§17.1ἐπεὶ δὲ Ῥωμαίοις ὁ πρὸς Ἀντίοχον ἐν τῇ Ἑλλάδι συνέστη πόλεμος, ἦν μὲν ἰδιώτης ὁ Φιλοποίμην, ὁρῶν δὲ τὸν Ἀντίοχον αὐτὸν ἐν Χαλκίδι καθήμενον περὶ γάμους καὶ παρθένων ἔρωτας οὐ καθʼ ὥραν σχολάζοντα, τοὺς δὲ Σύρους ἐν ἀταξίᾳ πολλῇ καὶ χωρὶς ἡγεμόνων ἐν ταῖς πόλεσι πλαζομένους καὶ τρυφῶντας, ἤχθετο μὴ στρατηγῶν τότε τῶν Ἀχαιῶν, καὶ Ῥωμαίοις ἔλεγε φθονεῖν τῆς νίκης.
ギリシアにおいてローマ人に対してアンティオコスとの戦争が起こったとき、フィロポイメンは一私人であった。 しかし、アンティオコス自身がハルキスに留まり、年甲斐もなく結婚や若い娘たちへの恋にうつつを抜かしているのを目にし、またシリア兵たちが甚だしい無秩序の中で、指揮官もなしに諸都市を彷徨い、贅沢に溺れているのを見て、当時アカイア同盟の将軍職にないことを悔やみ、ローマ人たちの勝利を妬ましく思うと語っていた。
ἐγὼ γὰρ ἂν,
ἔφη,
στρατηγῶν ἐν τοῖς καπηλείοις κατέκοψα τούτους πάντας. §17.2ἐπεὶ δὲ νικήσαντες οἱ Ῥωμαῖοι τὸν Ἀντίοχον ἐνεφύοντο τοῖς Ἑλληνικοῖς μᾶλλον ἤδη, καὶ περιεβάλλοντο τῇ δυνάμει τοὺς Ἀχαιοὺς ὑποκατακλινομένων αὐτοῖς τῶν δημαγωγῶν, ἡ δʼ ἰσχὺς ἐπὶ πάντα πολλὴ μετὰ τοῦ δαίμονος ἐχώρει, καὶ τὸ τέλος ἐγγὺς ἦν εἰς ὃ τὴν τύχην ἔδει περιφερομένην ἐξικέσθαι, καθάπερ ἀγαθὸς κυβερνήτης πρὸς κῦμα διερειδόμενος ὁ Φιλοποίμην τὰ μὲν ἐνδιδόναι καὶ παρείκειν ἠναγκάζετο τοῖς καιροῖς, περὶ δὲ τῶν πλείστων διαφερόμενος τοὺς τῷ λέγειν καὶ πράττειν ἰσχύοντας ἀντισπᾶν ἐπειρᾶτο πρὸς τὴν ἐλευθερίαν.
「もし私が」と彼は言った。 「将軍であったなら、居酒屋にいるこれらすべての者たちを叩き切ってやったものを。 」しかし、ローマ人たちがアンティオコスを破って、すでにギリシアの諸事により深く介入し始め、民衆指導者たちが彼らに屈従する中で、アカイア人たちを自らの勢力範囲に取り囲み、その力が神意とともに万物の上に強力に進み、運命が転変しつつ行き着くはずの終局が近づいていたとき、優れた舵手が波に抗うように、フィロポイメンはある点では時勢に譲歩し屈することを余儀なくされたが、大半のことについては異を唱え、言論と行動において力を持つ者たちを自由に向けて引き戻そうと試みた。
§17.3Ἀρισταίνου δὲ τοῦ Μεγαλοπολίτου δυναμένου μὲν ἐν τοῖς Ἀχαιοῖς μέγιστον, τοὺς δὲ Ῥωμαίους ἀεὶ θεραπεύοντος καὶ τοὺς Ἀχαιοὺς μὴ οἰομένου δεῖν ἐναντιοῦσθαι μηδὲ ἀχαριστεῖν ἐκείνοις, ἐν τῷ συνεδρίῳ λέγεται τὸν Φιλοποίμενα σιωπᾶν ἀκούοντα καὶ βαρέως φέρειν, τέλος δὲ ὑπʼ ὀργῆς δυσανασχετοῦντα πρὸς τὸν Ἀρίσταινον εἰπεῖν
ὦ ἄνθρωπε, τί σπεύδεις τὴν πεπρωμένην τῆς Ἑλλάδος ἐπιδεῖν;
メガロポリスのアリスタイノスが、アカイア人の間で最大の力を持ち、常にローマ人に阿ねて、アカイア人たちが彼らに敵対したり恩を忘れるようなことをすべきではないと考えていたとき、会議において、フィロポイメンはこれを聞きながら沈黙し、不快に耐えかねていたと言われるが、ついに怒りのあまり我慢できなくなって、アリスタイノスに対して言った。 「おいお前、なぜそれほど急いで、ギリシアの定まった宿命を見届けようとするのだ?
§17.4Μανίου δὲ τοῦ Ῥωμαίων ὑπάτου νενικηκότος μὲν Ἀντίοχον, αἰτουμένου δὲ παρὰ τῶν Ἀχαιῶν ὅπως ἐάσωσι τοὺς Λακεδαιμονίων φυγάδας κατελθεῖν, καὶ Τίτου ταὐτὸ τῷ Μανίῳ περὶ τῶν φυγάδων ἀξιοῦντος, διεκώλυσεν ὁ Φιλοποίμην οὐ τοῖς φυγάσι πολεμῶν, ἀλλὰ βουλόμενος διʼ αὑτοῦ καὶ τῶν Ἀχαιῶν, ἀλλὰ μὴ Τίτου μηδὲ Ῥωμαίων χάριτι τοῦτο πραχθῆναι·
」ローマの執政官マニウスがアンティオコスを破り、アカイア人たちに対して、ラケダイモン人の追放者たちが帰還するのを許すよう求めていたとき、そしてティトゥスも追放者に関してマニウスと同じことを要求していたとき、フィロポイメンはこれを阻止した。 それは追放者たちと戦っていたからではなく、これが彼自身とアカイア人の手によってなされ、ティトゥスやローマ人の恩恵によってなされることを望まなかったからである。
καὶ στρατηγῶν εἰς τοὐπιὸν αὐτὸς κατήγαγε τοὺς φυγάδας, οὕτως εἶχέ τι πρὸς τὰς ἐξουσίας ὑπὸ φρονήματος δύσερι καὶ φιλόνεικον.
そして、翌年将軍職にあるときに、自ら追放者たちを帰還させた。 彼はプライドゆえに、権力者に対してそれほどまでに反発しやすく、勝ち気なところがあったのである。