§18.1ἤδη δὲ γεγονὼς ἔτος ἑβδομηκοστόν, ὄγδοον δὲ τῶν Ἀχαιῶν στρατηγῶν, ἤλπιζεν οὐ μόνον ἐκείνην τήν ἀρχὴν ἀπολέμως διάξειν, ἀλλὰ καὶ τοῦ βίου τὸ λοιπὸν αὐτῷ μεθʼ ἡσυχίας καταβιῶναι τὰ πράγματα παρέξειν.
すでに七十歳に達し、八回目のアカイア人の将軍職にあって、彼はその任期を戦争なしに過ごせるだけでなく、残りの生涯をも状況が彼に平穏を与えて安らかに生きていけるだろうと期待していた。
ὡς γὰρ αἱ νόσοι ταῖς τῶν σωμάτων ῥώμαις συναπομαραίνεσθαι δοκοῦσιν, οὕτως ἐν ταῖς Ἑλληνικαῖς πόλεσιν ἐπιλειπούσης τῆς δυνάμεως ἔληγε τὸ φιλόνικον.
病が肉体の衰えとともに消え去るように見えるのと同じく、ギリシアの諸都市においても力が衰えるにつれて、争い好む気風は止んでいったからである。
§18.2οὐ μὴν ἀλλὰ Νέμεσίς τις ὥσπερ ἀθλητὴν εὐδρομοῦντα πρὸς τέρμασι τοῦ βίου κατέβαλε, λέγεται γὰρ ἔν τινι συλλόγῳ τῶν παρόντων ἐπαινούντων ἄνδρα δεινὸν εἶναι δοκοῦντα περὶ στρατηγίαν εἰπεῖν τὸν Φιλοποίμενα,
καὶ πῶς ἄξιον ἐκείνου λόγον ἔχειν τοῦ ἀνδρός, ὅστις ἥλω ζῶν ὑπὸ τῶν πολεμίων;
しかしながら、あるネメシスが、あたかもゴールに向けて快走しているアスリートを倒すかのように、彼の生涯の終わりに彼を打ち倒した。 というのも、ある集まりにおいて、出席者たちが将軍職に極めて優れていると思われる男を称賛していたとき、フィロポイメンがこう言ったと伝えられているからである。 「敵に生け捕りにされたような男について、どうして話題にする価値などあろうか」と。
§18.3μεθʼ ἡμέρας δὲ ὀλίγας Δεινοκράτης Μεσσήνιος, ἄνθρωπος ἰδίᾳ τε τῷ Φιλοποίμενι προσκεκρουκώς καὶ τοῖς ἄλλοις ἐπαχθὴς διὰ πονηρίαν καὶ ἀκολασίαν, τήν τε Μεσσήνην ἀπέστησε τῶν Ἀχαιῶν, καὶ κώμην τήν καλουμένην Κολωνίδα προσηγγέλθη μέλλων καταλαμβάνειν ὁ δὲ Φιλοποίμην ἔτυχε μὲν ἐν Ἄργει πυρέσσων, πυθόμενος δὲ ταῦτα συνέτεινεν εἰς Μεγάλην πόλιν ἡμέρᾳ μιᾷ σταδίους πλείονας ἢ τετρακοσίους.
数日後、メッセニア人のデイノクラテスという、私的にもフィロポイメンと衝突しており、また邪悪さと放蕩さゆえに他のすべての人々からも嫌われていた男が、メッセネをアカイア人から離反させ、さらにコロニスと呼ばれる村を占領しようとしていると報告された。 フィロポイメンはたまたまアルゴスで熱を出していたが、これを聞くと、一日で四百スタディオン以上を急行してメガロポリスへと向かった。
§18.4κἀκεῖθεν εὐθὺς ἐβοήθει τοὺς ἱππεῖς ἀναλαβών, οἵπερ ἦσαν ἐνδοξότατοι μὲν τῶν πολιτῶν, νέοι δὲ κομιδῇ, διʼ εὔνοιαν τοῦ Φιλοποίμενος καὶ ζῆλον ἐθελονταὶ συστρατεύοντες.
そしてそこから直ちに、市民の中でも最も高貴でありながら極めて若い騎兵たちを率いて救援に赴いた。 彼らはフィロポイメンへの好意と熱意から、志願してともに従軍していたのである。
ἱππασάμενοι δὲ πρὸς τήν Μεσσήνην καὶ περὶ τὸν Εὐάνδρου λόφον ἀπαντῶντι τῷ Δεινοκράτει συμπεσόντες ἐκεῖνον μὲν ἐτρέψαντο,
彼らはメッセネへと馬を走らせ、エウアンドロスの丘の近くで立ち向かってきたデイノクラテスと衝突し、彼を敗走させた。
§18.5τῶν δὲ πεντακοσίων, οἳ τήν χώραν τῶν Μεσσηνίων παρεφύλαττον, ἐξαίφνης ἐπιφερομένων καὶ τῶν πρότερον ἡττημένων, ὡς τούτους κατεῖδον, αὖθις ἀνὰ τοὺς λόφους ἀθροιζομένων, δείσας ὁ Φιλοποίμην κυκλωθῆναι καὶ τῶν ἱππέων φειδόμενος ἀνεχώρει διὰ τόπων χαλεπῶν, αὐτὸς οὐραγῶν καὶ πολλάκις ἀντεξελαύνων τοῖς πολεμίοις καὶ ὅλως ἐπισπώμενος ἐφʼ ἑαυτόν, οὐ τολμώντων ἀντεμβαλεῖν ἐκείνων, ἀλλὰ κραυγαῖς καὶ περιδρομαῖς χρωμένων ἄποθεν.
しかし、メッセニアの地方を警備していた五百人の兵が突如襲来し、以前に敗走した者たちも、彼らを見ると再び丘の上に集結した。 フィロポイメンは包囲されることを恐れ、また騎兵たちの身を案じて、険しい地形を通って退却した。 自ら殿を務め、何度も敵に向かって突撃し、敵の注意を完全に自分自身へと引きつけながら退却したが、敵は白兵戦を挑む勇気はなく、遠くから叫び声を上げ、周囲を走り回るだけであった。
§18.6ἀφιστάμενος οὖν πολλάκις διὰ τοὺς νεανίσκους καὶ καθʼ ἕνα παραπέμπων ἔλαθεν ἐν πολλοῖς ἀπομονωθεὶς πολεμίοις.
こうして若者たちのために何度も足を止め、一人また一人と送り出しているうちに、彼は気づかぬうちに、多数の敵の中に一人取り残されてしまった。
καὶ συνάψαι μὲν εἰς χεῖρας οὐδεὶς ἐτόλμησεν αὐτῷ, πόρρωθεν δὲ βαλλόμενος καὶ βιαζόμενος πρὸς χωρία πετρώδη καὶ παράκρημνα χαλεπῶς μετεχειρίζετο καὶ κατέξαινε τὸν ἵππον.
そして、誰一人として彼に白兵戦を挑む勇気はなかったが、遠くから投げ槍を浴びせられ、岩だらけの険しい崖際へと追い詰められ、苦労して馬を扱い、その馬を傷めつけていた。
§18.7αὐτῷ δὲ τὸ μὲν γῆρας ὑπὸ ἀσκήσεως πολλῆς ἐλαφρὸν ἦν καὶ πρὸς οὐδὲν ἐμπόδιον εἰς τὸ σωθῆναι, τότε δὲ καὶ διὰ τήν ἀρρωστίαν τοῦ σώματος ἐνδεοῦς γεγονότος καὶ διὰ τήν ὁδοιπορίαν κατακόπου, βαρὺν ὄντα καὶ δυσκίνητον ἤδη σφαλεὶς ὁ ἵππος εἰς τήν γῆν κατέβαλε, σκληροῦ δὲ τοῦ πτώματος γενομένου καὶ τῆς κεφαλῆς παθούσης ἔκειτο πολὺν χρόνον ἄναυδος, ὥστε καὶ τοὺς πολεμίους τεθνάναι δόξαντας αὐτόν ἐπιχειρεῖν στρέφειν τὸ σῶμα καὶ σκυλεύειν.
彼の老齢そのものは、不断の鍛錬によって軽快であり、生還するための障害には全くなり得なかったが、この時は病気のために身体が弱っており、かつ長旅で疲労困憊していた。 すでに体が重く動きが鈍くなっていたところ、馬が足を踏み外して、彼を地面へと落とした。 叩きつけられ方が激しく、頭部を強打したため、彼は長い間口をきくこともできずに横たわっていた。 そのため、敵兵たちも彼が死んだものと思い、遺体をひっくり返して身ぐるみを剥ごうとし始めるほどであった。
§18.8ἐπεὶ δὲ τήν κεφαλὴν ἐπάρας διέβλεψεν, ἀθρόοι περιπεσόντες ἀπέστρεφον αὐτοῦ τὰς χεῖρας ὀπίσω καὶ δήσαντες ἦγον, ὕβρει χρώμενοι πολλῇ καὶ λοιδορίᾳ κατʼ ἀνδρὸς οὐδὲ ὄναρ ἄν ποτε παθεῖν ὑπὸ Δεινοκράτους ταῦτα προσδοκήσαντος.
しかし、彼が頭を上げて目を動かすと、彼らは一斉に襲いかかって彼の手を後ろ手に縛り、引き立てて行った。 デイノクラテスのような者によって、夢にもこのような目に遭わされるとは思っていなかった男に対して、甚だしい侮辱と罵声を浴びせながら。