§5.1ἐπεὶ δὲ Κρατερὸς καὶ Ἀντίπατρος τῶν Ἑλλήνων περιγενόμενοι διέβαινον εἰς Ἀσίαν τὴν Περδίκκου καταλύσοντες ἀρχήν, καὶ προσηγγέλλοντο μέλλοντες ἐμβαλεῖν εἰς Καππαδοκίαν, ὁ Περδίκκας αὐτὸς ἐπὶ Πτολεμαῖον στρατεύων ἀπέδειξε τὸν Εὐμενῆ τῶν ἐν Ἀρμενίᾳ, καὶ Καππαδοκίᾳ δυνάμεων αὐτοκράτορα στρατηγόν·
ἐπεὶ δὲ クラテロスとアンティパトロスがギリシア人たちを制圧した後に、ペルディッカスの支配を崩壊させようとアジアへ渡り、カッパドキアに侵攻しようとしていると報じられた時、ペルディッカス自身はプトレマイオスに対して遠征中であったが、エウメネスをアルメニアおよびカッパドキアの軍勢の全権総司令官に任命した。
§5.2καὶ περὶ τούτων ἐπιστολὰς ἔπεμψεν, Ἀλκέταν μὲν καὶ Νεοπτόλεμον Εὐμενεῖ προσέχειν κελεύσας, Εὐμενῆ δὲ χρῆσθαι τοῖς πράγμασιν ὅπως αὐτὸς ἔγνωκεν.
καὶ περὶ τούτων そしてこれに関して書簡を送り、アルケタスとネオプトレモスにはエウメネスに従うように命じ、エウメネスには彼自身が決断した通りに事態を処理するよう命じた。
Ἀλκέτας μὲν οὖν ἄντικρυς ἀπείπατο τὴν στρατείαν, ὡς τῶν ὑπʼ αὐτῷ Μακεδόνων Ἀντιπάτρῳ μὲν αἰδουμένων μάχεσθαι, Κρατερὸν δὲ καὶ δέχεσθαι διʼ εὔνοιαν ἑτοίμων ὄντων·
そこでアルケタスは、自分の配下のマケドニア兵たちがアンティパトロスと戦うのを恥じ、クラテロスに対しては親愛の情からこれを歓迎する用意すらあるとして、遠征への参加をきっぱり拒否した。
Νεοπτόλεμος δὲ βουλεύων μὲν ἐπʼ Εὐμενεῖ προδοσίαν οὐκ ἔλαθε, καλούμενος δὲ οὐχ ὑπήκουεν, ἀλλὰ παρέταττε τὴν δύναμιν.
しかし、ネオプトレモスはエウメネスに対する裏切りを企てていたが露見し、召喚されても従わず、むしろ軍勢を配備した。
§5.3ἔνθα πρῶτον ὁ Εὐμενὴς ἀπέλαυσε τῆς ἑαυτοῦ προνοίας καὶ παρασκευῆς·
ἔνθα πρῶτον ここでエウメネスは初めて、自身の先見の明と準備の恩恵を享受した。
ἡττώμενος γὰρ ἤδη κατὰ τὸ πεζόν ἐτρέψατο τοῖς ἱππεῦσι τὸν Νεοπτόλεμον καὶ τὴν ἀποσκευὴν ἔλαβεν αὐτοῦ, καὶ τῇ φάλαγγι διεσπαρμένῃ περὶ τὴν δίωξιν ἅθρους ἐπελάσας ἠνάγκασε τὰ ὅπλα θέσθαι καὶ δόντας καὶ λαβόντας ὅρκους αὐτῷ συστρατεύειν.
というのも、歩兵戦ではすでに劣勢であったが、騎兵部隊によってネオプトレモスを敗走させてその輜重を奪い、さらに追撃で散りぢりになっていた彼らのファランクスに密集して突撃をかけることで、彼らに武器を置かせ、誓いを交わさせて自らとともに従軍することを強制したからである。
§5.4ὁ μὲν οὖν Νεοπτόλεμος ὀλίγους τινὰς συναγαγὼν ἐκ τῆς τροπῆς ἔφυγε πρὸς Κρατερὸν καὶ Ἀντίπατρον.
ὁ μὲν οὖν Νεοπτόλεμος そこでネオプトレモスは、敗走からわずかな者をかき集めてクラテロスとアンティパトロスのもとへ逃れた。
παρʼ ἐκείνων δὲ ἀπέσταλτο πρεσβεία πρὸς Εὐμενῆ παρακαλοῦσα μεταθέσθαι πρὸς αὐτούς, καρπούμενον μὲν ἃς εἶχε σατραπείας, προσλαβόντα δὲ στρατιὰν καὶ χώραν παρʼ αὐτῶν, Ἀντιπάτρῳ μὲν ἀντʼ ἐχθροῦ φίλον γενόμενον, Κρατερῷ δὲ μὴ γενόμενον ἐκ φίλου πολέμιον.
彼らの側からはエウメネスに使節が送られ、彼らの側に加わるよう、自分が領有しているサトラップ領の権益を享受しつつ彼らから追加の軍勢と土地を受け取ることで、アンティパトロスにとっては敵の代わりに友人となり、クラテロスにとっては友人から敵に変わらないようにと勧めた。
§5.5ταῦτα ὁ Εὐμενὴς ἀκούσας Ἀντιπάτρῳ μὲν οὐκ ἂν ἔφη παλαιὸς ὢν ἐχθρὸς νῦν γενέσθαι φίλος, ὅτε αὐτὸν ὁρᾷ τοῖς φίλοις ὡς ἐχθροῖς χρώμενον, Κρατερὸν δὲ Περδίκκᾳ διαλλάττειν ἕτοιμος εἶναι καὶ συνάγειν ἐπὶ τοῖς ἴσοις καὶ δικαίοις·
ταῦτα ὁ Εὐμενὴς ἀκούσας エウメネスはこれを聞くと、アンティパトロスについては、彼が友人たちを敵のように扱っているのを見る以上、古くからの敵である自分が今更友人になることはあり得ないと述べた。
ἄρχοντος δὲ πλεονεξίας τῷ ἀδικουμένῳ βοηθήσειν μέχρι ἂν ἐμπνέῃ, καὶ μᾶλλον τὸ σῶμα καὶ τὸν βίον ἢ τὴν πίστιν προήσεσθαι.
一方、クラテロスについては、彼をペルディッカスと和解させ、対等かつ公正な条件で結束させる用意があるが、もし誰かが強欲を始めるなら、不当な扱いを受けている者を息のある限り支援し、自らの身体や命を投げ打つことがあっても忠義を捨てることはない、と述べた。