§9.1πρῶτον μὲν οὖν τὰ περὶ τὰς τάξεις καὶ τοὺς ὁπλισμοὺς φαύλως ἔχοντα τοῖς Ἀχαιοῖς ἐκίνησεν.
因此,首先他改革了阿卡亚人在阵形和装备方面存在的弊端。
ἐχρῶντο μὲν γὰρ θνρεοῖς μὲν εὐπετέσι διὰ λεπτότητα καὶ στενωτέροις τοῦ περιστέλλειν τὰ σώματα, δόρασι δὲ μικροτέροις πολὺ τῶν σαρισῶν καὶ διὰ τοῦτο πλῆκται καὶ μάχιμοι πόρρωθεν ἦσαν ὑπὸ κουφότητος, προσμίξαντες δὲ τοῖς πολεμίοις ἔλαττον εἶχον·
因为他们所使用的长盾虽然因其轻薄而便于携带,但却过于狭窄以至于无法遮蔽身体;而长枪又远比萨里沙长矛短小;正因如此,由于装备轻便,他们在远距离交战时行动敏捷、善于战斗,但一旦与敌人短兵相接,便处于劣势。
§9.2εἶδος δὲ τάξεως καὶ σχήματος εἰς σπεῖραν οὐκ ἦν σύνηθες, φάλαγγι δὲ χρώμενοι μήτε προβολὴν ἐχούσῃ μήτε συνασπισμὸν ὡς ἡ Μακεδόνων, ῥᾳδίως ἐξεθλίβοντο καὶ διεσπῶντο.
此外,按小队编队的阵形和配置方式也非其所惯用,由于他们使用的方阵既没有像马其顿方阵那样的长矛前突,也没有盾牌紧扣的密集防御,因而极易被击溃和冲散。
ταῦτα ὁ Φιλοποίμην διδάξας ἔπεισεν αὐτοὺς ἀντὶ μὲν θυρεοῦ καὶ δόρατος ἀσπίδα λαβεῖν καὶ σάρισαν, κράνεσι δὲ καὶ θώραξι καὶ περικνημῖσι πεφραγμένους μόνιμον καὶ βεβηκυῖαν ἀντὶ δρομικῆς καὶ πελταστικῆς μάχην ἀσκεῖν.
菲洛波义曼向他们指出这些弊端后,说服他们用盾和萨里沙长矛取代原来的长盾与短枪,并让他们装备头盔、胸甲和胫甲,以此来操练稳固坚实、而非奔跑游击的轻盾兵式战斗。
§9.3πείσας δὲ καθοπλίσασθαι τοὺς ἐν ἡλικίᾳ πρῶτον μὲν ἐπῆρε θαρρεῖν ὡς ἀμάχους γεγονότας, ἔπειτα τὰς τρυφὰς αὐτῶν καὶ τὰς πολυτελείας ἄριστα μετεκόσμησεν.
在说服适龄青年完全武装起来之后,他首先鼓舞了他们的士气,使他们确信自己已变得无懈可击,接着,他以极佳的方式改变了他们的奢侈与铺张。
ἀφελεῖν γὰρ οὐκ ἦν παντάπασιν ἐκ πολλοῦ νοσούντων τὸν κενὸν καὶ μάταιον ζῆλον, ἐσθῆτας ἀγαπώντων περιττάς στρωμνάς τε βαπτομένων ἁλουργεῖς καὶ περὶ δεῖπνα φιλοτιμουμένων καὶ τραπέζας.
因为对于长期沉溺于这种虚荣和徒劳热情的病态之中的人们,想要将其完全根除是不可能的,因为他们热衷于华丽的衣着,将床铺染成紫色,并在晚宴和宴席上互相攀比。
§9.4ὁ δὲ ἀρξάμενος ἐκτρέπειν ἀπὸ τῶν οὐκ ἀναγκαίων ἐπὶ τὰ χρήσιμα καὶ καλὰ τὴν φιλοκοσμίαν, ταχὺ πάντας ἔπεισε καὶ παρώρμησε τὰς καθʼ ἡμέραν περὶ σῶμα δαπάνας κολούσαντας ἐν ταῖς στρατιωτικαῖς καὶ πολεμικαῖς παρασκευαῖς διαπρεπεῖς ὁρᾶσθαι κεκοσμημένους.
但他开始将他们对美饰的热爱从不必要的事物引向有用而高尚的事物,迅速说服并鼓舞了所有人削减日常用于自身的开销,而是在军事和战争的装备中展现出显赫华丽的装束。
§9.5ἦν οὖν ἰδεῖν τὰ μὲν ἐργαστήρια μεστὰ κατακοπτομένων κυλίκων καὶ Θηρικλείων, χρυσουμένων δὲ θωράκων καὶ καταργυρουμένων θυρεῶν καὶ χαλινῶν, τὰ δὲ στάδια πώλων δαμαζομένων καὶ νεανίσκων ὁπλομαχούντων, ἐν δὲ ταῖς χερσὶ τῶν γυναικῶν κράνη καὶ πτερὰ βαφαῖς κοσμούμενα καὶ χιτώνων ἱππικῶν καὶ στρατιωτικῶν χλαμύδων διηνθισμένων· §9.6ἡ δʼ ὄψις αὕτη τὸ θάρσος αὔξουσα καὶ παρακαλοῦσα τὴν ὁρμὴν ἐποίει φιλοπαράβολον καὶ πρόθυμον ἐπὶ τοὺς κινδύνους.
因此,人们可以看到作坊里塞满了被熔毁的杯盘和泰里克莱斯酒杯,以及正在镀金的胸甲、镀银的盾牌和马衔;而竞技场里则满是正在被驯服的幼马和正在进行武器格斗练习的青年;而在妇女们的手中,则是正在用染料装饰的头盔和羽饰,以及绣着花纹的骑兵短衣和军用斗篷;这一景象增强了他们的勇气,激发了他们的热忱,使他们乐于冒险并勇于面对危险。
§9.7ἡ μὲν γὰρ ἐν τοῖς ἄλλοις θεάμασι πολυτέλεια τρυφὴν ἐπάγεται καὶ μαλακίαν ἐνδίδωσι τοῖς χρωμένοις, ὥσπερ ὑπὸ νυγμῶν καὶ γαργαλισμῶν τῆς αἰσθήσεως συνεπικλώσης τὴν διάνοιαν, ἡ δʼ εἰς τὰ τοιαῦτα ῥώννυσι καὶ μεγαλύνει τὸν θυμόν, ὥσπερ Ὅμηρος ἐποίησε τὸν Ἀχιλλέα τῶν καινῶν ὅπλων παρατεθέντων ἐγγὺς ὑπὸ τῆς ὄψεως οἷον ὀργῶντα καὶ φλεγόμενον πρὸς τὴν διʼ αὐτῶν ἐνέργειαν.
因为在其他观瞻中的奢侈会引发放逸,并使享受者变得软弱,就好像心智随着感官的刺痛和发痒而一同屈服和软化一般;但投向此类事物的奢华却能强健并壮大心志,正如荷马在描写阿喀琉斯时,当崭新的武器被放置在身边,他一见之下,便好似浑身充满激情、燃烧起要使用它们去战斗的欲望。
οὕτω δὲ κοσμήσας τοὺς νέους ἐγύμναζε καὶ διεπόνει, ταῖς κινήσεσι προθύμως ὑπακούοντας καὶ φιλοτίμως.
如此装点青年人之后,他便训练和磨砺他们,而他们也极其热切、争先恐后地听从各种战术动作。
§9.8καὶ γὰρ ἡ τάξις θαυμαστῶς ἠγαπᾶτο ἄθραυστόν τι λαμβάνειν πύκνωμα δοκοῦσα, καὶ τὰ ὅπλα τοῖς σώμασιν ἐγίνετο χειροήθη καὶ κοῦφα, μεθʼ ἡδονῆς διὰ λαμπρότητα καὶ κάλλος ἁπτομένων καὶ φορούντων, ἐναγωνίσασθαί τε βουλομένων καὶ διακριθῆναι τάχιστα πρὸς τοὺς πολεμίους.
因为这种阵形确实极受欢迎,它似乎获得了一种牢不可破的紧密性,而且武器对他们的身体而言也变得得心应手、轻便自如,因其光亮与美观,他们带着喜悦去接触和佩戴它们,并渴望尽早与敌人交战、决一雌雄。