§13.1φεύγοντι δὲ Εὐμενεῖ γράμματα κομίζεται παρὰ τῶν ἐν Μακεδονίᾳ τὴν Ἀντιγόνου δεδοικότων αὔξησιν, Ὀλυμπιάδος μὲν παρακαλούσης ἐλθόντα τὸ Ἀλεξάνδρου παιδίον παραλαβεῖν καὶ τρέφειν ὡς ἐπιβουλευόμενον, Πολυσπέρχοντος δὲ καὶ Φιλίππου τοῦ βασιλέως κελευόντων Ἀντιγόνῳ πολεμεῖν τῆς ἐν Καππαδοκίᾳ δυνάμεως ἄρχοντα, καὶ τῶν ἐν Κουΐνδοις χρημάτων πεντακόσια μὲν τάλαντα λαβεῖν εἰς τὴν τῶν ἰδίων ἐπανόρθωσιν, εἰς δὲ τὸν πόλεμον ὁπόσοις βούλεται χρῆσθαι.
在尤曼尼斯逃亡之际,那些身在马其顿、惧怕安提柯势力膨胀的人给他送来了信件:奥林匹娅斯敦促他前去接管并抚养亚历山大的幼子,因为有人在暗中谋害他;而波留佩孔和国王腓力则命令他统帅卡帕多西亚的军队对安提柯作战,并从奎因达的财宝中取出五百塔兰托用于恢复他个人的损失,至于战争费用则可以尽其所需地使用。
§13.2περὶ δὲ τούτων καὶ Ἀντιγένει καὶ Τευτάμῳ τοῖς τῶν ἀργυρασπίδων ἡγουμένοις ἐγεγράφεισαν.
关于这些事情,他们也写信给了银盾兵的统帅安提根尼和泰乌塔莫斯。
ἐπεὶ δὲ λαβόντες ἐκεῖνοι τὰ γράμματα τῷ μὲν λόγῳ φιλανθρώπως ἐδέξαντο τὸν Εὐμενῆ, φθόνου δὲ καὶ φιλονεικίας ἐφαίνοντο μεστοί, δευτερεύειν ἀπαξιοῦντες ἐκείνῳ, τὸν μὲν φθόνον ὁ Εὐμενὴς ἐθεράπευε τῷ τὰ χρήματα μὴ λαβεῖν ὡς οὐδὲν δεόμενος,
然而,当他们收到信件时,虽然在言语上热情地接待了尤曼尼斯,但内心却显得充满了嫉妒和争胜之心,不愿屈居于他之下。 尤曼尼斯便以自己毫无需要为由拒绝接受那笔资金,从而平息了他们的嫉妒。
§13.3ταῖς δὲ φιλονεικίαις καὶ φιλαρχίαις αὐτῶν μήτε ἡγεῖσθαι δυναμένων μήτε ἕπεσθαι βουλομένων ἐπῆγε δεισιδαιμονίαν.
针对他们既不能领导又不愿意服从的争胜与权力欲,尤曼尼斯施加了一种宗教敬畏。
ἔφη γὰρ Ἀλέξανδρον αὐτῷ κατὰ τοὺς ὕπνους φανῆναι, καὶ δεῖξαί τινα σκηνὴν κατεσκευασμένην βασιλικῶς καὶ θρόνον ἐν αὐτῇ κείμενον· εἶτα εἰπεῖν ὡς ἐνταῦθα συνεδρεύουσιν αὐτοῖς καὶ χρηματίζουσιν αὐτὸς παρέσται καὶ συνεφάψεται βουλῆς τε πάσης καὶ πράξεως ἀρχομένοις ἀπʼ αὐτοῦ, ταῦτα ῥᾳδίως ἔπεισε τὸν Ἀντιγένη καὶ τὸν Τεύταμον, οὔτε ἐκείνων βαδίζειν βουλομένων πρὸς αὐτόν, οὔτε αὐτὸς ἀξιῶν ἐπὶ θύραις ἑτέρων ὁρᾶσθαι.
因为他声称亚历山大在梦中向他显现,并展示了一个陈设如皇家规格的帐篷,里面置有一个宝座;接着,亚历山大说,当他们在此集会、处理公务时,他自己将会临在,并亲自协助他们那一切始于他(亚历山大)的计划和行动。 这些话轻易说服了安提根尼和泰乌塔莫斯,因为他们既不想走到尤曼尼斯那里去,而尤曼尼斯自己也不屑于出入他人的门庭。
§13.4καὶ τιθέντες οὕτω σκηνὴν βασιλικὴν καὶ θρόνον Ἀλεξάνδρῳ καταπεφημισμένον ἐκεῖ συνεπορεύοντο βουλευόμενοι περὶ τῶν μεγίστων.
于是,他们按此设立了皇家帐篷和献给亚历山大的宝座,并在此共商极重大的事务。
ἐπεὶ δὲ προϊοῦσιν αὐτοῖς εἰς τὴν ἄνω χώραν ὁ Πευκέστας μετὰ τῶν ἄλλων σατραπῶν ἀπήντησε φίλος ὢν καὶ συνεμίξαντο τὰς δυνάμεις, πλήθει μὲν ὅπλων καὶ λαμπρότητι παρασκευῆς ἐπέρρωσαν τοὺς Μακεδόνας, αὐτοὶ δὲ ἀνάγωγοι ταῖς ἐξουσίαις καὶ μαλακοὶ ταῖς διαίταις γεγονότες μετὰ τὴν Ἀλεξάνδρου τελευτήν, §13.5καὶ φρονήματα τυραννικὰ καὶ τεθραμμένα βαρβαρικαῖς ἀλαζονείαις ἐπὶ ταὐτὸ συνενεγκάμενοι, πρὸς μὲν ἀλλήλους βαρεῖς ἦσαν καὶ δυσάρμοστοι, τοὺς δὲ Μακεδόνας κολακεύοντες ἐκκεχυμένως καὶ καταχορηγοῦντες εἰς δεῖπνα καὶ θυσίας ὀλίγου χρόνου τὸ στρατόπεδον ἀσωτίας πανηγυριζούσης καταγώγιον ἐποίησαν καὶ δημαγωγούμενον ἐπὶ αἱρέσει στρατηγῶν ὄχλον, ὥσπερ ἐν ταῖς δημοκρατίαις.
当他们向高地行进时,已成为盟友的佩乌凯斯塔斯与其他总督一同前来迎接,他们合并了军队。 这些总督以其庞大的兵力和华丽的装备极大地振奋了马其顿人,但他们自己自亚历山大死后,因手握大权而变得放纵,因生活奢华而变得软弱,他们还带着因蛮族式傲慢而滋长起来的专制自大汇聚一处,彼此之间难以相处且极不协调;但为了极力讨好马其顿人,他们不惜在宴会和祭祀上大肆挥霍,在极短时间内便将营地变成了纵情放荡的娱乐场所,把兵士们变成了一群如同在民主政体下因挑选将军而被煽动的乌合之众。
§13.6αἰσθόμενος δὲ ὁ Εὐμενὴς αὐτοὺς ἀλλήλων μὲν καταφρονοῦντας, αὐτὸν δὲ φοβουμένους καὶ παραφυλάττοντας ἀνελεῖν, εἰ γένοιτο καιρός, ἐσκήψατο χρημάτων δεῖσθαι καὶ συνεδανείσατο τάλαντα πολλὰ παρὰ τῶν μάλιστα μισούντων αὐτόν, ἵνα καὶ πιστεύωσι καὶ ἀπέχωνται περὶ τῶν δανείων ἀγωνιῶντες·
尤曼尼斯觉察到他们彼此轻视,却又害怕他,并伺机要除掉他。 于是他假装需要资金,向那些最恨他的人借了许多塔兰托,以便让他们既信任他,又因担心贷款而不敢加害于他。
ὥστε συνέβη τὸν ἀλλότριον πλοῦτον αὐτῷ φύλακα τοῦ σώματος ἔχειν, καὶ τῶν ἄλλων ἐπὶ σωτηρίᾳ διδόντων, μόνον ἐκ τοῦ λαβεῖν κτήσασθαι τὴν ἀσφάλειαν.
结果,他竟能以他人的财富来作为自己生命的护卫,在别人都为求安全而送出钱财时,唯独他仅凭收取钱财就换得了安全。