Humanitext Reader

普鲁塔克 · 欧墨尼斯传 §16.1-16.6

银盾兵的阴谋与力战及安提柯夺取辎重

第 16 段,共 19 段 · 希腊语

内容简介

尤曼尼斯得知银盾兵将领的暗杀阴谋,销毁信件准备迎战。战斗中银盾兵以压倒性优势击碎安提柯的方阵,但安提柯利用沙尘和佩乌凯斯塔斯的懦弱,乘机夺取了敌军的全部辎重。

§16.1ἐν τούτῳ δὲ τῆς δυνάμεως περὶ τὸν Εὐμενῆ τὸ πλεῖστον ἠθροισμένον ἐθαύμαζε τὴν σύνεσιν αὐτοῦ, καὶ μόνον ἐκέλευεν ἄρχειν·
在此期间,集结在尤曼尼斯周围的大部分军队都惊叹于他的智慧,并要求由他独自指挥。
ἐφʼ ᾧ λυπούμενοι καὶ φθονοῦντες οἱ τῶν ἀργυρασπίδων ἡγεμόνες, Ἀντιγένης καὶ Τεύταμος, ἐπεβούλευον αὐτῷ, καὶ τοὺς πλείστους τῶν τε σατραπῶν καὶ τῶν στρατηγῶν συναγαγόντες ἐβουλεύοντο πότε χρὴ καὶ πῶς τὸν Εὐμενῆ διαφθεῖραι.
对此感到痛苦和嫉妒的银盾兵首领安提贞尼斯和特乌塔摩斯,便图谋陷害他,并召集了大部分总督和将领,商讨何时以及如何除掉尤曼尼斯。
§16.2συνδόξαν δὲ πᾶσιν ἀποχρήσασθαι πρὸς τὴν μάχην αὐτῷ, μετὰ δὲ τὴν μάχην εὐθὺς ἀνελεῖν Εὔδαμος ὁ τῶν ἐλεφάντων ἡγεμὼν καὶ Φαίδιμος ἐξαγγέλλουσι,ʼ, κρύφα τῷ Εὐμενεῖ τὰ δεδογμένα, διʼ εὔνοιαν μὲν οὐδεμίαν ἢ χάριν, εὐλαβούμενοι δὲ μὴ τῶν χρημάτων, ἃ δεδανείκεσαν αὐτῷ, στερηθῶσιν.
在众人一致决定在战斗中利用他、而战后立即将他除掉之后,战象指挥官欧达摩斯和派迪摩斯将这一决定暗中透露给尤曼尼斯,这并非出于任何善意或恩义,而是担心他们借给他的钱财会血本无归。
εὐμενὴς δὲ τούτους μὲν ἐπῄνεσεν, εἰς δὲ τὴν σκηνὴν ἀπελθών καὶ πρὸς τοὺς φίλους εἰπὼν ὡς ἐν πανηγύρει θηρίων ἀναστρέφοιτο, διαθήκας ἔγραψε καὶ τὰ γραμματεῖα κατέσχισε καὶ διέφθειρεν, οὐ βουλόμενος αὐτοῦ τελευτήσαντος ἐκ τῶν ἀπορρήτων αἰτίας καὶ συκοφαντήματα τοῖς γράψασι γενέσθαι.
尤曼尼斯称赞了他们,随后回到自己的帐篷,对朋友们说他仿佛生活在野兽的集会中。 接着他写下遗嘱,并撕毁和销毁了自己的信件,不希望在自己死后,这些机密信件给写信的人带来指控和诬告。
§16.3ταῦτα διοικησάμενος ἐβουλεύετο τὴν νίκην παρεῖναι τοῖς ἐναντίοις, ἢ φυγὼν διὰ Μηδίας καὶ Ἀρμενίας ἐμβαλεῖν εἰς Καππαδοκίαν.
处理完这些事务后,他考虑是将胜利拱手让给对手,还是穿过米底亚和亚美尼亚突入卡帕多西亚。
οὐδὲν δὲ κυρώσας τῶν φίλων παρόντων, ἀλλʼ ἐπὶ πολλὰ τῇ γνώμῃ πολυτρόπῳ παρὰ τὰς τύχας οὔσῃ κινήσας αὑτόν, ἐξέταττε τὴν δύναμιν, τοὺς μὲν Ἕλληνας καὶ τοὺς βαρβάρους παρορμῶν, ὑπὸ δὲ τῆς φάλαγγος καὶ τῶν ἀργυρασπίδων αὐτὸς παρακαλούμενος θαρρεῖν, ὡς οὐ δεξομένων τῶν πολεμίων.
他在朋友们面前没有做出任何决定,而是在面对命运时多方思量自己那变化多端的心智,随后他整顿军队,鼓舞希腊兵和蛮族兵,而他自己也受到方阵和银盾兵的鼓励,要他保持勇气,因为敌人绝无法抵挡他们。
§16.4καὶ γὰρ ἦσαν οἱ πρεσβύτατοι τῶν περὶ Φίλιππον καὶ Ἀλέξανδρον, ὥσπερ ἀθληταὶ πολέμων ἀήττητοι καὶ ἀπτῶτες εἰς ἐκεῖνο χρόνου, πολλοὶ μὲν ἑβδομήκοντα ἔτη γεγονότες, νεώτερος δὲ οὐδεὶς ἑξηκονταετοῦς.
因为他们是曾追随腓力和亚历山大的最年长者,犹如战争的勇士,直至那时仍保持不败且屹立不倒,许多人已年届七十,最年轻的也无一人低于六十岁。
διὸ καὶ τοῖς περὶ τὸν Ἀντίγονον ἐπιόντες ἐβόων· ἐπὶ τοὺς πατέρας ἁμαρτάνετε, ὦ κακαὶ κεφαλαί·
因此,当他们冲向安提柯的军队时,大声喊道:“你们这些坏胚子,是在对你们的父亲犯罪啊!
καὶ μετʼ ὀργῆς ἐμπεσόντες ὅλην ὁμοῦ τὴν φάλαγγα συνέτριψαν, οὐδενὸς ὑποστάντος αὐτούς, τῶν δὲ πλείστων ἐν χερσὶ διαφθαρέντων.
”他们怀着愤怒冲杀过去,一举击碎了整个方阵,无人能抵挡他们,大多数敌军都在近战中被歼灭。
§16.5ταύτῃ μὲν οὖν ὁ Ἀντίγονος ἡττᾶτο κατὰ κράτος, τοῖς δὲ ἱππεῦσιν ἐπεκράτει·
因此,安提柯在这一侧被正面力量彻底击败,但他却在骑兵上占了上风。
τοῦ δὲ Πευκέστου παντάπασιν ἐκλελυμένως καὶ ἀγεννῶς ἀγωνισαμένου καὶ τὴν ἀποσκευὴν ἔλαβε πᾶσαν, αὑτῷ τε νήφοντι χρησάμενος παρὰ τὰ δεινὰ καὶ τοῦ τόπου συνεργοῦντος.
由于佩乌凯斯塔斯的战斗极其懈怠和懦弱,安提柯夺取了他们的全部辎重,这既得益于他在危险面前保持了冷静,也得益于地形的协助。
§16.6ἀχανὲς γὰρ ἦν τὸ πεδίον, οὔτε βαθύτερον οὔτε ἀπόκροτον καὶ στερεόν, ἀλλὰ θινῶδες καὶ μεστὸν ἁλμυρίδος αὐχμηρᾶς, ἢ τοσούτων μὲν ἵππων τοσούτων δὲ ἀνθρώπων ξαινομένη δρόμοις ὑπὸ τὸν τῆς μάχης καιρόν ἐξήνθει κόνιν ὥσπερ ἄσβεστον, ἀπολευκαίνουσαν τὸν ἀέρα καὶ τὰς ὄψεις διαθολοῦσαν.
因为那片平原辽阔无垠,既没有深谷,也不崎岖坚硬,而是沙地且充满了干燥的盐碱。 在交战时,这么多马匹和这么多人的奔跑将盐碱地踏碎,扬起如同生石灰一般的尘土,使空气变白,遮蔽了视线。
ᾗ καὶ ῥᾴδιον λαθὼν ὁ Ἀντίγονος τῆς ἀποσκευῆς τῶν πολεμίων ἐκράτησε.
安提柯正是借此轻而易举地在未被察觉的情况下夺取了敌人的辎重。

词汇与语法注释

  1. §16.2συνδόξαν δὲ πᾶσιν — 这是一个宾格绝对(accusative absolute)结构。使用非人称动词 `συνδοκεῖ` 的中性单数不定过去分词 `συνδόξαν`,意为“在众人一致决定……之后”。
  2. §16.2ὡς ἐν πανηγύρει θηρίων ἀναστρέφοιτο — 接在 `ὡς` 之后的希求语气 `ἀναστρέφοιτο` 是间接引语中表示主观想法的斜格希求语气(oblique optative)。
  3. §16.3τῇ γνώμῃ πολυτρόπῳ παρὰ τὰς τύχας οὔσῃ κινήσας αὑτόν — 与格短语,用于表示 `κινήσας αὑτόν`(使自己动摇/思量)的方式或工具。分词 `οὔσῃ` 和形容词 `πολυτρόπῳ` 修饰 `τῇ γνώμῃ`(心智),表现了尤曼尼斯在面对命运变化(`παρὰ τὰς τύχας`)时,竭力运筹他那变幻多端的才智。
  4. §16.6ἄσβεστον — 该形容词本意为“不可熄灭的”或“源源不断的”,但在此处根据后文“使空气变白”(`ἀπολευκαίνουσαν τὸν ἀέρα`)的描述,应理解为指代“生石灰”一样的粉尘。

引用这一段

普鲁塔克, 欧墨尼斯传 §16.1-16.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg041.humanitext-grc2:16.1-16.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。