Humanitext Reader

普鲁塔克 · 菲洛皮门传 §19.1-19.5

在麦塞内遭囚禁与亚该亚人的救援准备

第 19 段,共 21 段 · 希腊语

内容简介

菲洛波义曼被带回麦塞内并关押在名为“宝库”的地下室中,激发了市民的同情,而亚该亚骑兵在得知其被捕的消息后开始筹备出兵救援。

§19.1οἱ δʼ ἐν τῇ πόλει τῇ μὲν ἀγγελίᾳ θαυμαστῶς ἐπαρθέντες ἠθροίζοντο περὶ τὰς πύλας· ὡς δὲ εἶδον ἑλκόμενον τὸν Φιλοποίμενα παρʼ ἀξίαν τῆς τε δόξης καὶ τῶν ἔμπροσθεν ἔργων καὶ τροπαίων, ἠλέησαν οἱ πλεῖστοι καὶ συνήλγησαν, ὥστε καὶ δακρῦσαι καὶ τὴν ἀνθρωπίνην ἐκφλαυρίσαι δύναμιν ὡς ἄπιστον καὶ τὸ μηδὲν οὖσαν.
城里的人们起初听到这消息感到异常兴奋,纷纷聚集在城门周围;然而,当他们看到菲洛波义曼以一种与其名声、过去的功绩和战功纪念碑极不相称的屈辱方式被拖拽着走来时,大多数人都产生了怜悯和同情,以至于落泪,并贬低人类的力量,认为它是靠不住且虚无缥缈的。
§19.2οὕτω δὲ κατὰ μικρὸν εἰς πολλοὺς φιλάνθρωπος ἐχώρει λόγος ὡς μνημονευτέον εἴη τῶν πρόσθεν εὐεργεσιῶν, καὶ τῆς ἐλευθερίας ἣν ἀπέδωκεν αὐτοῖς Νάβιν ἐξελάσας τὸν τύραννον.
因此,一种同情的声音逐渐在众人中间传播开来,人们认为应当记住他过去的恩惠,以及他通过驱逐僭主纳比斯而归还给他们的自由。
ὀλίγοι δὲ ἦσαν οἳ τῷ Δεινοκράτει χαριζόμενοι στρεβλοῦν τὸν ἄνδρα καὶ κτείνειν ἐκέλευον ὡς βαρὺν πολέμιον καὶ δυσμείλικτον, αὐτῷ τε Δεινοκράτει φοβερώτερον εἰ διαφύγοι καθυβρισμένος ὑπʼ αὐτοῦ καὶ γεγονὼς αἰχμάλωτος.
但也有少数人为了讨好戴诺克拉底,要求对他施以酷刑并处死他,认为他是一个可怕且不可调解的敌人,而且如果他在遭受戴诺克拉底的侮辱并成为俘虏之后逃脱,对戴诺克拉底本人来说将更加可怕。
§19.3οὐ μὴν ἀλλὰ κομίσαντες αὐτὸν εἰς τὸν καλούμενον Θησαυρόν, οἴκημα κατάγειον οὔτε πνεῦμα λαμβάνον οὔτε φῶς ἔξωθεν οὔτε θύρας ἔχον, ἀλλὰ μεγάλῳ λίθῳ περιαγομένῳ κατακλειόμενον, ἐνταῦθα κατέθεντο, καὶ τὸν λίθον ἐπιρράξαντες ἄνδρας ἐνόπλους κύκλῳ περιέστησαν.
不过,他们还是将他带到了被称为“宝库”的地方,这是一个既不通风也不透光、没有门却用一块需要旋转移动的巨石封闭的地下室。 他们把它关在里面,推上巨石,并派武装士兵在周围看守。
§19.4οἱ δʼ ἱππεῖς τῶν Ἀχαιῶν ἐκ τῆς φυγῆς ἀναλαβόντες αὑτούς, ὡς οὐδαμοῦ φανερὸς ἦν ὁ Φιλοποίμην, ἀλλʼ ἐδόκει τεθνάναι, πολὺν μὲν χρόνον ἐπέστησαν ἀνακαλούμενοι τὸν ἄνδρα καὶ δίδοντες ἀλλήλοις λόγον ὡς αἰσχρὰν σωτηρίαν καὶ ἄδικον σῴζονται προέμενοι τοῖς πολεμίοις τὸν στρατηγόν ἀφειδήσαντα τοῦ ζῆν διʼ αὑτούς,
而亚该亚人的骑兵在从败退中重整旗鼓后,由于不见菲洛波义曼的踪影,且认为他已经牺牲,便驻足了许久,呼唤着他的名字,并互相交谈,认为他们背弃了为他们而舍弃生命的将军,将他丢给敌人,自己却苟且偷生,这是可耻且不义的。
§19.5ἔπειτα προϊόντες ἅμα καὶ πολυπραγμονοῦντες ἐπύθοντο τὴν σύλληψιν αὐτοῦ καὶ διήγγελλον εἰς τὰς πόλεις τῶν Ἀχαιῶν, οἱ δὲ συμφορὰν ποιούμενοι μεγάλην ἀπαιτεῖν μὲν ἔγνωσαν τὸν ἄνδρα παρὰ τῶν Μεσσηνίων πρεσβείαν πέμψαντες, αὐτοὶ δὲ παρεσκευάζοντο στρατεύειν.
随后,他们一边前进一边打听消息,得知了他被捕的事,并通报给亚该亚人的各城邦。 各城邦的人们视之为巨大的灾难,决定派遣使者向麦塞尼亚人要求释放他,同时他们自己也做好了出兵的准备。

词汇与语法注释

  1. 19.1παρʼ ἀξίαν — 介词 παρά 接宾格,意为“违反”、“与……不相称”。在此处它进一步支配属格短语 τῆς τε δόξης...,指明不相称的对象,即“与其名声不相称地”。
  2. 19.2ὡς μνημονευτέον εἴη — 带有动形容词 μνημονευτέον 和祈愿语气 εἴη 的间接引语从句。由于主句动词 ἐχώρει 是过去时(未完成过去),此处使用斜格祈愿语气,表示传闻或舆论的内容。动形容词支配属格(τῶν πρόσθεν εὐεργεσιῶν)。
  3. 19.2αὐτῷ τε Δεινοκράτει φοβερώτερον — αὐτῷ Δεινοκράτει 是关系与格(“对戴诺克拉底本人而言”)。φοβερώτερον 是比较级形容词的中性单数形式,作为条件从句 εἰ διαφύγοι...(“如果他逃脱……”)的结句。此处通过省略分词(如 ὄν 或 ἐσόμενον)或同位语结构,解释了主张处死他的原因(即活着对戴诺克拉底而言更为危险)。

引用这一段

普鲁塔克, 菲洛皮门传 §19.1-19.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg027.humanitext-grc2:19.1-19.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。