§19.1οἱ δʼ ἐν τῇ πόλει τῇ μὲν ἀγγελίᾳ θαυμαστῶς ἐπαρθέντες ἠθροίζοντο περὶ τὰς πύλας· ὡς δὲ εἶδον ἑλκόμενον τὸν Φιλοποίμενα παρʼ ἀξίαν τῆς τε δόξης καὶ τῶν ἔμπροσθεν ἔργων καὶ τροπαίων, ἠλέησαν οἱ πλεῖστοι καὶ συνήλγησαν, ὥστε καὶ δακρῦσαι καὶ τὴν ἀνθρωπίνην ἐκφλαυρίσαι δύναμιν ὡς ἄπιστον καὶ τὸ μηδὲν οὖσαν.
市内の人々は、一方ではその知らせに驚くほど高揚して門の周りに集まってきたが、他方でフィロポイメンが、その名声やかつての業績、戦功記念碑にふさわしくない不当な有様で引き立てられていくのを見たとき、大半の者が憐れみと同情を覚え、その結果、涙を流し、人間の力など信頼できず無に等しいものであると卑しめるほどであった。
§19.2οὕτω δὲ κατὰ μικρὸν εἰς πολλοὺς φιλάνθρωπος ἐχώρει λόγος ὡς μνημονευτέον εἴη τῶν πρόσθεν εὐεργεσιῶν, καὶ τῆς ἐλευθερίας ἣν ἀπέδωκεν αὐτοῖς Νάβιν ἐξελάσας τὸν τύραννον.
こうして少しずつ、多くの人々の間に、かつての恩恵や、僭主ナビスを追放して彼らに返してくれた自由を記憶にとどめるべきであるという同情的な意見が広まっていった。
ὀλίγοι δὲ ἦσαν οἳ τῷ Δεινοκράτει χαριζόμενοι στρεβλοῦν τὸν ἄνδρα καὶ κτείνειν ἐκέλευον ὡς βαρὺν πολέμιον καὶ δυσμείλικτον, αὐτῷ τε Δεινοκράτει φοβερώτερον εἰ διαφύγοι καθυβρισμένος ὑπʼ αὐτοῦ καὶ γεγονὼς αἰχμάλωτος.
しかし、デイノクラテスにおもねって、彼を容赦のない、和解しがたい敵であるとして拷問にかけて殺害するよう要求する者はわずかであり、また、もし彼がデイノクラテスによって辱められ、捕虜となった後に逃れるならば、デイノクラテス自身にとってもより恐ろしい存在になるだろうと主張した。
§19.3οὐ μὴν ἀλλὰ κομίσαντες αὐτὸν εἰς τὸν καλούμενον Θησαυρόν, οἴκημα κατάγειον οὔτε πνεῦμα λαμβάνον οὔτε φῶς ἔξωθεν οὔτε θύρας ἔχον, ἀλλὰ μεγάλῳ λίθῳ περιαγομένῳ κατακλειόμενον, ἐνταῦθα κατέθεντο, καὶ τὸν λίθον ἐπιρράξαντες ἄνδρας ἐνόπλους κύκλῳ περιέστησαν.
ともあれ、彼らは彼を「テサウロス(宝庫)」と呼ばれる、風も入らず外からの光もなく、扉もない、回転させて動かす大きな石によって閉じられる地下の部屋へと連行し、そこに彼を閉じ込めると、その石を打ち付け、武装した男たちを周囲に配置した。
§19.4οἱ δʼ ἱππεῖς τῶν Ἀχαιῶν ἐκ τῆς φυγῆς ἀναλαβόντες αὑτούς, ὡς οὐδαμοῦ φανερὸς ἦν ὁ Φιλοποίμην, ἀλλʼ ἐδόκει τεθνάναι, πολὺν μὲν χρόνον ἐπέστησαν ἀνακαλούμενοι τὸν ἄνδρα καὶ δίδοντες ἀλλήλοις λόγον ὡς αἰσχρὰν σωτηρίαν καὶ ἄδικον σῴζονται προέμενοι τοῖς πολεμίοις τὸν στρατηγόν ἀφειδήσαντα τοῦ ζῆν διʼ αὑτούς,
アカイア人の騎兵たちは、敗走から立ち直ると、フィロポイメンがどこにも見えず、死んだものと思われたため、長い間立ち止まってその男の名を呼び、彼らのために自らの命を惜しまなかった将軍を敵に引き渡しておきながら、自分たちが生き延びているのは不名誉で不当なことであると互いに語り合っていた。
§19.5ἔπειτα προϊόντες ἅμα καὶ πολυπραγμονοῦντες ἐπύθοντο τὴν σύλληψιν αὐτοῦ καὶ διήγγελλον εἰς τὰς πόλεις τῶν Ἀχαιῶν, οἱ δὲ συμφορὰν ποιούμενοι μεγάλην ἀπαιτεῖν μὲν ἔγνωσαν τὸν ἄνδρα παρὰ τῶν Μεσσηνίων πρεσβείαν πέμψαντες, αὐτοὶ δὲ παρεσκευάζοντο στρατεύειν.
その後、彼らは進みながら情報を探るうちに、彼が捕らえられたことを知ってアカイア人の諸都市に知らせた。 都市の人々はこの事態を大いなる不幸と受け止め、使節を派遣してメッセニア人から彼を引き渡すよう要求することを決定する一方で、自らも出兵の準備を整えた。