Humanitext Reader

普鲁塔克 · 欧墨尼斯传 §17.1-17.5

银盾兵背叛逮捕尤曼尼斯与其谴责演说

第 17 段,共 19 段 · 希腊语

内容简介

夺取了辎重的安提柯以归还行李为条件,要求银盾兵交出尤曼尼斯。银盾兵随即将尤曼尼斯逮捕并准备移交,尤曼尼斯在被押解的过程中发表讲话,严厉谴责了他们的背叛行为。

§17.1παυσαμένης δὲ τῆς μάχης εὐθὺς οἱ περὶ τὸν Τεύταμον ἐπρεσβεύοντο περὶ τῆς ἀποσκευῆς.
战斗一结束,特乌塔摩斯周围的人立即派使者去交涉辎重的事。
Ἀντιγόνου δὲ καὶ ταύτην ἀποδώσειν ὑπισχνουμένου τοῖς ἀργυράσπισι καὶ τἆλλα χρήσεσθαι φιλανθρώπως, εἰ παραλάβοι τὸν Εὐμενῆ, βούλευμα δεινὸν οἱ ἀργυράσπιδες ἐβουλεύσαντο, ἐγχειρίσαι ζῶντα τοῖς πολεμίοις τὸν ἄνδρα.
由于安提柯承诺,如果他们交出尤曼尼斯,他不仅会将辎重也还给银盾兵,而且在其他方面也会宽厚地对待他们,银盾兵便做出了一个可怕的决定:将这个活人交到敌人手中。
§17.2καὶ πρῶτον μὲν ἀνυπόπτως προσεπέλαζον αὐτῷ καὶ παρεφύλαττον, οἱ μὲν ἀποδυρόμενοι περὶ τῆς ἀποσκευῆς, οἱ δὲ θαρρεῖν ὡς νενικηκότα κελεύοντες, οἱ δὲ τῶν ἄλλων ἡγεμόνων κατηγοροῦντες.
起初,他们毫无破错地接近并监视着他,有人为辎重哀悼,有人因他获胜而要他保持勇气,还有人谴责其他的首领。
ἔπειτα προσπεσόντες ἐξήρπασαν τὸ ἐγχειρίδιον αὐτοῦ καὶ τῇ ζώνῃ τὰς χεῖρας ἀποστρέψαντες ἔδησαν.
接着,他们扑上前去,夺走了他的短剑,并用他的腰带将他的双手反绑在身后。
ἐπεὶ δὲ ὑπὸ Ἀντιγόνου Νικάνωρ ἐπέμφθη παραληψόμενος αὐτόν, ἐδεῖτο λόγου τυχεῖν ἀγόμενος διὰ τῶν Μακεδόνων, οὐκ εἰς δέησιν ἢ παραίτησιν, ἀλλʼ ὡς περὶ τῶν ἐκείνοις συμφερόντων διαλεξόμενος.
当安提柯派尼卡诺尔来接收他时,他在被带走穿过马其顿人中间的过程中,请求获得发言的机会,这并非为了哀求或求宽恕,而是声称要商讨对他们有利的事。
§17.3γενομένης δὲ σιωπῆς ἐν ὑψηλῷ τινι καταστὰς καὶ τὰς χεῖρας δεδεμένας προτείνας, ποῖον, εἶπεν, ὦ κάκιστοι Μακεδόνων, τρόπαιον Ἀντίγονος ἐθελήσας ἂν ἔστησε καθʼ ὑμῶν, οἷον ὑμεῖς καθʼ αὑτῶν ἀνίστατε τὸν στρατηγὸν αἰχμάλωτον ἐκδιδόντες;
在一片寂静中,他站在一处高地上,伸出被绑的双手说道:“马其顿人中最卑劣的家伙啊,安提柯即便想立起什么针对你们的胜利纪念碑,又怎能比得上你们出卖自己的将军、让他成为俘虏,从而为自己立起的纪念碑呢?
οὐκ ἄρα δεινὸν ἦν κρατοῦντας ὑμᾶς ἧτταν ἐξομολογεῖσθαι διὰ τὰς ἀποσκευάς, ὡς ἐν τοῖς χρήμασιν, οὐκ ἐν τοῖς ὅπλοις τοῦ κρατεῖν ὄντος, ἀλλὰ καὶ τὸν ἡγεμόνα πέμπετε λύτρον τῆς ἀποσκευῆς.
难道你们身为胜利者,却因为辎重而承认失败,这不是一件可怕的事吗? 仿佛胜利是在于财物,而非在于兵器;你们甚至还要送出自己的领袖,作为辎重的赎金!
§17.4ἐγώ μὲν οὖν ἀήττητος ἄγομαι, νικῶν τοὺς πολεμίους, ὑπὸ τῶν συμμάχων ἀπολλύμενος· ὑμεῖς δέ, πρὸς Διὸς στρατίου καὶ θεῶν ὁρκίων, ἐνταῦθά με διʼ αὑτῶν κτείνατε.
我虽然是不败之身、战胜了敌人而被带走,却被盟友所毁灭;但你们,因着军阵之神宙斯和誓言之神们的名义,用你们自己的手在这里杀了我吧。
πάντως κἀκεῖ κτεινόμενος ὑμέτερον ἔργον εἰμί.
无论如何,即便我在那边被杀,那也是你们的杰作。
μέμψεται δὲ οὐδὲν Ἀντίγονος·
安提柯不会有任何责怪,因为他需要的是死去的尤曼尼斯,而不是活着的。
νεκροῦ γὰρ Εὐμενοῦς δεῖται καὶ οὐ ζῶντος, εἰ δὲ φείδεσθε τῶν χειρῶν, ἀρκέσει τῶν ἐμῶν ἡ ἑτέρα λυθεῖσα πρᾶξαι τὸ ἔργον.
如果你们吝惜自己的手,那么松开我的其中一只手,就足够完成这件事了。
§17.5εἰ δὲ οὐ πιστεύετέ μοι ξίφος, ὑπορρίψατε τοῖς θηρίοις δεδεμένον.
如果你们不信任我、不给我剑,那就把被绑着的我扔给野兽。
καὶ ταῦτα πράξαντας ὑμᾶς ἀφίημι τῆς ἐπʼ ἐμοὶ δίκης ὡς ἄνδρας ὁσιωτάτους καὶ δικαιοτάτους περὶ τὸν αὑτῶν στρατηγὸν γενομένους.
如果你们这样做,我就免除你们对我的罪责,承认你们是对自己的将军最虔敬、最公正的人。 ”

词汇与语法注释

  1. 17.1εἰ παραλάβοι — 带有祈愿语气的条件从句。由于主句动词(ἐβουλεύσαντο)为历史时态,安提柯的承诺(“如果他接收”)在过去间接引语中转化为间接祈愿语气(oblique optative),用以表示原有的将来直陈或虚拟语气。
  2. 17.2ὡς ... διαλεξόμενος — 连词 ὡς 与将来分词(διαλεξόμενος)结合,表示主观目的或借口(“声称要商讨”)。它与前方的介词短语“非为哀求或求宽恕”(οὐκ εἰς δέησιν ἢ παραίτησιν)并列,皆用作表示目的的表达。
  3. 17.3ἐθελήσας ἂν ἔστησε — 分词 ἐθελήσας(起条件作用)与小词 ἂν 及不定过去时直陈语气(ἔστησε)结合,表示过去反事实或潜在的可能性(“即使安提柯想立,又怎能立起……”)。

引用这一段

普鲁塔克, 欧墨尼斯传 §17.1-17.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg041.humanitext-grc2:17.1-17.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。