§6.1ἐπεὶ δὲ Ἀντίγονος ὁ βασιλεὺς βοηθῶν ἐπὶ τὸν Κλεομένην μετὰ τῶν Ἀχαιῶν ἐστράτευσε, καὶ τὰς περὶ Σελλασίαν ἄκρας καὶ τὰς ἐμβολὰς κατέχοντος αὐτοῦ παρέταξε τὴν δύναμιν ἐγγύς ἐπιχειρεῖν καὶ βιάζεσθαι διανοούμενος, ἦν μὲν ἐν τοῖς ἱππεῦσι μετὰ τῶν ἑαυτοῦ πολιτῶν τεταγμένος ὁ Φιλοποίμην, καὶ παραστάτας εἶχεν Ἰλλυριούς, οἷς τὰ λήγοντα τῆς παρατάξεως συνεπέφρακτο πολλοῖς οὖσι καὶ μαχίμοις.
さて、アンティゴノス王がアカイア同盟とともに、クレオメネスに対抗して救援の兵を起こしたとき、クレオメネスがセラシア近辺の山頂や進入路を占領していたため、王はその近くに軍勢を整列させ、攻撃して力づくで突破しようと考えた。 フィロポイメンは自国の市民たちとともに騎兵隊の中に配されており、隣にはイリュリア人たちが陣取っていた。 彼らによって戦列の端がともに守られていたが、彼らは多人数で戦闘に長けていた。
§6.2εἴρητο δὲ αὐτοῖς ἐφεδρεύουσιν ἡσυχίαν ἔχειν ἄχρι ἂν ἀπὸ θατέρου κέρως ὑπὸ τοῦ βασιλέως ἀρθῇ φοινικὶς ὑπὲρ σαρίσης διατεταμένη.
予備兵力として控える彼らには、もう一方の翼から王によってサリサの上に引き伸ばされた紅い外套が掲げられるまでは、静穏を保つよう命じられていた。
τῶν δὲ ἡγεμόνων τοῖς Ἰλλυριοῖς πειρωμένων ἐκβιάζεσθαι τοὺς Λακεδαιμονίους, καὶ τῶν Ἀχαιῶν, ὥσπερ προσετέτακτο, τὴν ἐφεδρείαν ἐν τάξει διαφυλαττόντων, Εὐκλείδας ὁ τοῦ Κλεομένους ἀδελφὸς καταμαθὼν τὸ γινόμενον διάσπασμα περὶ τοὺς πολεμίους ταχὺ τοὺς ἐλαφροτάτους τῶν ψιλῶν περιέπεμψεν, ἐξόπισθεν τοῖς Ἰλλυριοῖς ἐπιπεσεῖν κελεύσας καὶ περισπᾶν ἐρήμους τῶν ἱππέων ἀπολελειμμένους.
しかし、指揮官たちがイリュリア人たちを率いてラケダイモン人たちを押し出そうと試み始め、アカイア人たちが命じられていた通りにその予備の陣形を秩序正しく維持していたとき、クレオメネスの兄弟であるエウクレイダスは、敵側の陣に生じた亀裂に気づき、すぐに軽装兵の中で最も身軽な者たちを迂回させ、イリュリア人たちの背後から襲いかかり、騎兵たちから孤立して残された彼らを混乱に陥れるよう命じた。
§6.3γινομένων δὲ τούτων καὶ τῶν ψιλῶν τοὺς Ἰλλυριοὺς περισπώντων καὶ διαταραττόντων, συνιδὼν ὁ Φιλοποίμην οὐ μέγα ὂν ἔργον ἐπιθέσθαι τοῖς ψιλοῖς καὶ τὸν καιρὸν ὑφηγούμενον τοῦτο, πρῶτον μὲν ἔφραζε τοῖς βασιλικοῖς, ὡς δὲ οὐκ ἔπειθεν, ἀλλὰ μαίνεσθαι δοκῶν κατεφρονεῖτο, οὐδέπω μεγάλης οὐδὲ ἀξιοπίστου πρὸς τηλικοῦτο στρατήγημα δόξης περὶ αὐτὸν οὔσης, αὐτὸς ἐμβάλλει συνεπισπασάμενος τοὺς πολίτας.
このような事態になり、軽装兵たちがイリュリア人たちを混乱させ、動揺させていたとき、フィロポイメンは軽装兵を攻撃することは大した仕事ではなく、好機がこれを促していることを見て取った。 彼はまず王の将軍たちに告げたが、説得することはできず、むしろ狂っていると思われて軽蔑された。 彼については、これほど大きな計略を実行するに足る大きな評判も、信頼される実績もまだなかったからである。 そこで、彼は自ら同胞の市民たちを率いて突撃を敢行した。
§6.4γενομένης δὲ ταραχῆς τὸ πρῶτον, εἶτα φυγῆς καὶ φόνου πολλοῦ τῶν ψιλῶν, βουλόμενος ἔτι μᾶλλον ἐπιρρῶσαι τοὺς βασιλικοὺς καὶ προσμῖξαι κατὰ τάχος θορυβουμένοις τοῖς πολεμίοις τὸν μὲν ἵππον ἀφῆκεν, αὐτὸς δὲ πρὸς χωρία σκολιὰ καὶ μεστὰ ῥείθρων καὶ φαράγγων πεζὸς ἐν ἱππικῷ θώρακι καὶ σκευῇ βαρυτέρᾳ χαλεπῶς καὶ ταλαιπώρως ἁμιλλώμενος διελαύνεται διαμπερὲς ὁμοῦ τοὺς μηροὺς ἑκατέρους ἑνὶ μεσαγκύλῳ, καιρίας μὲν οὐ γενομένης, ἰσχυρᾶς δὲ τῆς πληγῆς, ὥστε τὴν αἰχμὴν ἐπὶ θάτερα διῶσαι.
最初に混乱が生じ、次いで軽装兵たちの敗走と多大なる殺戮が起こると、フィロポイメンは王の軍勢をさらに力づけ、動揺している敵へと迅速に突撃させたいと考え、乗っていた馬を放した。 そして、彼自身は歩兵となり、起伏が激しく急流や谷に満ちた地形を、騎兵用の胸当てと重い装備をまとって困難かつ苦難のうちに進みながら、一本の投げ槍によって両方の腿を同時に根こそぎ貫かれた。 致命傷には至らなかったものの、傷は深く、槍の尖先が反対側へ突き抜けるほどであった。
§6.5τὸ μὲν οὖν πρῶτον ἐνσχεθεὶς ὥσπερ δεσμῷ παντάπασιν ἀπόρως εἶχε·
それゆえ、最初はまるで枷に繋がれたように完全に身動きが取れなくなった。
τὸ γὰρ ἔναμμα τῆς ἀγκύλης χαλεπὴν ἐποίει τοῦ ἀκοντίσματος ἀνελκομένου διὰ τῶν τραυμάτων τὴν πάροδον·
というのも、紐の結び目が、傷口から投げ槍を引き抜く際にその通過を困難にしていたからである。
ὡς δὲ ὤκνουν οἱ παρόντες ἅψασθαι καὶ τῆς μάχης ἀκμὴν ὀξεῖαν ἐχούσης ἐσφάδαζεν ὑπὸ θυμοῦ καὶ φιλοτιμίας πρὸς τὸν ἀγῶνα, τῇ παραβάσει καὶ τῇ παραλλάξει τῶν σκελῶν διὰ μέσου κλάσας τὸ ἀκόντισμα χωρὶς ἐκέλευσεν ἑλκύσαι τῶν ἀγμάτων ἑκάτερον.
そばにいる者たちが手を触れるのをためらい、また戦闘が激しい絶頂に達していたため、彼は戦いへの怒りと闘志によって身をよじり、両脚を交互に広げて動かすことで、投げ槍を真ん中からへし折り、そばの者たちに折れた破片をそれぞれ別々に引き抜くよう命じた。
§6.6οὕτω δὲ ἀπαλλαγεὶς καὶ σπασάμενος τὸ ξίφος ἐχώρει διὰ τῶν προμάχων ἐπὶ τοὺς πολεμίους, ὥστε πολλὴν προθυμίαν καὶ ζῆλον ἀρετῆς παρασχεῖν τοῖς ἀγωνιζομένοις.
こうして自由の身となり、剣を引き抜くと、彼は前線の戦士たちをかき分けて敵へと進み、戦う者たちに大いなる熱意と徳への競争心を奮い起こさせた。
νικήσας οὖν ὁ Ἀντίγονος ἀπεπειρᾶτο τῶν Μακεδόνων, ἐρωτῶν διὰ τί, μὴ κελεύσαντος αὐτοῦ, τὸ ἱππικὸν ἐκίνησαν.
こうして勝利を収めたアンティゴノスは、マケドニア人たちの真意を試そうと、なぜ自分の命令なしに騎兵隊を動かしたのかと尋ねた。
§6.7τῶν δὲ ἀπολογουμένων ὡς παρὰ γνώμην βιασθεῖεν εἰς χεῖρας ἐλθεῖν τοῖς πολεμίοις μειρακίου Μεγαλοπολιτικοῦ προεμβαλόντος, γελάσας ὁ Ἀντίγονος
ἐκεῖνο τοίνυν τὸ μειράκιον,
εἶπεν,
ἔργον ἡγεμόνος μεγάλου πεποίηκεν.
彼らが、メガロポリスの一人の若者が先頭に立って突撃したために、不本意ながらも敵と交戦せざるを得なかったのだと弁明すると、アンティゴノスは笑って言った。 「それでは、あの若者が、偉大な将軍のなすべき働きをしたのだな」と。