Humanitext Reader

プルタルコス · ピロポイメン伝 §10.1-10.8

マンティネイアの戦いとマハニダスの討伐

10 / 21 箇所 · ギリシア語

要旨

フィロポイメン率いるアカイア軍とラケダイモン人の僭主マハニダスとの戦闘が始まり、マハニダスが追撃に逸れて生じた隙を突いてフィロポイメンは敵の重装歩兵を壊滅させた。さらに退却しようとするマハニダスを一対一の死闘の末に討ち取り、この功績を讃えてデルポイに青銅像が建てられた。

§10.1ἦν δὲ τότε τοῖς Ἀχαιοῖς ὁ πρὸς Μαχανίδαν πόλεμος τὸν Λακεδαιμονίων τύραννον, ἀπὸ πολλῆς καὶ μεγάλης δυνάμεως ἐπιβουλεύοντα πᾶσι Πελοποννησίοις.
このときアカイア人たちにとって、ラケダイモン人の僭主マハニダスとの戦争が起きていた。 彼は多大で強大な軍事力に拠って、すべてのペロポネソス人に対して陰謀を企てていた。
ὡς οὖν εἰς τὴν Μαντίνειαν ἐμβεβληκὼς ἀπηγγέλθη, κατὰ τάχος ὁ Φιλοποίμην ἐξήγαγε τὴν στρατιὰν ἐπʼ αὐτόν, ἐγγὺς δὲ τῆς πόλεως παρετάξαντο πολλοῖς μὲν ξένοις ἑκάτεροι, πάσαις δὲ ὁμοῦ τι ταῖς πολιτικαῖς δυνάμεσι.
そこで、彼がマンティネイアに侵入したと報告されると、フィロポイメンは速やかに軍を率いて彼に対して出撃し、都市の近くで双方が多くの傭兵と、ほぼすべての市民軍を配備して陣を敷いた。
§10.2γενομένου δὲ τοῦ ἀγῶνος ἐν χερσίν, ὁ Μαχανίδας τοῖς ξένοις τοὺς τῶν Ἀχαιῶν προτεταγμένους ἀκοντιστὰς καὶ Ταραντίνους τρεψάμενος ἀντὶ τοῦ χωρεῖν εὐθὺς ἐπὶ τοὺς μαχομένους καὶ παραρρηγνύναι τὸ συνεστηκός ἐξέπεσε διώκων καὶ παρήλλαξε τὴν φάλαγγα τῶν Ἀχαιῶν ἐν τάξει μενόντων.
戦闘が白兵戦になると、マハニダスは自身の傭兵たちを率いて、アカイア人の前衛である槍投げ兵とタラス人を敗走させたが、直ちに交戦中の部隊に向かって進んで組織されていた主力部隊を寸断する代わりに、追撃に夢中になって戦場から逸れ、整然と隊列を維持していたアカイア人のファランクスを素通りしてしまった。
§10.3ὁ δὲ Φιλοποίμην τηλικούτου πταίσματος ἐν ἀρχῇ γενομένου καὶ τῶν πραγμάτων ἀπολωλέναι κομιδῇ καὶ διεφθάρθαι δοκούντων, τοῦτο μὲν ὅμως προσεποιεῖτο παρορᾶν καὶ μηδὲν ἡγεῖσθαι δεινόν, κατιδὼν δὲ τοὺς πολεμίους, ὅσον ἡμάρτανον ἐν τῇ διώξει, τῆς φάλαγγος ἀπορρηγνυμένους καὶ κενὴν χώραν διδόντας, οὐκ ἀπήντησεν οὐδʼ ἐνέστη φερομένοις αὐτοῖς ἐπὶ τοὺς φεύγοντας,
しかしフィロポイメンは、戦闘の初期にこのような大失策が生じ、事態が完全に失われ破滅したかのように思われたにもかかわらず、それでもこれを見過ごし、何ら恐ろしいことではないかのように装った。 そして、敵が追撃においていかに大きな過ちを犯しているか、すなわち彼らがファランクスから切り離され、隙だらけの空間を作っているのを見届けると、逃げる者たちに向かって突進していく彼らを迎え撃つことも、遮ることもあえてしなかった。
§10.4ἀλλʼ ἐάσας παρελθεῖν καὶ διάσπασμα ποιῆσαι μέγα πρὸς τοὺς ὁπλίτας εὐθὺς ἦγε τῶν Λακεδαιμονίων, ὁρῶν τὴν φάλαγγα γυμνὴν ἀπολελειμμένην, καὶ κατὰ κέρας παραδραμὼν ἐνέβαλε, μήτε ἄρχοντος αὐτοῖς παρόντος μήτε μάχεσθαι προσδεχομένοις·
むしろ、彼らが通り過ぎて重装歩兵の部隊に対して大きな隙間を作るに任せ、ラケダイモン人の重装歩兵たちへと直ちに自軍を率いた。 彼らのファランクスが無防備に取り残されているのを見たからである。 そして、その側面に沿って駆け抜けて突撃した。 彼らには指揮官も居合わせず、また戦うことも予想していなかったからである。
νικᾶν γὰρ ἡγοῦντο καὶ κρατεῖν παντάπασι, διώκοντα τὸν Μαχανίδαν ὁρῶντες.
というのも、彼らはマハニダスが追撃しているのを見て、自分たちが完全に勝利し圧倒していると考えていたのである。
§10.5ὠσάμενος δὲ τούτους φόνῳ πολλῷ λέγονται γὰρ ὑπὲρ τοὺς τετρακισχιλίους ἀποθανεῖν ὥρμησεν ἐπὶ τὸν Μαχανίδαν ἐκ τῆς διώξεως ἀναστρέφοντα μετὰ τῶν ξένων, τάφρου δὲ μεγάλης καὶ βαθείας ἐν μέσῳ διειργούσης, παρεξήλαυνον ἀλλήλοις ἑκατέρωθεν, ὁ μὲν διαβῆναι καὶ φυγεῖν, ὁ δὲ τοῦτο κωλῦσαι βουλόμενος.
彼は多大な殺戮をもってこれらを圧倒し(実際、四千人以上が戦死したと言われている)、傭兵たちを率いて追撃から引き返してくるマハニダスへと突進した。 しかし、大きくて深い堀がその中間に立ち塞がっていたため、双方は堀のこちら側とあちら側から並んで馬を走らせた。 一方は堀を越えて逃れようとし、他方はこれを阻止しようと望んだのである。
§10.6ἦν δὲ ὄψις οὐχ ὡς στρατηγῶν μαχομένων, ἀλλʼ ὥσπερ θηρίῳ πρὸς ἀλκὴν ὑπʼ ἀνάγκης τρεπομένῳ δεινοῦ κυνηγέτου τοῦ Φιλοποίμενος συνεστῶτος,, ἔνθα ὁ μὲν ἵππος τοῦ τυράννου ῥωμαλέος ὢν καὶ θυμοειδὴς καὶ τοῖς μύωψιν αἱμαχθεὶς ἑκατέρωθεν ἐπετόλμησε τῇ διαβάσει, καὶ προσβαλὼν τῇ τάφρῳ τὸ στῆθος ἐβιάζετο τοῖς προσθίοις πέραν ἐρείσασθαι σκέλεσιν.
その光景は、将軍同士が戦っているというよりは、むしろ必然的に力に頼って反撃せざるを得なくなった野獣に対して、恐るべき猟師であるフィロポイメンが立ち向かっているかのようであった。 そこで、僭主の馬は頑強で気性が荒く、両脇腹を拍車で血に染めながら、果敢にも堀を飛び越えようとし、堀に胸をぶつけながら、前脚を対岸にかけようと力に任せて努めた。
§10.7ἐν δὲ τούτῳ Σιμίας καὶ Πολύαινος, οἵπερ ἀεὶ τῷ Φιλοποίμενι παρῆσαν μαχομένῳ καὶ συνήσπιζον, ὁμοῦ προσήλαυνον ἀμφότεροι τὰς αἰχμὰς κλίναντες ἐναντίας, φθάνει δὲ αὐτοὺς ὁ Φιλοποίμην ἀπαντήσας τῷ Μαχανίδᾳ, καὶ τὸν ἵππον αὐτοῦ μετεωρίζοντα τὴν κεφαλὴν πρὸ τοῦ σώματος ὁρῶν μικρὸν ἐνέκλινε τὸν ἴδιον, καὶ διαλαβὼν τὸ ξυστὸν ἐκ χειρὸς ὠθεῖ καὶ περιτρέπει τὸν ἄνδρα συνεπερείσας.
このとき、常にフィロポイメンの傍らで戦い、盾を並べていたシミアスとポリュアイノスが、ともに槍の矛先を相手に向けて馬を走らせてきた。 しかし、フィロポイメンは彼らに先んじてマハニダスに立ち向かった。 そして、彼の馬が身体の前で頭を高く上げているのを見ると、自分の馬を少し横に逸らし、槍を手にしっかりと握り直して突き出し、体重を乗せてその男を突き落とし、転倒させた。
§10.8τοῦτο ἔχων τὸ σχῆμα χαλκοῦς ἐν Δελφοῖς ἕστηκεν ὑπὸ τῶν Ἀχαιῶν θαυμασάντων μάλιστα καὶ τὴν πρᾶξιν αὐτοῦ καὶ τὴν στρατηγίαν ἐκείνην.
アカイア人たちは、彼のこの行為とその時の見事な将帥としての手腕をこの上なく称賛し、デルポイにこの姿勢の彼の青銅像を建立した。

語釈・文法注

  1. 10.2ἐξέπεσε διώκων — 動詞 `ἐκπίπτω`(それる、逸脱する)に現在分詞 `διώκων`(追撃しながら)が組み合わさり、追撃に夢中になるあまり本来の戦場から外れてしまうという「過剰な行動」や「逸脱」のニュアンスを表している。
  2. 10.4μήτε ἄρχοντος αὐτοῖς παρόντος μήτε μάχεσθαι προσδεχομένοις — 属格絶対構造の `ἄρχοντος παρόντος`(指揮官が居合わせない)と、代名詞与格 `αὐτοῖς` を修飾する分詞 `προσδεχομένοις`(予期していない)という、異なる格構造が接続詞 `μήτε... μήτε...` を介して非対称に並列されている。
  3. 10.6ὥσπερ θηρίῳ πρὸς ἀλκὴν ὑπʼ ἀνάγκης τρεπομένῳ δεινοῦ κυνηγέτου τοῦ Φιλοποίμενος συνεστῶτος — `δεινοῦ κυνηγέτου τοῦ Φιλοποίμενος συνεστῶτος` は属格絶対構造。自動詞の分詞 `συνεστῶτος`(立ち向かっている、対峙している)は与格を支配するため、与格名詞句 `θηρίῳ ... τρεπομένῳ` にかかっており、「野生の獣に対して猟師フィロポイメンが対峙している」という構図を示す。
  4. 10.7φθάνει δὲ αὐτοὺς ὁ Φιλοποίμην ἀπαντήσας — 動詞 `φθάνω`(先んじる、先手を打つ)が対格(`αὐτοὺς`)と分詞(`ἀπαντήσας`)を伴い、「彼らに先んじて立ち向かった」という「〜するより早く〜した」という意味を表す慣用的な構文。

この箇所を引用する

プルタルコス, ピロポイメン伝 §10.1-10.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg027.humanitext-grc2:10.1-10.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。