§12.1ἤδη δὲ τῆς πολιορκίας χρόνον λαμβανούσης Ἀντίγονος τεθνηκέναι πυνθανόμενος Ἀντίπατρον ἐν Μακεδονίᾳ, καὶ τεταράχθαι τὰ πράγματα Κασάνδρου καὶ Πολυσπέρχοντος διαφερομένων, οὐδὲν ἔτι μικρὸν ἐλπίζων, ἀλλὰ τῇ γνώμῃ τὴν ὅλην περιβαλλόμενος ἡγεμονίαν· ἐβούλετο τὸν Εὐμενῆ φίλον ἔχειν καὶ συνεργὸν ἐπὶ τὰς πράξεις, διὸ πέμψας Ἱερώνυμον ἐσπένδετο τῷ Εὐμενεῖ, προτείνας ὅρκον, ὃν ὁ Εὐμενὴς διορθώσας ἐπέτρεψεν ἐπικρῖναι τοῖς πολιορκοῦσιν αὐτὸν Μακεδόσι, πότερος εἴη δικαιότερος.
包囲が長引くと、アンティゴノスはマケドニアでアンティパトロスが死んだこと、そしてカッサンドロスとポリュスペルコンが対立して事態が混乱に陥ったことを知った。 彼はもはや小さなことは望まず、心の中では全覇権を手に入れようと考え、自分の企てのためにエウメネスを味方とし協力者にしたいと望んだ。 そこで彼は、ヒエロニュモスを派遣してエウメネスと和平を結ぼうとし、誓約の案を提示した。 しかしエウメネスは、その誓約を修正したうえで、自分を包囲しているマケドニア兵たちに、どちらがより公正であるかを判断させた。
§12.2Ἀντίγονος μὲν γὰρ ἀφοσιώσεως ἕνεκεν ἐν ἀρχῇ τῶν βασιλέων ἐπιμνησθείς τὸν λοιπὸν ὅρκον εἰς ἑαυτὸν ὥρκιζεν, Εὐμένης δὲ πρώτην μὲν ἐνέγραψε τοῖς ὅρκοις Ὀλυμπιάδα μετὰ τῶν βασιλέων, ἔπειτα ὤμνυεν οὐκ Ἀντιγόνῳ μόνον εὐνοήσειν οὐδʼ ἐκείνῳ τὸν αὐτὸν ἐχθρὸν ἕξειν καὶ φίλον, ἀλλὰ καὶ Ὀλυμπιάδι καὶ τοῖς βασιλεῦσιν.
というのも、アンティゴノスは形式的に、最初のところで王たちの名に言及したものの、誓約の残りの部分では自分自身に誓わせようとしたからである。 一方、エウメネスは、王たちとともにまずオリンピアスの名を誓約に書き加え、そのうえで、アンティゴノスに対してのみ忠誠を尽くし彼と同じ敵味方を持つと誓うだけでなく、オリンピアスや王たちに対してもそうすると誓った。
ὧν δικαιοτέρων φανέντων, οἱ Μακεδόνες ταῦθʼ ὁρκίσαντες τὸν Εὐμενῆ τὴν πολιορκίαν ἔλυσαν, καὶ πρὸς τὸν Ἀντίγονον ἀπέστελλον, ὅπως καὶ αὐτὸς ἀποδῷ τῷ Εὐμενεῖ τὸν ὅρκον.
これらの方がより公正であると思われたので、マケドニア兵たちはエウメネスにこの誓いを立てさせたうえで包囲を解き、アンティゴノス自身もエウメネスにこの誓いを返すようにと、アンティゴノスのもとへ使者を送った。
§12.3ἐν τούτῳ δὲ Εὐμενὴς ὅσους εἶχεν ἐν Νώροις τῶν Καππαδοκῶν ὁμήρους ἀπεδίδου, λαμβάνων ἵππους καὶ ὑποζύγια καὶ σκηνὰς παρὰ τῶν κομιζομένων, καὶ συνῆγε τῶν στρατιωτῶν ὅσοι διασπαρέντες ἀπὸ τῆς φυγῆς ἐπλανῶντο κατὰ τὴν χώραν, ὥστε περὶ αὐτὸν ἱππεῖς ὀλίγῳ τῶν χιλίων ἀποδέοντας γενέσθαι, μεθʼ ὧν ἐξελάσας ἔφυγεν, ὀρθῶς φοβηθεὶς τὸν Ἀντίγονον.
一方その間に、エウメネスはノラに留め置いていたカッパドキア人の人質をすべて返還し、彼らを引き取りに来た者たちから馬や荷獣や天幕を受け取った。 また、敗走の後に四散し、その地方をさまよっていた兵士たちを集め、彼の周りには1000人にわずかに満たない騎兵が集まることになった。 彼は彼らを率いて馬を駆って進み、逃亡した。 彼は当然にもアンティゴノスを恐れていたのである。
οὐ γὰρ μόνον ἐκεῖνον ἐκέλευσε πολιορκεῖν αὖθις περιτειχίσαντας, ἀλλὰ καὶ τοῖς Μακεδόσι πικρῶς ἀντέγραψε δεξαμένοις τοῦ ὅρκου τὴν διόρθωσιν.
なぜなら、アンティゴノスは、再び包囲壁を築いてエウメネスを包囲するよう命じただけでなく、誓約の修正を受け入れたマケドニア兵たちに対しても、激しい怒りの返書を送ったからである。