§6.1οἱ μὲν οὖν περὶ τὸν Ἀντίπατρον πυθόμενοι ταῦτα κατὰ σχολὴν ἐβουλεύοντο περὶ τῶν ὅλων, ὁ Νεοπτόλεμος δὲ μετὰ τήν φυγὴν ἀφικόμενος πρὸς αὐτούς τήν τε μάχην ἀπήγγελλε καὶ παρεκάλει βοηθεῖν, μάλιστα μὲν ἀμφοτέρους, πάντως δὲ Κρατερόν·
およそアンティパトロスとその周辺の者たちは、これらを聞くと、余裕を持って全体の方針について熟考していたが、ネオプトレモスは敗走の後に彼らのもとへ到着すると、戦いの顛末を報告して救援を要請し、とりわけ両者に、しかし何としてもクラテロスに求めた。
ποθεῖσθαι γὰρ ὑπερφυῶς ἐκεῖνον ὑπὸ τῶν Μακεδόνων, κἂν μόνον ἴδωσι τήν καυσίαν αὐτοῦ καὶ τήν φωνὴν ἀκούσωσι, μετὰ τῶν ὅπλων ἥξειν φερομένους,
というのも、彼(クラテロス)はマケドニア兵たちから途方もなく慕われており、彼らが彼のカウシアを見るか、その声を聞くことさえすれば、武器を手にして一目散に馳せ参じるであろうからであった。
§6.2καὶ γὰρ ἦν ὄντως ὄνομα τοῦ Κρατεροῦ μέγα, καὶ μετὰ τήν Ἀλεξάνδρου τελευτὴν τοῦτον ἐπόθησαν οἱ πολλοί, μνημονεύοντες ὅτι καὶ πρὸς Ἀλέξανδρον ὑπὲρ αὐτῶν ἀνεδέξατο πολλάκις ἀπεχθείας πολλάς, ὑποφερομένου πρὸς τὸν Περσικὸν ζῆλον ἀντιλαμβανόμενος, καὶ τοῖς πατρίοις ἀμύνων διὰ τρυφὴν καὶ ὄγκον ἤδη περιυβριζομένοις.
実際、クラテロスの名は本当に偉大であり、アレクサンドロスの死後、多くの者が彼を熱望したが、それは彼らが、彼がアレクサンドロスに対しても彼らのためにしばしば多くの反感を買うことを引き受けてくれたことを覚えていたからであり、すなわち王がペルシア風の熱狂へと流されていくのを押しとどめ、奢侈と傲慢によってすでに蹂躙されつつあった祖国の慣習を擁護したからである。
§6.3τότε δὲ οὖν ὁ Κρατερὸς τὸν μὲν Ἀντίπατρον εἰς Κιλικίαν ἀπέστειλεν, αὐτὸς δὲ τῆς δυνάμεως ἀναλαβὼν πολύ μέρος ἐπὶ τὸν Εὐμενῆ μετὰ τοῦ Νεοπτολέμου προῆγεν, οἰόμενος οὐ προσδεχομένῳ καὶ μετὰ πρόσφατον νίκην ἐν ἀταξίᾳ καὶ περὶ πότους ἔχοντι τήν δύναμιν ἐπιπεσεῖσθαι.
そこでその時、クラテロスはアンティパトロスをキリキアへ派遣し、自身は軍勢の大部分を引き連れて、ネオプトレモスとともにエウメネスに向けて進軍した。 不意を突かれ、また最近の勝利によって軍勢が規律を失い酒宴にふけっているところを襲撃できると考えたからである。
τὸ μὲν οὖν προαισθέσθαι τήν ἔφοδον ἀὺτοῦ τὸν Εὐμενῆ καὶ προπαρασκευάσασθαι νηφούσης ἄν τις ἡγεμονίας, οὐ μὴν ἄκρας θείη δεινότητος·
さて、エウメネスが敵の襲撃をあらかじめ察知して準備を整えたことは、賢明な指揮によるものと見なしうるだろうが、決して極限の卓越した能力によるものとは言えない。
§6.4τὸ δὲ μὴ μόνον τοὺς πολεμίους ἃ μὴ καλῶς εἶχεν αἰσθέσθαι διαφυγεῖν, ἀλλὰ καὶ τοὺς μετʼ ἀὐτοῦ στρατευομένους ἀγνοοῦντας ᾧ μαχοῦνται προενσεῖσαι τῷ Κρατερῷ καὶ ἀποκρύψαι τὸν ἀντιστράτηγον, ἴδιον δοκεῖ τούτου τοῦ ἡγεμόνος ἔργον γενέσθαι, διέδωκε μὲν οὖν λόγον ὡς Νεοπτόλεμος αὖθις ἐπίοι καὶ Πίγρης, ἔχοντες ἱππεῖς καὶ Καππαδοκῶν καὶ Παφλαγόνων.
しかし、敵がこちらにとって不都合な事情に気づくのを免れただけでなく、自分とともに従軍する者たちに、誰と戦うのかを知らぬままクラテロスに突撃させ、敵将の素性を隠し通したことは、この指揮官ならではの独自の業績であると思われる。 そこで彼は、ネオプトレモスとピグレスがカッパドキア人とパフラゴニア人の騎兵を率いて再び攻めてくるという噂を流した。
νυκτὸς δὲ ἀναζεῦξαι βουλόμενος, εἶτα καταδαρθών ὄψιν εἶδεν ἀλλόκοτον.
夜間に出発しようと望んでいたが、その後眠りに落ちると、奇妙な夢を見た。
§6.5ἐδόκει γὰρ ὁρᾶν Ἀλεξάνδρους δύο παρασκευαζομένους ἀλλήλοις μάχεσθαι, μιᾶς ἑκάτερον ἡγούμενον φάλαγγος·
というのも、彼は二人の「アレクサンドロス」がそれぞれ一つのファランクスを率いて、互いに戦おうと準備しているのを見ているかのように思われたからである。
εἶτα τῷ μὲν τήν Ἀθηνᾶν, τῷ δὲ τήν Δήμητραν βοηθοῦσαν ἐλθεῖν, γενομένου δὲ ἀγῶνος ἰσχυροῦ κρατηθῆναι τὸν μετὰ τῆς Ἀθηνᾶς, τῷ δὲ νικῶντι σταχύων δρεπομένην τήν Δήμητραν συμπλέκειν στέφανον.
そして一方にはアテナが、他方にはデメテルが救援にやって来た。 激しい戦闘が交わされると、アテナに味方された方が敗れ、勝者に対しては、デメテルが麦の穂を摘み取って冠を編み上げた。
§6.6αὐτόθεν μὲν οὖν τὴν ὄψιν εἴκαζεν εἶναι πρὸς αὑτοῦ, μαχομένου περὶ γῆς ἀρίστης καὶ τότε πολὺν καὶ καλὸν ἐχούσης ἐν κάλυκι στάχυν ἅπασα γὰο κατέσπαρτο καὶ παρεῖχεν εἰρήνῃ πρέπουσαν ὄψιν, ἀμφιλαφῶς τῶν πεδίων κομώντων μᾶλλον δὲ ἐπερρώσθη πυθόμενος σύνθημα τοῖς πολεμίοις Ἀθηνᾶν καὶ Ἀλέξανδρον εἶναι, Δήμητραν δὴ καὶ αὐτὸς ἐδίδου σύνθημα καὶ Ἀλέξανδρον, ἀναδεῖσθαί τε πάντας ἐκέλευε καὶ καταστέφειν τὰ ὅπλα τῶν σταχύων λαμβάνοντας.
そこで直ちに、この夢は自分に有利なものであると推測した。 彼自身、肥沃で、当時は殻の中に多くの美しい麦の穂をたたえた土地をめぐって戦うことになっていたからである。 実際、そこは一面に麦が蒔かれており、平原が豊かに生い茂ることで、平和にふさわしい光景を呈していた。 さらに、敵の合言葉が「アテナとアレクサンドロス」であることを知って、彼はますます勇気づけられた。 そこで彼自身も「デメテルとアレクサンドロス」を合言葉として与え、全員に頭に冠を巻くよう命じ、麦の穂を手にとって武器を花冠で飾るように命じた。
§6.7ὁρμήσας δὲ πολλάκις ἐξαγορεῦσαι καὶ φράσαι τοῖς περὶ αὑτὸν ἡγεμόσι καὶ στρατηγοῖς πρὸς ὃν ἔμελλεν ὁ ἀγὼν ἔσεσθαι, καὶ μὴ μόνος ἐν αὑτῷ θέμενος ἀποκρύψαι καὶ κατασχεῖν ἀπόρρητον οὕτως ἀναγκαῖον, ὅμως ἐνέμεινε τοῖς λογισμοῖς καὶ διεπίστευσε τῇ γνώμῃ τὸν κίνδυνον.
自分の周囲の指揮官や将軍たちに、誰との戦いになる予定なのかを打ち明けて告げようと何度もしかけ、このように極めて重大な秘密を自分一人の中に隠して抑えておくべきではないとも思いかけたが、それでも彼は理性的判断にとどまり、自らの決断にこの危難を委ねた。