§3.1τοῦ δʼ ἤθους τὸ φιλότιμον οὐκ ἦν παντάπασι φιλονεικίας καθαρὸν οὐδʼ ὀργῆς ἀπηλλαγμένον ἀλλὰ καίπερ Ἐπαμεινώνδου βουλόμενος εἶναι μάλιστα ζηλωτής, τὸ δραστήριον καὶ συνετὸν αὐτοῦ καὶ ὑπὸ χρημάτων ἀπαθὲς ἰσχυρῶς ἐμιμεῖτο, τῷ δὲ πρᾴῳ καὶ βαθεῖ καὶ φιλανθρώπῳ παρὰ τὰς πολιτικὰς διαφορὰς ἐμμένειν οὐ δυνάμενος διʼ ὀργὴν καὶ φιλονεικίαν μᾶλλον ἐδόκει στρατιωτικῆς ἢ πολιτικῆς ἀρετῆς οἰκεῖος εἶναι.
彼の性格の名誉心は、好争心から完全に免れていたわけでも、怒りから解放されていたわけでもなかった。 しかし、彼は誰よりもエパメイノンダスの熱心な追随者となることを望んで、彼の精力的で聡明なところ、また金銭に対して超然としているところを強く模倣したものの、政治的な対立において彼の穏和さ、思慮深さ、人間愛にとどまることができず、怒りと好争心のために、政治的というよりはむしろ軍事的な徳に適しているように思われた。
§3.2καὶ γὰρ ἐκ παίδων εὐθὺς ἦν φιλοστρατιώτης, καὶ τοῖς πρὸς τοῦτο χρησίμοις μαθήμασιν ὑπήκουε προθύμως, ὁπλομαχεῖν καὶ ἱππεύειν.
実際、彼は子供の頃からすぐに軍事を好み、この目的のために役立つ学習、すなわち武具戦闘や乗馬に熱心に従った。
ἐπεὶ δὲ καὶ παλαίειν εὐφυῶς ἐδόκει καὶ παρεκάλουν αὐτὸν ἐπὶ τὴν ἄθλησιν ἔνιοι τῶν φίλων καὶ τῶν ἐπιτρόπων, ἠρώτησεν αὐτούς μή τι πρὸς τὴν στρατιωτικὴν ἄσκησιν ὑπὸ τῆς ἀθλήσεως βλαβήσοιτο.
レスリングにも素質があるように見え、友人や後見人たちの一部が彼に競技生活を勧めたとき、彼は、競技の訓練によって軍事的な鍛錬がいくらかでも損なわれることはないか、と彼らに尋ねた。
§3.3τῶν δὲ φαμένων, ὅπερ ἦν, ἀθλητικὸν στρατιωτικοῦ σῶμα καὶ βίον διαφέρειν τοῖς πᾶσι, μάλιστα δὲ δίαιταν ἑτέραν καὶ ἄσκησιν εἶναι, τῶν μὲν ὕπνῳ τε πολλῷ καὶ πλησμοναῖς ἐνδελεχέσι καὶ κινήσεσί τεταγμέναις καὶ ἡσυχίαις αὐξόντων τε καὶ διαφυλαττόντων τὴν ἕξιν ὑπὸ πάσης ῥοπῆς καὶ παρεκβάσεως τοῦ συνήθους ἀκροσφαλῆ πρὸς μεταβολὴν οὖσαν, τὰ δὲ πάσης μὲν πλάνης ἔμπειρα καὶ πάσης ἀνωμαλίας προσῆκον εἶναι, μάλιστα δὲ φέρειν ῥᾳδίως μὲν ἔνδειαν εἰθισμένα, §3.4ῥᾳδίως δὲ ἀγρυπνίαν, ἀκούσας ὁ Φιλοποίμην οὐ μόνον αὐτὸς ἔφυγε τὸ πρᾶγμα καὶ κατεγέλασεν, ἀλλὰ καὶ στρατηγῶν ὕστερον ἀτιμίαις καὶ προπηλακισμοῖς, ὅσον ἦν ἐπʼ αὐτῷ, πᾶσαν ἄθλησιν ἐξέβαλεν ὡς τὰ χρησιμώτατα τῶν σωμάτων εἰς τοὺς ἀναγκαίους ἀγῶνας ἄχρηστα ποιοῦσαν.
彼らが言うには、まさにその通りであって、競技者の身体と生活は軍人のそれとあらゆる点で異なっており、とりわけ食事と訓練が別のものであるとのことだった。 すなわち、前者は多くの睡眠、不断の飽食、規則的な運動と休息によって体調を増進し維持しているが、それは習慣からのあらゆる偏りや逸脱によって変化に対して極めて崩れやすいのに対し、後者は、あらゆる移動や不規則さに通じていることがふさわしく、とりわけ欠乏を容易に耐えることに慣れており、不眠にも容易に耐えるべきである、ということであった。 フィルポイメンはこれを聞いて、自らそのことを避けて嘲笑しただけでなく、後に将軍となってからも、不名誉や屈辱を与えることによって、自分にできる限り、すべての競技を排除した。 それは、最も有用であるべき身体を、必要な戦いにおいて無用なものにしてしまうからであった。