§13.1φεύγοντι δὲ Εὐμενεῖ γράμματα κομίζεται παρὰ τῶν ἐν Μακεδονίᾳ τὴν Ἀντιγόνου δεδοικότων αὔξησιν, Ὀλυμπιάδος μὲν παρακαλούσης ἐλθόντα τὸ Ἀλεξάνδρου παιδίον παραλαβεῖν καὶ τρέφειν ὡς ἐπιβουλευόμενον, Πολυσπέρχοντος δὲ καὶ Φιλίππου τοῦ βασιλέως κελευόντων Ἀντιγόνῳ πολεμεῖν τῆς ἐν Καππαδοκίᾳ δυνάμεως ἄρχοντα, καὶ τῶν ἐν Κουΐνδοις χρημάτων πεντακόσια μὲν τάλαντα λαβεῖν εἰς τὴν τῶν ἰδίων ἐπανόρθωσιν, εἰς δὲ τὸν πόλεμον ὁπόσοις βούλεται χρῆσθαι.
逃亡しているエウメネスのもとに、マケドニアにいてアンティゴノスの勢力伸長を恐れている者たちから手紙が届けられた。 すなわち、オリンピアスは彼に対し、やって来てアレクサンドロスの子を引き取り、命を狙われているその子を育てるようにと求め、ポリュスペルコンとフィリッポス王は、カッパドキアにある軍勢を率いてアンティゴノスと戦うよう命じ、さらにクインダにある資金から五百タラントンを彼自身の損失の回復のために受け取り、戦争のためには望むだけの資金を使用するようにと(命じたのである)。
§13.2περὶ δὲ τούτων καὶ Ἀντιγένει καὶ Τευτάμῳ τοῖς τῶν ἀργυρασπίδων ἡγουμένοις ἐγεγράφεισαν.
これらについては、銀楯兵の指揮官たちであるアンティゲネスとテウタモスにも書き送られていた。
ἐπεὶ δὲ λαβόντες ἐκεῖνοι τὰ γράμματα τῷ μὲν λόγῳ φιλανθρώπως ἐδέξαντο τὸν Εὐμενῆ, φθόνου δὲ καὶ φιλονεικίας ἐφαίνοντο μεστοί, δευτερεύειν ἀπαξιοῦντες ἐκείνῳ, τὸν μὲν φθόνον ὁ Εὐμενὴς ἐθεράπευε τῷ τὰ χρήματα μὴ λαβεῖν ὡς οὐδὲν δεόμενος,
しかし、彼らは手紙を受け取ると、言葉の上ではエウメネスを好意的に迎えたものの、彼の後塵を拝することをよしとせず、嫉妬と対抗心に満ちているように見えた。 そこでエウメネスは、自分は何も必要としていないと言って資金を受け取らないことで、その嫉妬を和らげた。
§13.3ταῖς δὲ φιλονεικίαις καὶ φιλαρχίαις αὐτῶν μήτε ἡγεῖσθαι δυναμένων μήτε ἕπεσθαι βουλομένων ἐπῆγε δεισιδαιμονίαν.
また、指揮することもできず従うことも望まない彼らの対抗心と支配欲に対して、彼は宗教的な恐れを導入した。
ἔφη γὰρ Ἀλέξανδρον αὐτῷ κατὰ τοὺς ὕπνους φανῆναι, καὶ δεῖξαί τινα σκηνὴν κατεσκευασμένην βασιλικῶς καὶ θρόνον ἐν αὐτῇ κείμενον·
というのも、彼はアレクサンドロスが夢の中に現れ、王にふさわしく設えられた天幕と、その中に置かれた玉座を自分に見せたと語ったからである。
εἶτα εἰπεῖν ὡς ἐνταῦθα συνεδρεύουσιν αὐτοῖς καὶ χρηματίζουσιν αὐτὸς παρέσται καὶ συνεφάψεται βουλῆς τε πάσης καὶ πράξεως ἀρχομένοις ἀπʼ αὐτοῦ, ταῦτα ῥᾳδίως ἔπεισε τὸν Ἀντιγένη καὶ τὸν Τεύταμον, οὔτε ἐκείνων βαδίζειν βουλομένων πρὸς αὐτόν, οὔτε αὐτὸς ἀξιῶν ἐπὶ θύραις ἑτέρων ὁρᾶσθαι.
そして、彼らがそこで合議し国務を執り行うとき、王自身が同席し、彼(王)から始まるすべての計画と行動を助けてくれるだろう、と(王が)言ったと語った。 これにより、彼はアンティゲネスとテウタモスを容易に納得させた。 彼らがエウメネスのもとへ赴くことを望まず、またエウメネス自身も他人の門前に姿を見せる(他人に従う)ことを良しとしなかったからである。
§13.4καὶ τιθέντες οὕτω σκηνὴν βασιλικὴν καὶ θρόνον Ἀλεξάνδρῳ καταπεφημισμένον ἐκεῖ συνεπορεύοντο βουλευόμενοι περὶ τῶν μεγίστων.
そして、彼らはそのようにして王の天幕とアレクサンドロスに捧げられた玉座を設け、そこで共に集まり、極めて重要な事柄について協議した。
ἐπεὶ δὲ προϊοῦσιν αὐτοῖς εἰς τὴν ἄνω χώραν ὁ Πευκέστας μετὰ τῶν ἄλλων σατραπῶν ἀπήντησε φίλος ὢν καὶ συνεμίξαντο τὰς δυνάμεις, πλήθει μὲν ὅπλων καὶ λαμπρότητι παρασκευῆς ἐπέρρωσαν τοὺς Μακεδόνας, αὐτοὶ δὲ ἀνάγωγοι ταῖς ἐξουσίαις καὶ μαλακοὶ ταῖς διαίταις γεγονότες μετὰ τὴν Ἀλεξάνδρου τελευτήν,
彼らが上部地方へと進むと、味方であるペウケスタスが他のサトラップたちと共に彼らを迎え、彼らは軍勢を合流させた。 彼らは武具の多さと装備の華麗さによってマケドニア兵たちを力づけたが、彼ら自身はアレクサンドロスの死後、権力によって我がままになり、贅沢な生活によって軟弱になっていた。
§13.5καὶ φρονήματα τυραννικὰ καὶ τεθραμμένα βαρβαρικαῖς ἀλαζονείαις ἐπὶ ταὐτὸ συνενεγκάμενοι, πρὸς μὲν ἀλλήλους βαρεῖς ἦσαν καὶ δυσάρμοστοι, τοὺς δὲ Μακεδόνας κολακεύοντες ἐκκεχυμένως καὶ καταχορηγοῦντες εἰς δεῖπνα καὶ θυσίας ὀλίγου χρόνου τὸ στρατόπεδον ἀσωτίας πανηγυριζούσης καταγώγιον ἐποίησαν καὶ δημαγωγούμενον ἐπὶ αἱρέσει στρατηγῶν ὄχλον, ὥσπερ ἐν ταῖς δημοκρατίαις.
また、異民族の傲慢さによって培われた専制的な自負心を一堂に持ち寄ったため、互いに対しては傲慢で協調を欠いていたが、マケドニア兵に対しては露骨にへつらい、宴会や犠牲祭のために惜しみなく支出した。 そのため、彼らは短期間のうちに、陣営を放蕩が祝祭を繰り広げる宿とし、民主政下のように将軍の選出をめぐって扇動される大衆にしてしまった。
§13.6αἰσθόμενος δὲ ὁ Εὐμενὴς αὐτοὺς ἀλλήλων μὲν καταφρονοῦντας, αὐτὸν δὲ φοβουμένους καὶ παραφυλάττοντας ἀνελεῖν, εἰ γένοιτο καιρός, ἐσκήψατο χρημάτων δεῖσθαι καὶ συνεδανείσατο τάλαντα πολλὰ παρὰ τῶν μάλιστα μισούντων αὐτόν, ἵνα καὶ πιστεύωσι καὶ ἀπέχωνται περὶ τῶν δανείων ἀγωνιῶντες·
エウメネスは、彼らが互いに軽蔑し合っている一方で、自分のことは恐れており、機会があれば殺そうと隙をうかがっているのを察知した。 そこで彼は、資金が必要であると装い、自分を最も憎んでいる者たちから多くのタラントンを借り集めた。 彼らが(エウメネスを)信頼し、また貸付金のことを心配して、彼を殺すのを控えるようにするためである。
ὥστε συνέβη τὸν ἀλλότριον πλοῦτον αὐτῷ φύλακα τοῦ σώματος ἔχειν, καὶ τῶν ἄλλων ἐπὶ σωτηρίᾳ διδόντων, μόνον ἐκ τοῦ λαβεῖν κτήσασθαι τὴν ἀσφάλειαν.
その結果、他人の富が彼の身の安全を守る警護者となることになり、他の人々が安全のためにお金を差し出すのに対し、彼だけは受け取ることによって安全を確保するという結果になった。