§4.1οὐ μὴν ἀλλʼ ὁ Περδίκκας ἐφʼ ἃ μὲν ὥρμητο πιστεύων διʼ αὑτοῦ προσάξεσθαι, τὰ δὲ ὑπολειπόμενα δεῖσθαι δραστηρίου τε καὶ πιστοῦ φύλακος οἰόμενος, ἀπέπεμψεν ἐκ Κιλικίας τὸν Εὐμενῆ, λόγῳ μὲν ἐπὶ τὴν ἑαυτοῦ σατραπείαν, ἔργῳ δὲ τὴν ὅμορον Ἀρμενίαν τεταραγμένην ὑπὸ Νεοπτολέμου διὰ χειρὸς ἕξοντα.
οὐ μὴν ἀλλʼ とはいえ、ペルディッカスは、自分が目指したことについては自力で成し遂げられると信じる一方、残された地域は精力的で信頼できる守護者を必要としていると考え、エウメネスをキリキアから送り出した。 表向きは彼自身のサトラップ領へと向かわせるためであったが、実際には、ネオプトレモスによって混乱させられていた隣接するアルメニアを支配下に置かせるためであった。
§4.2τοῦτον μὲν οὖν ὁ Εὐμενής, καίπερ ὄγκῳ τινὶ καὶ φρονήματι κενῷ διεφθαρμένον, ἐπειρᾶτο ταῖς ὁμιλίαις κατέχειν αὐτὸς δὲ τὴν φάλαγγα τῶν Μακεδόνων ἐπηρμένην καὶ θρασεῖαν εὑρών, ὥσπερ ἀντίταγμα κατεσκεύαζεν αὐτῇ δύναμιν ἱππικήν, τῶν μὲν ἐγχωρίων τοῖς ἱππεύειν δυναμένοις ἀνεισφορίας διδοὺς καὶ ἀτελείας, §4.3τῶν δὲ περὶ αὑτὸν οἷς μάλιστα ἐπίστευεν ὠνητοὺς διανέμων ἵππους, φιλοτιμίαις τε καὶ δωρεαῖς τὰ φρονήματα παροξύνων καὶ τὰ σώματα κινήσεσι καὶ μελέταις διαπονῶν, ὥστε τοὺς μὲν ἐκπλαγῆναι, τοὺς δὲ θαρρῆσαι τῶν Μακεδόνων, ὁρῶντας ὀλίγῳ χρόνῳ περὶ αὑτὸν ἠθροισμένους ἱππεῖς οὐκ ἐλάττους ἑξακισχιλίων καὶ τριακοσίων.
τοῦτον μὲν οὖν エウメネスは、このネオプトレモスがいくぶん傲慢さと虚栄心によって台無しになっていたにもかかわらず、自ら交際を重ねて彼を抑制しようと努めた。 他方、マケドニア人のファランクスが高慢で不遜になっているのを見て、これに対する対抗勢力として騎兵部隊を組織することにし、地元住民のうち乗馬ができる者たちには貢納や諸税の免除を与え、 τῶν δὲ περὶ αὑτὸν 自分の身の回りの者たちのうち特に信頼を置く者たちには、買い入れた馬を分配し、名誉や贈り物によってその士気を鼓舞し、運動や訓練によってその身体を鍛え上げた。 その結果、短期間のうちにエウメネスの周囲に、6,300人を下回らない騎兵が集められたのを見て、マケドニア人たちの中には驚愕する者もいれば、勇気づけられる者もいた。