§17.1παυσαμένης δὲ τῆς μάχης εὐθὺς οἱ περὶ τὸν Τεύταμον ἐπρεσβεύοντο περὶ τῆς ἀποσκευῆς.
戦いが終わると、すぐにテウタモスの一派は輜重を求めて使節を送った。
Ἀντιγόνου δὲ καὶ ταύτην ἀποδώσειν ὑπισχνουμένου τοῖς ἀργυράσπισι καὶ τἆλλα χρήσεσθαι φιλανθρώπως, εἰ παραλάβοι τὸν Εὐμενῆ, βούλευμα δεινὸν οἱ ἀργυράσπιδες ἐβουλεύσαντο, ἐγχειρίσαι ζῶντα τοῖς πολεμίοις τὸν ἄνδρα.
アンティゴノスが、もしエウメネスを引き渡すなら、この輜重をも銀盾兵たちに返還し、その他の点でも親切に遇することを約束したため、銀盾兵たちは恐るべき企て、すなわちその男を生きたまま敵に引き渡すという企てを企てた。
§17.2καὶ πρῶτον μὲν ἀνυπόπτως προσεπέλαζον αὐτῷ καὶ παρεφύλαττον, οἱ μὲν ἀποδυρόμενοι περὶ τῆς ἀποσκευῆς, οἱ δὲ θαρρεῖν ὡς νενικηκότα κελεύοντες, οἱ δὲ τῶν ἄλλων ἡγεμόνων κατηγοροῦντες.
そしてまず彼らは、疑いを持たせないようにして彼に近づき、見張っていた。 ある者は輜重について嘆き悲しみ、またある者は勝利したのだから元気を出すようにと促し、またある者は他の指揮官たちを非難しながら。
ἔπειτα προσπεσόντες ἐξήρπασαν τὸ ἐγχειρίδιον αὐτοῦ καὶ τῇ ζώνῃ τὰς χεῖρας ἀποστρέψαντες ἔδησαν.
その後、彼らは襲いかかって彼の短剣を奪い取り、彼の帯でその両手を後ろ手に縛り上げた。
ἐπεὶ δὲ ὑπὸ Ἀντιγόνου Νικάνωρ ἐπέμφθη παραληψόμενος αὐτόν, ἐδεῖτο λόγου τυχεῖν ἀγόμενος διὰ τῶν Μακεδόνων, οὐκ εἰς δέησιν ἢ παραίτησιν, ἀλλʼ ὡς περὶ τῶν ἐκείνοις συμφερόντων διαλεξόμενος.
アンティゴノスによってニカノルが彼を受け取るために派遣されると、彼はマケドニア兵たちの間を連行されていきながら、哀願や助命嘆願のためではなく、彼らにとって有益な事柄について対話をするためであるとして、発言の機会を与えられるよう求めた。
§17.3γενομένης δὲ σιωπῆς ἐν ὑψηλῷ τινι καταστὰς καὶ τὰς χεῖρας δεδεμένας προτείνας,
ποῖον,
εἶπεν,
ὦ κάκιστοι Μακεδόνων, τρόπαιον Ἀντίγονος ἐθελήσας ἂν ἔστησε καθʼ ὑμῶν, οἷον ὑμεῖς καθʼ αὑτῶν ἀνίστατε τὸν στρατηγὸν αἰχμάλωτον ἐκδιδόντες;
静寂が訪れると、彼は高い場所に立ち、縛られた両手を差し伸べて言った。 「マケドニア人のうちで最も卑劣な者たちよ、アンティゴノスがあなたたちに対して立てたいと望んだであろうような、いかなる勝利記念碑を、あなたたちは自分の将軍を捕虜として引き渡すことによって、自分たち自身に対して打ち立てているというのか。
οὐκ ἄρα δεινὸν ἦν κρατοῦντας ὑμᾶς ἧτταν ἐξομολογεῖσθαι διὰ τὰς ἀποσκευάς, ὡς ἐν τοῖς χρήμασιν, οὐκ ἐν τοῖς ὅπλοις τοῦ κρατεῖν ὄντος, ἀλλὰ καὶ τὸν ἡγεμόνα πέμπετε λύτρον τῆς ἀποσκευῆς.
それならば、あなたたちが勝利していながら、輜重のために敗北を認めることは恐るべきことではないというのか。 まるで勝利することが、兵器にあるのではなく、財貨にあるかのように。 そればかりか、あなたたちは輜重の身代金として自分たちの指導者をも送り届けるのだ。
§17.4ἐγώ μὲν οὖν ἀήττητος ἄγομαι, νικῶν τοὺς πολεμίους, ὑπὸ τῶν συμμάχων ἀπολλύμενος·
こうして私は、敵には勝利し不敗のまま連行され、味方によって滅ぼされようとしている。
ὑμεῖς δέ, πρὸς Διὸς στρατίου καὶ θεῶν ὁρκίων, ἐνταῦθά με διʼ αὑτῶν κτείνατε.
だがあなたたちは、軍陣のゼウスと誓いの神々にかけて、私をあなたたち自身の手でここで殺すがよい。
πάντως κἀκεῖ κτεινόμενος ὑμέτερον ἔργον εἰμί.
いずれにせよあちらで殺されるにしても、それはあなたたちの仕業なのだから。
μέμψεται δὲ οὐδὲν Ἀντίγονος·
アンティゴノスも不満を漏らすことはないだろう。
νεκροῦ γὰρ Εὐμενοῦς δεῖται καὶ οὐ ζῶντος, εἰ δὲ φείδεσθε τῶν χειρῶν, ἀρκέσει τῶν ἐμῶν ἡ ἑτέρα λυθεῖσα πρᾶξαι τὸ ἔργον.
彼は生きているエウメネスではなく、死んだエウメネスを必要としているのだから。 もしあなたたちが自分の手を下すのを惜しむのなら、私の手のうちの一方を解いてくれれば、その務めを果たすには十分である。
§17.5εἰ δὲ οὐ πιστεύετέ μοι ξίφος, ὑπορρίψατε τοῖς θηρίοις δεδεμένον.
もし私に剣を信じて任せられないなら、縛られたままの私を野獣たちに投げ与えるがよい。
καὶ ταῦτα πράξαντας ὑμᾶς ἀφίημι τῆς ἐπʼ ἐμοὶ δίκης ὡς ἄνδρας ὁσιωτάτους καὶ δικαιοτάτους περὶ τὸν αὑτῶν στρατηγὸν γενομένους.
そうすれば、そうしたあなたたちを、自分たちの将軍に対して最も信心深く最も義にかなった態度を取った人々として、私に対する罪から解放しよう。 」