Humanitext Reader

普鲁塔克 · 欧墨尼斯传 §5.1-5.5

全权受命与平定新普托勒莫斯叛乱

第 5 段,共 19 段 · 希腊语

内容简介

在克拉特鲁斯和安提帕特入侵亚洲之际,培尔迪卡斯授予尤曼尼斯全权军事指挥权。尤曼尼斯击败了叛变的新普托勒莫斯,并拒绝了敌方的拉拢,重申了对培尔迪卡斯的忠诚。

§5.1ἐπεὶ δὲ Κρατερὸς καὶ Ἀντίπατρος τῶν Ἑλλήνων περιγενόμενοι διέβαινον εἰς Ἀσίαν τὴν Περδίκκου καταλύσοντες ἀρχήν, καὶ προσηγγέλλοντο μέλλοντες ἐμβαλεῖν εἰς Καππαδοκίαν, ὁ Περδίκκας αὐτὸς ἐπὶ Πτολεμαῖον στρατεύων ἀπέδειξε τὸν Εὐμενῆ τῶν ἐν Ἀρμενίᾳ, καὶ Καππαδοκίᾳ δυνάμεων αὐτοκράτορα στρατηγόν·
ἐπεὶ δὲ 当克拉特鲁斯和安提帕特在征服希腊人后,渡海进入亚洲企图摧毁培尔迪卡斯的统治,并有消息传来他们即将入侵卡帕多西亚时,培尔迪卡斯本人正亲自远征普托勒密,于是任命尤曼尼斯为亚美尼亚和卡帕多西亚军队的全权统帅。
§5.2καὶ περὶ τούτων ἐπιστολὰς ἔπεμψεν, Ἀλκέταν μὲν καὶ Νεοπτόλεμον Εὐμενεῖ προσέχειν κελεύσας, Εὐμενῆ δὲ χρῆσθαι τοῖς πράγμασιν ὅπως αὐτὸς ἔγνωκεν.
καὶ περὶ τούτων 并就此事送出书信,命令阿尔克塔斯和新普托勒莫斯服从尤曼尼斯,并叮嘱尤曼尼斯按照他自己的决定处理事务。
Ἀλκέτας μὲν οὖν ἄντικρυς ἀπείπατο τὴν στρατείαν, ὡς τῶν ὑπʼ αὐτῷ Μακεδόνων Ἀντιπάτρῳ μὲν αἰδουμένων μάχεσθαι, Κρατερὸν δὲ καὶ δέχεσθαι διʼ εὔνοιαν ἑτοίμων ὄντων·
阿尔克塔斯随即公然拒绝参战,声称他手下的马其顿人羞于与安提帕特作战,且因心怀好感而随时准备迎接克拉特鲁斯。
Νεοπτόλεμος δὲ βουλεύων μὲν ἐπʼ Εὐμενεῖ προδοσίαν οὐκ ἔλαθε, καλούμενος δὲ οὐχ ὑπήκουεν, ἀλλὰ παρέταττε τὴν δύναμιν.
而新普托勒莫斯虽然在暗中对尤曼尼斯策划叛变,却未能逃过其耳目,在被召集时不仅不顺从,反而部署起自己的军队。
§5.3ἔνθα πρῶτον ὁ Εὐμενὴς ἀπέλαυσε τῆς ἑαυτοῦ προνοίας καὶ παρασκευῆς·
ἔνθα πρῶτον 此时尤曼尼斯首次收获了他自己的先见之明和充分准备的成果。
ἡττώμενος γὰρ ἤδη κατὰ τὸ πεζόν ἐτρέψατο τοῖς ἱππεῦσι τὸν Νεοπτόλεμον καὶ τὴν ἀποσκευὴν ἔλαβεν αὐτοῦ, καὶ τῇ φάλαγγι διεσπαρμένῃ περὶ τὴν δίωξιν ἅθρους ἐπελάσας ἠνάγκασε τὰ ὅπλα θέσθαι καὶ δόντας καὶ λαβόντας ὅρκους αὐτῷ συστρατεύειν.
因为虽然在步兵交战中他已经处于劣势,但他却用骑兵击败了新普托勒莫斯,夺取了他的辎重,并且趁对方的步兵方阵因追击而分散时,率领集结的骑兵冲锋,迫使他们放下武器,并在互换誓言之后,同他一起服役。
§5.4ὁ μὲν οὖν Νεοπτόλεμος ὀλίγους τινὰς συναγαγὼν ἐκ τῆς τροπῆς ἔφυγε πρὸς Κρατερὸν καὶ Ἀντίπατρον.
ὁ μὲν οὖν Νεοπτόλεμος 于是,新普托勒莫斯从溃军中聚集起少数人,逃往克拉特鲁斯和安提帕特那里。
παρʼ ἐκείνων δὲ ἀπέσταλτο πρεσβεία πρὸς Εὐμενῆ παρακαλοῦσα μεταθέσθαι πρὸς αὐτούς, καρπούμενον μὲν ἃς εἶχε σατραπείας, προσλαβόντα δὲ στρατιὰν καὶ χώραν παρʼ αὐτῶν, Ἀντιπάτρῳ μὲν ἀντʼ ἐχθροῦ φίλον γενόμενον, Κρατερῷ δὲ μὴ γενόμενον ἐκ φίλου πολέμιον.
对方派遣使者前来游说尤曼尼斯,劝他改投他们的阵营,这样既能继续享有他已有的行省,又能从他们那里获得额外的军队和土地,从而成为安提帕特的朋友而非敌人,并且避免从克拉特鲁斯的朋友变成敌人。
§5.5ταῦτα ὁ Εὐμενὴς ἀκούσας Ἀντιπάτρῳ μὲν οὐκ ἂν ἔφη παλαιὸς ὢν ἐχθρὸς νῦν γενέσθαι φίλος, ὅτε αὐτὸν ὁρᾷ τοῖς φίλοις ὡς ἐχθροῖς χρώμενον, Κρατερὸν δὲ Περδίκκᾳ διαλλάττειν ἕτοιμος εἶναι καὶ συνάγειν ἐπὶ τοῖς ἴσοις καὶ δικαίοις· ἄρχοντος δὲ πλεονεξίας τῷ ἀδικουμένῳ βοηθήσειν μέχρι ἂν ἐμπνέῃ, καὶ μᾶλλον τὸ σῶμα καὶ τὸν βίον ἢ τὴν πίστιν προήσεσθαι.
ταῦτα ὁ Εὐμενὴς ἀκούσας 尤曼尼斯听罢,回答说,作为旧敌,他绝不可能在看到安提帕特将自己的朋友视作敌人对待时,现在反而去成为他的朋友;至于克拉特鲁斯,他随时准备让他与培尔迪卡斯和解,并在平等和公正的原则下使他们联合起来;但如果有人开始得寸进尺、图谋不轨,他将竭尽呼吸之气帮助受害者,宁可牺牲自己的身体和生命,也绝不放弃忠诚。

词汇与语法注释

  1. §5.1προσηγγέλλοντο μέλλοντες — 动词 προσηγγέλλοντο(被报道)采用人称构文,与分词 μέλλοντες(将要)一致。意为“他们被报道将要……”,其意义等同于无人称的“据报道他们将要……”。
  2. §5.2ὡς τῶν ὑπʼ αὐτῷ Μακεδόνων Ἀντιπάτρῳ μὲν αἰδουμένων μάχεσθαι, Κρατερὸν δὲ καὶ δέχεσθαι διʼ εὔνοιαν ἑτοίμων ὄντων — 由 ὡς 引导的属格绝对构文,表示主观原因。绝对分句的主语是 τῶν ὑπʼ αὐτῷ Μακεδόνων(他麾下的马其顿人),修饰它的分词有 αἰδουμένων(感到羞耻、畏惧)和 ἑτοίμων ὄντων(准备好)。
  3. §5.3δόντας καὶ λαβόντας ὅρκους αὐτῷ συστρατεύειν — 宾格分词 δόντας καὶ λαβόντας(给予并接受[誓言])作为不定式 συστρατεύειν(共同服役)的逻辑主语。虽然此前军队使用的是与格 φάλαγγι,但此处用宾格复数阳性形式来指代士兵个体。
  4. §5.5οὐκ ἂν ἔφη... γενέσθαι — 由于否定的转移(οὔ φημι),οὐκ 在字面上修饰 ἔφη,但逻辑上否定不定式。ἂν 与不定式 γενέσθαι 的结合,表明这是直接引语中“ἂν + 祈愿语气”(οὐκ ἂν γενοίμην,意为“我绝不会成为”)在间接引语中的体现。
  5. §5.5ἄρχοντος δὲ πλεονεξίας — 属格绝对构文。ἄρχοντος 是动词 ἄρχω(开始)的现在分词属格中性(或阳性无指代),πλεονεξίας 是其支配的属格名词。具有条件意味,表示“如果(有人)开始贪得无厌”或“如果贪欲开始起主导作用”。

引用这一段

普鲁塔克, 欧墨尼斯传 §5.1-5.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg041.humanitext-grc2:5.1-5.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。