§5.1ἤδη δὲ αὐτοῦ τριάκοντα ἔτη γεγονότος Κλεομένης ὁ βασιλεὺς Λακεδαιμονίων νυκτὸς ἐξαίφνης προσπεσὼν τῇ Μεγάλῃ πόλει καὶ τὰς φυλακὰς βιασάμενος ἐντὸς παρῆλθε καὶ τήν ἀγορὰν κατέλαβεν.
彼が既に三十歳になっていたとき、スパルタの王クレオメネスが夜間に突如メガロポリスを急襲し、守備隊を突破して内部に侵入し、広場を占領した。
ἐκβοηθήσας δὲ Φιλοποίμην τοὺς μὲν πολεμίους οὐ κατίσχυσεν ἐξελάσαι, καίπερ ἐρρωμένως καὶ παραβόλως διαγωνισάμενος, τοὺς δὲ πολίτας τρόπον τινὰ τῆς πόλεως ἐξέκλεψε, προσμαχόμενος τοῖς ἐπιδιώκουσι καὶ τὸν Κλεομένην περισπῶν ἐφʼ ἑαυτόν, ὡς χαλεπῶς καὶ μόλις ὕστατος ἀπελθεῖν, ἀποβαλὼν τὸν ἵππον καὶ τραυματίας γενόμενος.
救援に駆けつけたフィロポイメンは、敵を追い出すことには成功しなかったが(力強くかつ無謀なほどに戦ったものの)、追撃してくる者たちに立ち向かって戦い、クレオメネスの注意を自分自身へと引きつけることによって、ある意味で市民たちを都市から逃れさせた。 その結果、彼は馬を失い、負傷しながらも、辛うじて、かつやっとのことで最後尾となって退却した。
§5.2ἐπεὶ δὲ προσέπεμψεν αὐτοῖς ὁ Κλεομένης εἰς Μεσσήνην ἀπελθοῦσι τήν τε πόλιν μετὰ τῶν χρημάτων ἀποδιδοὺς καὶ τήν χώραν, ὁρῶν ὁ Φιλοποίμην τοὺς πολίτας ἀσμένως δεχομένους καὶ σπεύδοντας ἐπανελθεῖν ἐνέστη καὶ διεκώλυσε τῷ λόγῳ, διδάσκων ὡς οὐκ ἀποδίδωσι τήν πόλιν Κλεομένης, προσκτᾶται δὲ τοὺς πολίτας ἐπὶ τῷ καὶ τήν πόλιν ἔχειν βεβαιότερον οὐ γὰρ ἕξειν αὐτόν ὅπως οἰκίας καὶ τείχη κενὰ φυλάξει καθήμενος, ἀλλὰ καὶ τούτων ὑπʼ ἐρημίας ἐκπεσεῖσθαι.
メッセネに退避した市民たちに、クレオメネスが使者を送り、財産とともに都市と領土を返還すると申し出たとき、市民たちが喜んでこれを受け入れ、帰還を急ごうとしているのを見て、フィロポイメンは立ちふさがり、演説によってこれを阻止した。 すなわち、クレオメネスは都市を返還しているのではなく、むしろ都市をもより確実に保持するために市民たちをも獲得しようとしているのだと説いたのである。 というのも、彼にはそこに留まって空っぽの家々や城壁を守る術はなく、それらからも無人のために退去せざるを得なくなるだろうからである。
ταῦτα λέγων τοὺς μὲν πολίτας ἀπέτρεψε, τῷ δὲ Κλεομένει πρόφασιν παρέσχε λυμήνασθαι καὶ καταβαλεῖν τὰ πλεῖστα τῆς πόλεως καὶ χρημάτων εὐπορήσαντι μεγάλων ἀπελθεῖν.
こう語って、彼は市民たちを思いとどまらせたが、一方でクレオメネスに対しては、都市の大部分を破壊して取り壊し、莫大な財産を手に入れて立ち去る口実を与えることになった。