§16.1ἐν τούτῳ δὲ τῆς δυνάμεως περὶ τὸν Εὐμενῆ τὸ πλεῖστον ἠθροισμένον ἐθαύμαζε τὴν σύνεσιν αὐτοῦ, καὶ μόνον ἐκέλευεν ἄρχειν·
この間に、エウメネスのもとに集まった軍勢の大部分は、彼の知恵に感嘆し、彼一人に指揮を執るよう要求した。
ἐφʼ ᾧ λυπούμενοι καὶ φθονοῦντες οἱ τῶν ἀργυρασπίδων ἡγεμόνες, Ἀντιγένης καὶ Τεύταμος, ἐπεβούλευον αὐτῷ, καὶ τοὺς πλείστους τῶν τε σατραπῶν καὶ τῶν στρατηγῶν συναγαγόντες ἐβουλεύοντο πότε χρὴ καὶ πῶς τὸν Εὐμενῆ διαφθεῖραι.
このことに不快感を抱き、また嫉妬した銀盾兵の指揮官たち、アンティゲネスとテウタモスは、彼に対する陰謀を企て、サトラップや将軍たちの大部分を集めて、いつ、どのようにエウメネスを亡き者にするべきかを相談した。
§16.2συνδόξαν δὲ πᾶσιν ἀποχρήσασθαι πρὸς τὴν μάχην αὐτῷ, μετὰ δὲ τὴν μάχην εὐθὺς ἀνελεῖν Εὔδαμος ὁ τῶν ἐλεφάντων ἡγεμὼν καὶ Φαίδιμος ἐξαγγέλλουσι,ʼ, κρύφα τῷ Εὐμενεῖ τὰ δεδογμένα, διʼ εὔνοιαν μὲν οὐδεμίαν ἢ χάριν, εὐλαβούμενοι δὲ μὴ τῶν χρημάτων, ἃ δεδανείκεσαν αὐτῷ, στερηθῶσιν.
戦いにおいては彼を利用し、戦いが終わったらすぐに彼を殺害することで全員の意見が一致した。 すると、象の指揮官であるエウダモスと、パイディモスが、この決定された事柄をエウメネスに密かに告げた。 これは彼に対する何らかの好意や恩義からではなく、自分たちが彼に貸し付けていた金を失うことを恐れたからである。
εὐμενὴς δὲ τούτους μὲν ἐπῄνεσεν, εἰς δὲ τὴν σκηνὴν ἀπελθών καὶ πρὸς τοὺς φίλους εἰπὼν ὡς ἐν πανηγύρει θηρίων ἀναστρέφοιτο, διαθήκας ἔγραψε καὶ τὰ γραμματεῖα κατέσχισε καὶ διέφθειρεν, οὐ βουλόμενος αὐτοῦ τελευτήσαντος ἐκ τῶν ἀπορρήτων αἰτίας καὶ συκοφαντήματα τοῖς γράψασι γενέσθαι.
エウメネスは彼らを褒め称えたが、自分の天幕に退くと、友たちに向かって、自分はまるで野獣の集会の中で暮らしているようだと語り、遺言書を書き、また書簡類を切り裂いて破棄した。 自分が死んだあと、それら秘密の文書から、それを書いた人々に対して非難や誣告が生じることを望まなかったからである。
§16.3ταῦτα διοικησάμενος ἐβουλεύετο τὴν νίκην παρεῖναι τοῖς ἐναντίοις, ἢ φυγὼν διὰ Μηδίας καὶ Ἀρμενίας ἐμβαλεῖν εἰς Καππαδοκίαν.
これらの用件を片付けると、彼は敵に勝利を譲るべきか、あるいはメディアとアルメニアを通って逃亡し、カッパドキアに侵入すべきかを思い巡らせた。
οὐδὲν δὲ κυρώσας τῶν φίλων παρόντων, ἀλλʼ ἐπὶ πολλὰ τῇ γνώμῃ πολυτρόπῳ παρὰ τὰς τύχας οὔσῃ κινήσας αὑτόν, ἐξέταττε τὴν δύναμιν, τοὺς μὲν Ἕλληνας καὶ τοὺς βαρβάρους παρορμῶν, ὑπὸ δὲ τῆς φάλαγγος καὶ τῶν ἀργυρασπίδων αὐτὸς παρακαλούμενος θαρρεῖν, ὡς οὐ δεξομένων τῶν πολεμίων.
居合わせた友たちの前では何も決断しなかったが、状況の変化に応じて様々に動く彼自身の心を多くの方向に巡らせた末に、軍勢を整列させ、ギリシア兵や異民族の兵たちを鼓舞した。 彼自身もまた、ファランクスや銀盾兵たちから、敵は攻撃を持ちこたえられないだろうから自信を持つようにと励まされた。
§16.4καὶ γὰρ ἦσαν οἱ πρεσβύτατοι τῶν περὶ Φίλιππον καὶ Ἀλέξανδρον, ὥσπερ ἀθληταὶ πολέμων ἀήττητοι καὶ ἀπτῶτες εἰς ἐκεῖνο χρόνου, πολλοὶ μὲν ἑβδομήκοντα ἔτη γεγονότες, νεώτερος δὲ οὐδεὶς ἑξηκονταετοῦς.
というのも、彼らはフィリッポスやアレクサンドロスの時代からの最年長者たちであり、いわば戦争の闘士として、その時まで不敗かつ不倒の者たちであり、多くは70歳に達しており、最も若い者でも60歳未満はいなかったからである。
διὸ καὶ τοῖς περὶ τὸν Ἀντίγονον ἐπιόντες ἐβόων·
それゆえ、彼らはアンティゴノスの軍勢に向かって突撃しながら、大声で叫んだ。
ἐπὶ τοὺς πατέρας ἁμαρτάνετε, ὦ κακαὶ κεφαλαί·
「お前たちは自分たちの父親に対して罪を犯しているのだ、ろくでなしどもめ! 」と。
καὶ μετʼ ὀργῆς ἐμπεσόντες ὅλην ὁμοῦ τὴν φάλαγγα συνέτριψαν, οὐδενὸς ὑποστάντος αὐτούς, τῶν δὲ πλείστων ἐν χερσὶ διαφθαρέντων.
そして怒り狂って襲いかかり、ファランクス全体を一度に打ち砕いた。 彼らに立ち向かえる者は誰もおらず、大部分は白兵戦で討ち果たされた。
§16.5ταύτῃ μὲν οὖν ὁ Ἀντίγονος ἡττᾶτο κατὰ κράτος, τοῖς δὲ ἱππεῦσιν ἐπεκράτει·
このようにして、アンティゴノスは一方では力において圧倒されて敗北したが、他方では騎兵において優勢に立った。
τοῦ δὲ Πευκέστου παντάπασιν ἐκλελυμένως καὶ ἀγεννῶς ἀγωνισαμένου καὶ τὴν ἀποσκευὴν ἔλαβε πᾶσαν, αὑτῷ τε νήφοντι χρησάμενος παρὰ τὰ δεινὰ καὶ τοῦ τόπου συνεργοῦντος.
そして、ペウケスタスがまったく腰抜けで卑劣に戦ったため、アンティゴノスは敵の輜重をすべて奪い取った。 これは彼自身が危機に際して冷静沈着に行動したことと、地形の助けがあったことによる。
§16.6ἀχανὲς γὰρ ἦν τὸ πεδίον, οὔτε βαθύτερον οὔτε ἀπόκροτον καὶ στερεόν, ἀλλὰ θινῶδες καὶ μεστὸν ἁλμυρίδος αὐχμηρᾶς, ἢ τοσούτων μὲν ἵππων τοσούτων δὲ ἀνθρώπων ξαινομένη δρόμοις ὑπὸ τὸν τῆς μάχης καιρόν ἐξήνθει κόνιν ὥσπερ ἄσβεστον, ἀπολευκαίνουσαν τὸν ἀέρα καὶ τὰς ὄψεις διαθολοῦσαν.
というのも、平原は広大で、深いくぼみもなく、起伏も硬さもなかったが、砂地であり、乾燥した塩分の多い土で満ちていたからである。 これほど多くの馬と、これほど多くの人間の疾走によって戦いの最中に踏み荒らされたその土は、まるで生石灰のような塵を激しく巻き上げ、空気を白く濁らせ、視界を遮った。
ᾗ καὶ ῥᾴδιον λαθὼν ὁ Ἀντίγονος τῆς ἀποσκευῆς τῶν πολεμίων ἐκράτησε.
これにより、アンティゴノスは容易に敵に気づかれることなく、その輜重を手に入れることができたのである。