§9.1πρῶτον μὲν οὖν τὰ περὶ τὰς τάξεις καὶ τοὺς ὁπλισμοὺς φαύλως ἔχοντα τοῖς Ἀχαιοῖς ἐκίνησεν.
したがってまず、彼はアカイア人たちの間で、陣形と武具に関して不備のあった点を改めた。
ἐχρῶντο μὲν γὰρ θνρεοῖς μὲν εὐπετέσι διὰ λεπτότητα καὶ στενωτέροις τοῦ περιστέλλειν τὰ σώματα, δόρασι δὲ μικροτέροις πολὺ τῶν σαρισῶν καὶ διὰ τοῦτο πλῆκται καὶ μάχιμοι πόρρωθεν ἦσαν ὑπὸ κουφότητος, προσμίξαντες δὲ τοῖς πολεμίοις ἔλαττον εἶχον·
というのも、彼らは薄いために扱いやすいものの、身体を覆うには狭すぎる長盾を用い、また、サリサに比べてはるかに短い槍を用いていたからである。 このために、軽装であることから、彼らは遠くから打ち払い闘うのは得意であったが、敵と肉薄すると劣勢に立たされた。
§9.2εἶδος δὲ τάξεως καὶ σχήματος εἰς σπεῖραν οὐκ ἦν σύνηθες, φάλαγγι δὲ χρώμενοι μήτε προβολὴν ἐχούσῃ μήτε συνασπισμὸν ὡς ἡ Μακεδόνων, ῥᾳδίως ἐξεθλίβοντο καὶ διεσπῶντο.
また、小隊としての陣形や配置の形態には慣れておらず、マケドニア式のような、槍の突き出しも盾を重ねる密集もないファランクスを用いていたため、容易に押し出され、崩されていた。
ταῦτα ὁ Φιλοποίμην διδάξας ἔπεισεν αὐτοὺς ἀντὶ μὲν θυρεοῦ καὶ δόρατος ἀσπίδα λαβεῖν καὶ σάρισαν, κράνεσι δὲ καὶ θώραξι καὶ περικνημῖσι πεφραγμένους μόνιμον καὶ βεβηκυῖαν ἀντὶ δρομικῆς καὶ πελταστικῆς μάχην ἀσκεῖν.
フィロポイメンはこれらのことを説いて、長盾と槍の代わりに盾とサリサを取るよう彼らを説得した。 そして、兜と胸当てと脛当てで身を固め、機動力を重視した軽装兵式の戦闘の代わりに、踏みとどまり安定した戦闘を訓練するようにした。
§9.3πείσας δὲ καθοπλίσασθαι τοὺς ἐν ἡλικίᾳ πρῶτον μὲν ἐπῆρε θαρρεῖν ὡς ἀμάχους γεγονότας, ἔπειτα τὰς τρυφὰς αὐτῶν καὶ τὰς πολυτελείας ἄριστα μετεκόσμησεν.
そして、兵役に適した若者たちに重武装を施すよう説得すると、まず彼は、彼らが無敵の存在になったとして勇気を持たせるようにし、次いで、彼らの贅沢と浪費を最も見事な方法で転換させた。
ἀφελεῖν γὰρ οὐκ ἦν παντάπασιν ἐκ πολλοῦ νοσούντων τὸν κενὸν καὶ μάταιον ζῆλον, ἐσθῆτας ἀγαπώντων περιττάς στρωμνάς τε βαπτομένων ἁλουργεῖς καὶ περὶ δεῖπνα φιλοτιμουμένων καὶ τραπέζας.
というのも、久しく虚栄と無駄な情熱の病に冒されていた者たちから、それらを完全に取り除くことは不可能だったからである。 彼らは贅沢な衣服を愛し、寝具を紫に染め、晩餐や食卓を競い合っていた。
§9.4ὁ δὲ ἀρξάμενος ἐκτρέπειν ἀπὸ τῶν οὐκ ἀναγκαίων ἐπὶ τὰ χρήσιμα καὶ καλὰ τὴν φιλοκοσμίαν, ταχὺ πάντας ἔπεισε καὶ παρώρμησε τὰς καθʼ ἡμέραν περὶ σῶμα δαπάνας κολούσαντας ἐν ταῖς στρατιωτικαῖς καὶ πολεμικαῖς παρασκευαῖς διαπρεπεῖς ὁρᾶσθαι κεκοσμημένους.
しかし彼は、彼らの装飾癖を不要なものから有用で高貴なものへと向け直すことから始めて、身を飾るための日常の出費を切り詰め、軍事や戦争の備えにおいて目立って華やかに装った姿を見せるよう、速やかに全員を説得し、鼓舞した。
§9.5ἦν οὖν ἰδεῖν τὰ μὲν ἐργαστήρια μεστὰ κατακοπτομένων κυλίκων καὶ Θηρικλείων, χρυσουμένων δὲ θωράκων καὶ καταργυρουμένων θυρεῶν καὶ χαλινῶν, τὰ δὲ στάδια πώλων δαμαζομένων καὶ νεανίσκων ὁπλομαχούντων, ἐν δὲ ταῖς χερσὶ τῶν γυναικῶν κράνη καὶ πτερὰ βαφαῖς κοσμούμενα καὶ χιτώνων ἱππικῶν καὶ στρατιωτικῶν χλαμύδων διηνθισμένων·
したがって、仕事場は打ち壊されるカップやテリクレス風の杯で満ち、金箔を貼られる胸当てや、銀箔を貼られる盾や轡で満ち、練兵場は手懐けられる仔馬や、武具をつけて戦う若者たちで満ち、女性たちの手の中には、染料で飾られる兜や羽飾り、刺繍を施される騎兵用チュニックや軍用外套があるのを、目にすることができた。
§9.6ἡ δʼ ὄψις αὕτη τὸ θάρσος αὔξουσα καὶ παρακαλοῦσα τὴν ὁρμὴν ἐποίει φιλοπαράβολον καὶ πρόθυμον ἐπὶ τοὺς κινδύνους.
この光景は、彼らの勇気を高め、情熱を呼び覚まし、彼らを冒険を好み、危険に対して進んで立ち向かうようにさせた。
§9.7ἡ μὲν γὰρ ἐν τοῖς ἄλλοις θεάμασι πολυτέλεια τρυφὴν ἐπάγεται καὶ μαλακίαν ἐνδίδωσι τοῖς χρωμένοις, ὥσπερ ὑπὸ νυγμῶν καὶ γαργαλισμῶν τῆς αἰσθήσεως συνεπικλώσης τὴν διάνοιαν, ἡ δʼ εἰς τὰ τοιαῦτα ῥώννυσι καὶ μεγαλύνει τὸν θυμόν, ὥσπερ Ὅμηρος ἐποίησε τὸν Ἀχιλλέα τῶν καινῶν ὅπλων παρατεθέντων ἐγγὺς ὑπὸ τῆς ὄψεως οἷον ὀργῶντα καὶ φλεγόμενον πρὸς τὴν διʼ αὐτῶν ἐνέργειαν.
なぜなら、他の見世物における贅沢は怠惰をもたらし、それを用いる人々に軟弱さを植え付けるからである。 それはあたかも、感覚の刺激や疼きによって、精神がともに歪められ屈服させられるかのようである。 しかし、このようなものに対する贅沢は、気概を強め、大きくする。 それはあたかも、ホーメロスがアキレウスを描いたように、新しい武具が近くに置かれたときに、その光景によって、まるでそれらを用いた活動に向けて情熱をたぎらせ、燃え上がるかのようである。
οὕτω δὲ κοσμήσας τοὺς νέους ἐγύμναζε καὶ διεπόνει, ταῖς κινήσεσι προθύμως ὑπακούοντας καὶ φιλοτίμως.
このようにして若者たちを装わせた後、彼は彼らを訓練し、鍛え上げたが、彼らは熱心に、また競い合って運動に従った。
§9.8καὶ γὰρ ἡ τάξις θαυμαστῶς ἠγαπᾶτο ἄθραυστόν τι λαμβάνειν πύκνωμα δοκοῦσα, καὶ τὰ ὅπλα τοῖς σώμασιν ἐγίνετο χειροήθη καὶ κοῦφα, μεθʼ ἡδονῆς διὰ λαμπρότητα καὶ κάλλος ἁπτομένων καὶ φορούντων, ἐναγωνίσασθαί τε βουλομένων καὶ διακριθῆναι τάχιστα πρὸς τοὺς πολεμίους.
なぜなら、陣形は驚くほどに好まれたが、それは壊れがたい高密度を得ていると思われたからであり、また、その武具は身体に馴染んで軽く感じられ、その輝きと美しさのために喜びをもって手に取り、身にまとったからであり、そして、彼らは一刻も早く戦い、敵と決着をつけることを望んだからである。