Humanitext Reader

普鲁塔克 · 菲洛皮门传 §3.1-3.4

菲洛皮门的性格与对体育竞技的摒弃

第 3 段,共 21 段 · 希腊语

内容简介

本段描述了菲洛皮门的性格特征及其对伊帕密浓达的效仿,并解释了他年轻时如何拒绝体育竞技训练而专注于军事准备,以及后来担任将军时废除体育竞技的经过。

§3.1τοῦ δʼ ἤθους τὸ φιλότιμον οὐκ ἦν παντάπασι φιλονεικίας καθαρὸν οὐδʼ ὀργῆς ἀπηλλαγμένον ἀλλὰ καίπερ Ἐπαμεινώνδου βουλόμενος εἶναι μάλιστα ζηλωτής, τὸ δραστήριον καὶ συνετὸν αὐτοῦ καὶ ὑπὸ χρημάτων ἀπαθὲς ἰσχυρῶς ἐμιμεῖτο, τῷ δὲ πρᾴῳ καὶ βαθεῖ καὶ φιλανθρώπῳ παρὰ τὰς πολιτικὰς διαφορὰς ἐμμένειν οὐ δυνάμενος διʼ ὀργὴν καὶ φιλονεικίαν μᾶλλον ἐδόκει στρατιωτικῆς ἢ πολιτικῆς ἀρετῆς οἰκεῖος εἶναι.
他的好胜心绝非完全免于好争,也非没有怒气;虽然他极想成为伊帕密浓达的热烈追随者,极力效仿其精力充沛、聪明睿智以及不受金钱诱惑的品质,但他因愤怒和好争而无法在政治分歧中保持后者的温和、深沉与仁慈,因而显得更契合军事美德而非政治美德。
§3.2καὶ γὰρ ἐκ παίδων εὐθὺς ἦν φιλοστρατιώτης, καὶ τοῖς πρὸς τοῦτο χρησίμοις μαθήμασιν ὑπήκουε προθύμως, ὁπλομαχεῖν καὶ ἱππεύειν.
事实上,他从小就热爱军事,并热心听从于对此有用的学习,即披甲格斗和骑马。
ἐπεὶ δὲ καὶ παλαίειν εὐφυῶς ἐδόκει καὶ παρεκάλουν αὐτὸν ἐπὶ τὴν ἄθλησιν ἔνιοι τῶν φίλων καὶ τῶν ἐπιτρόπων, ἠρώτησεν αὐτούς μή τι πρὸς τὴν στρατιωτικὴν ἄσκησιν ὑπὸ τῆς ἀθλήσεως βλαβήσοιτο.
由于他似乎在摔跤方面也极有天赋,一些朋友和监护人便劝他参加体育竞技,他问他们,体育竞技是否会对军事训练产生什么危害。
§3.3τῶν δὲ φαμένων, ὅπερ ἦν, ἀθλητικὸν στρατιωτικοῦ σῶμα καὶ βίον διαφέρειν τοῖς πᾶσι, μάλιστα δὲ δίαιταν ἑτέραν καὶ ἄσκησιν εἶναι, τῶν μὲν ὕπνῳ τε πολλῷ καὶ πλησμοναῖς ἐνδελεχέσι καὶ κινήσεσί τεταγμέναις καὶ ἡσυχίαις αὐξόντων τε καὶ διαφυλαττόντων τὴν ἕξιν ὑπὸ πάσης ῥοπῆς καὶ παρεκβάσεως τοῦ συνήθους ἀκροσφαλῆ πρὸς μεταβολὴν οὖσαν, τὰ δὲ πάσης μὲν πλάνης ἔμπειρα καὶ πάσης ἀνωμαλίας προσῆκον εἶναι, μάλιστα δὲ φέρειν ῥᾳδίως μὲν ἔνδειαν εἰθισμένα,
他们回答说(事实也确是如此),竞技者的身体和生活方式与军人的在各方面都截然不同,尤其是两者的饮食和训练截然不同:前者通过充足的睡眠、持续的饱食、规律的运动和休息来增强和维持体质,而这种体质极易因习惯的任何偏差和背离而发生动摇;相反,后者应当熟悉各种奔波和各种无常,尤其是要习惯于轻易忍受匮乏以及轻易忍受失眠。
§3.4ῥᾳδίως δὲ ἀγρυπνίαν, ἀκούσας ὁ Φιλοποίμην οὐ μόνον αὐτὸς ἔφυγε τὸ πρᾶγμα καὶ κατεγέλασεν, ἀλλὰ καὶ στρατηγῶν ὕστερον ἀτιμίαις καὶ προπηλακισμοῖς, ὅσον ἦν ἐπʼ αὐτῷ, πᾶσαν ἄθλησιν ἐξέβαλεν ὡς τὰ χρησιμώτατα τῶν σωμάτων εἰς τοὺς ἀναγκαίους ἀγῶνας ἄχρηστα ποιοῦσαν.
菲洛皮门听了这些话,不仅自己避开并嘲笑了这件事,而且后来在担任将军时,还通过施加耻辱和羞辱,在自己力所能及的范围内废除了所有的体育竞技,认为这会让最有用处的身体在必要的战斗中变得毫无用处。

词汇与语法注释

  1. §3.1τῷ δὲ πρᾴῳ καὶ βαθεῖ καὶ φιλανθρώπῳ... ἐμμένειν — 由于动词 ἐμμένω(坚守、保持)支配与格,因此带有冠词的中性单数形容词名词化表达 τῷ πρᾴῳ καὶ βαθεῖ καὶ φιλανθρώπῳ(温和、深沉与仁慈)使用与格。这些词指的是前文提到的伊帕密浓达的特质。
  2. §3.2μή τι πρὸς τὴν στρατιωτικὴν ἄσκησιν ὑπὸ τῆς ἀθλήσεως βλαβήσοιτο — 这是由过去时态动词 ἠρώτησεν 引导的间接疑问句。表示怀疑或担忧的虚词 μή 引导该从句,由于主句是历史时态,直接引语中的将来直说武在间接引语中转变为将来祈愿武 βλαβήσοιτο。
  3. §3.3τῶν μὲν ὕπνῳ τε πολλῷ... τὰ δὲ πάσης μὲν πλάνης... — 这是一个由 τῶν μὲν 和 τὰ δέ 构成的对比结构。前者是属格复数的名词化表达,指代竞技者们(τῶν ἀθλητῶν);后者是中性复数的名词化表达,指代军人的身体(τὰ τῶν στρατιωτικῶν σώματα),两者分别带有分词和形容词以作对比。

引用这一段

普鲁塔克, 菲洛皮门传 §3.1-3.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg027.humanitext-grc2:3.1-3.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。