, καὶ πολλὰ μὲν ἐλοιδόρησε τὸν Νεοπτόλεμον, πολλὰ δὲ ἐκεῖνον μὲν ᾠκτίσατο τῆς τύχης, αὑτὸν δὲ τῆς ἀνάγκης, διʼ ἣν ἀνδρὶ φίλῳ καὶ συνήθει ταῦτα πεισόμενος ἢ δράσων συνηνέχθη.
クラテロスの死を聞いてそこへ馬を走らせ、彼がまだ息をしており意識があるのを見ると、馬から降りて涙を流し、その右手を握った。 そして、ネオプトレモスを激しく罵る一方で、彼(クラテロス)の不運を深く哀れみ、自分自身の置かれた運命の必然を嘆いた。 その運命のために、かつての友であり親しい仲間であった男に対して、このようなことを受けるか行うかを迫られる事態に至ったからである。