Humanitext Reader

普鲁塔克 · 菲洛皮门传 §6.1-6.7

塞拉西亚战役中的奋战与赞誉

第 6 段,共 21 段 · 希腊语

内容简介

在塞拉西亚战役中,菲洛波义曼不顾将领们的迟疑,毅然率众冲锋,并在双腿被投枪贯穿后仍坚持战斗,最终赢得了安提柯国王如同伟大将领般的极高赞誉。

§6.1ἐπεὶ δὲ Ἀντίγονος ὁ βασιλεὺς βοηθῶν ἐπὶ τὸν Κλεομένην μετὰ τῶν Ἀχαιῶν ἐστράτευσε, καὶ τὰς περὶ Σελλασίαν ἄκρας καὶ τὰς ἐμβολὰς κατέχοντος αὐτοῦ παρέταξε τὴν δύναμιν ἐγγύς ἐπιχειρεῖν καὶ βιάζεσθαι διανοούμενος, ἦν μὲν ἐν τοῖς ἱππεῦσι μετὰ τῶν ἑαυτοῦ πολιτῶν τεταγμένος ὁ Φιλοποίμην, καὶ παραστάτας εἶχεν Ἰλλυριούς, οἷς τὰ λήγοντα τῆς παρατάξεως συνεπέφρακτο πολλοῖς οὖσι καὶ μαχίμοις.
当安提柯国王率领阿卡亚人前来支援并对克勒奥墨涅斯用兵时,由于后者占领了塞拉西亚一带的山顶和通道,国王将他的军队布置在附近,意图进行攻击并强行突破。 菲洛波义曼与他的同胞市民们一起被安置在骑兵中,他身旁是伊利里亚人,战斗列的边缘由他们共同拱卫,他们人数众多且骁勇善战。
§6.2εἴρητο δὲ αὐτοῖς ἐφεδρεύουσιν ἡσυχίαν ἔχειν ἄχρι ἂν ἀπὸ θατέρου κέρως ὑπὸ τοῦ βασιλέως ἀρθῇ φοινικὶς ὑπὲρ σαρίσης διατεταμένη.
这些留作预备队的人接到命令,要求他们保持静默,直到国王在另一翼将一件伸展在萨里沙长枪上的红色外套升起。
τῶν δὲ ἡγεμόνων τοῖς Ἰλλυριοῖς πειρωμένων ἐκβιάζεσθαι τοὺς Λακεδαιμονίους, καὶ τῶν Ἀχαιῶν, ὥσπερ προσετέτακτο, τὴν ἐφεδρείαν ἐν τάξει διαφυλαττόντων, Εὐκλείδας ὁ τοῦ Κλεομένους ἀδελφὸς καταμαθὼν τὸ γινόμενον διάσπασμα περὶ τοὺς πολεμίους ταχὺ τοὺς ἐλαφροτάτους τῶν ψιλῶν περιέπεμψεν, ἐξόπισθεν τοῖς Ἰλλυριοῖς ἐπιπεσεῖν κελεύσας καὶ περισπᾶν ἐρήμους τῶν ἱππέων ἀπολελειμμένους.
然而,当伊利里亚人的指挥官们企图强攻拉刻代蒙人,而阿卡亚人如先前所命令的那样,井然有序地坚守其预备队位置时,克勒奥墨涅斯的兄弟欧克莱达斯察觉到了敌军阵中出现的裂隙,迅速派遣最轻装的轻兵绕道,命令他们从后方袭击伊利里亚人,使这些与骑兵分离而落单的人陷入混乱。
§6.3γινομένων δὲ τούτων καὶ τῶν ψιλῶν τοὺς Ἰλλυριοὺς περισπώντων καὶ διαταραττόντων, συνιδὼν ὁ Φιλοποίμην οὐ μέγα ὂν ἔργον ἐπιθέσθαι τοῖς ψιλοῖς καὶ τὸν καιρὸν ὑφηγούμενον τοῦτο, πρῶτον μὲν ἔφραζε τοῖς βασιλικοῖς, ὡς δὲ οὐκ ἔπειθεν, ἀλλὰ μαίνεσθαι δοκῶν κατεφρονεῖτο, οὐδέπω μεγάλης οὐδὲ ἀξιοπίστου πρὸς τηλικοῦτο στρατήγημα δόξης περὶ αὐτὸν οὔσης, αὐτὸς ἐμβάλλει συνεπισπασάμενος τοὺς πολίτας.
当这件事情发生,轻兵们正在袭扰并使伊利里亚人陷入混乱时,菲洛波义曼看出攻击这些轻兵并非难事,且时机也在指引这一行动,于是他首先向国王的将领们说明。 但他未能说服他们,反而因为被认为发疯而遭到蔑视,因为当时他还没有积累起足以进行如此重大战略决断的名声和信任。 于是他亲自发起冲锋,带领他的同胞市民们一同出击。
§6.4γενομένης δὲ ταραχῆς τὸ πρῶτον, εἶτα φυγῆς καὶ φόνου πολλοῦ τῶν ψιλῶν, βουλόμενος ἔτι μᾶλλον ἐπιρρῶσαι τοὺς βασιλικοὺς καὶ προσμῖξαι κατὰ τάχος θορυβουμένοις τοῖς πολεμίοις τὸν μὲν ἵππον ἀφῆκεν, αὐτὸς δὲ πρὸς χωρία σκολιὰ καὶ μεστὰ ῥείθρων καὶ φαράγγων πεζὸς ἐν ἱππικῷ θώρακι καὶ σκευῇ βαρυτέρᾳ χαλεπῶς καὶ ταλαιπώρως ἁμιλλώμενος διελαύνεται διαμπερὲς ὁμοῦ τοὺς μηροὺς ἑκατέρους ἑνὶ μεσαγκύλῳ, καιρίας μὲν οὐ γενομένης, ἰσχυρᾶς δὲ τῆς πληγῆς, ὥστε τὴν αἰχμὴν ἐπὶ θάτερα διῶσαι.
在起初引起混乱,继而导致轻兵溃逃和惨重伤亡之后,他希望进一步激励国王的军队,并迅速与陷入混乱的敌人交火。 因此,他放弃了战马,自己作为步兵,穿着骑兵胸甲和较重的装备,在充满急流和峡谷的崎岖地形中艰难而吃力地前行,他被一支投枪同时贯穿了双腿大腿。 伤口虽非致命,但极为严重,以至于枪尖被推到了另一侧。
§6.5τὸ μὲν οὖν πρῶτον ἐνσχεθεὶς ὥσπερ δεσμῷ παντάπασιν ἀπόρως εἶχε· τὸ γὰρ ἔναμμα τῆς ἀγκύλης χαλεπὴν ἐποίει τοῦ ἀκοντίσματος ἀνελκομένου διὰ τῶν τραυμάτων τὴν πάροδον·
起初,他如同被锁链束缚住一般,完全无计可施;因为皮套绳的结扣使得投枪在穿过伤口往回拔时非常困难。
ὡς δὲ ὤκνουν οἱ παρόντες ἅψασθαι καὶ τῆς μάχης ἀκμὴν ὀξεῖαν ἐχούσης ἐσφάδαζεν ὑπὸ θυμοῦ καὶ φιλοτιμίας πρὸς τὸν ἀγῶνα, τῇ παραβάσει καὶ τῇ παραλλάξει τῶν σκελῶν διὰ μέσου κλάσας τὸ ἀκόντισμα χωρὶς ἐκέλευσεν ἑλκύσαι τῶν ἀγμάτων ἑκάτερον.
但由于在场的人迟疑不敢动手,而战斗又处于最激烈的顶峰,他因对战斗的愤怒和荣誉心而焦躁挣扎,通过双腿的张开并交错移动,将投枪从中间折断,并命令人们将折断的两部分分别拔出。
§6.6οὕτω δὲ ἀπαλλαγεὶς καὶ σπασάμενος τὸ ξίφος ἐχώρει διὰ τῶν προμάχων ἐπὶ τοὺς πολεμίους, ὥστε πολλὴν προθυμίαν καὶ ζῆλον ἀρετῆς παρασχεῖν τοῖς ἀγωνιζομένοις.
如此摆脱束缚并拔出佩剑后,他穿过前锋向敌人冲去,从而给正在战斗的人们带来了极大的热忱和对美德的竞争心。
νικήσας οὖν ὁ Ἀντίγονος ἀπεπειρᾶτο τῶν Μακεδόνων, ἐρωτῶν διὰ τί, μὴ κελεύσαντος αὐτοῦ, τὸ ἱππικὸν ἐκίνησαν.
安提柯获胜后试探马其顿人,询问他们为何在没有他命令的情况下擅自移动了骑兵。
§6.7τῶν δὲ ἀπολογουμένων ὡς παρὰ γνώμην βιασθεῖεν εἰς χεῖρας ἐλθεῖν τοῖς πολεμίοις μειρακίου Μεγαλοπολιτικοῦ προεμβαλόντος, γελάσας ὁ Ἀντίγονος ἐκεῖνο τοίνυν τὸ μειράκιον, εἶπεν, ἔργον ἡγεμόνος μεγάλου πεποίηκεν.
当他们辩解说,由于一名大都市的年轻人率先发起冲锋,使他们不得不违背本意与敌人交手时,安提柯笑着说:“那么,那个年轻人,”他说,“做了一位伟大的将领该做的事。 ”

词汇与语法注释

  1. §6.1κατέχοντος αὐτοῦ — 属格独立结构。人称代词 `αὐτοῦ` 指代前文提到的敌方将领克勒奥墨涅斯,与主句的主语安提柯国王相区别。
  2. §6.1οἷς τὰ λήγοντα τῆς παρατάξεως συνεπέφρακτο — 关系代词 `οἷς` 是表示手段或施事者的与格。主语为中性复数名词短语 `τὰ λήγοντα τῆς παρατάξεως`,与过去完成时被动语态动词 `συνεπέφρακτο` 连用,意为“战斗列的边缘由他们(伊利里亚人)共同拱卫”。
  3. §6.4διελαύνεται διαμπερὲς ὁμοῦ τοὺς μηροὺς ἑκατέρους — 历史现在时被动语态动词 `διελαύνεται`(被贯穿)与表示关系或视角的宾格(希腊式宾格)`τοὺς μηροὺς ἑκατέρους`(双腿大腿)连用,限定了身体受伤的具体部位。
  4. §6.7τῶν δὲ ἀπολογουμένων — 主语代词(指代马其顿士兵)被省略的属格独立结构。其后的 `ὡς` 从句作为间接引语,引入了他们进行辩解的具体内容。

引用这一段

普鲁塔克, 菲洛皮门传 §6.1-6.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg027.humanitext-grc2:6.1-6.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。