Humanitext Reader

普鲁塔克 · 菲洛皮门传 §18.1-18.8

麦塞内叛乱与菲洛波义曼被俘

第 18 段,共 21 段 · 希腊语

内容简介

年迈的菲洛波义曼本期望安度余生,但在前往平定麦塞内叛乱时,他为了保护年轻骑兵撤退而亲自殿后,最终因落马受伤而被敌人活捉。

§18.1ἤδη δὲ γεγονὼς ἔτος ἑβδομηκοστόν, ὄγδοον δὲ τῶν Ἀχαιῶν στρατηγῶν, ἤλπιζεν οὐ μόνον ἐκείνην τήν ἀρχὴν ἀπολέμως διάξειν, ἀλλὰ καὶ τοῦ βίου τὸ λοιπὸν αὐτῷ μεθʼ ἡσυχίας καταβιῶναι τὰ πράγματα παρέξειν.
他此时已年届七十,并第八次出任亚该亚人的将军,他不仅希望无战事地度过这一任期,还希望时势能让他安宁地度过余生。
ὡς γὰρ αἱ νόσοι ταῖς τῶν σωμάτων ῥώμαις συναπομαραίνεσθαι δοκοῦσιν, οὕτως ἐν ταῖς Ἑλληνικαῖς πόλεσιν ἐπιλειπούσης τῆς δυνάμεως ἔληγε τὸ φιλόνικον.
因为正如疾病似乎随着肉体力量的衰退而一同消逝一样,在希腊各城邦中,随着力量的衰竭,好斗的风气也逐渐平息。
§18.2οὐ μὴν ἀλλὰ Νέμεσίς τις ὥσπερ ἀθλητὴν εὐδρομοῦντα πρὸς τέρμασι τοῦ βίου κατέβαλε, λέγεται γὰρ ἔν τινι συλλόγῳ τῶν παρόντων ἐπαινούντων ἄνδρα δεινὸν εἶναι δοκοῦντα περὶ στρατηγίαν εἰπεῖν τὸν Φιλοποίμενα, καὶ πῶς ἄξιον ἐκείνου λόγον ἔχειν τοῦ ἀνδρός, ὅστις ἥλω ζῶν ὑπὸ τῶν πολεμίων;
然而,某种复仇女神就像击倒一个正向终点飞奔的运动员一样,在他生命的终点将他击倒。 因为据说在一次聚会上,当在座的人称赞一个被认为极具军事才能的人时,菲洛波义曼说:“那个被敌人活捉的人,又怎值得我们去谈论呢?
§18.3μεθʼ ἡμέρας δὲ ὀλίγας Δεινοκράτης Μεσσήνιος, ἄνθρωπος ἰδίᾳ τε τῷ Φιλοποίμενι προσκεκρουκώς καὶ τοῖς ἄλλοις ἐπαχθὴς διὰ πονηρίαν καὶ ἀκολασίαν, τήν τε Μεσσήνην ἀπέστησε τῶν Ἀχαιῶν, καὶ κώμην τήν καλουμένην Κολωνίδα προσηγγέλθη μέλλων καταλαμβάνειν ὁ δὲ Φιλοποίμην ἔτυχε μὲν ἐν Ἄργει πυρέσσων, πυθόμενος δὲ ταῦτα συνέτεινεν εἰς Μεγάλην πόλιν ἡμέρᾳ μιᾷ σταδίους πλείονας ἢ τετρακοσίους.
” 几天后,麦塞尼亚人戴诺克拉底——此人私下里与菲洛波义曼有怨,且因其邪恶与放纵而为他人所厌恶——唆使麦塞内脱离亚该亚人,并被报称将要占领那座被称为科洛尼斯的村庄。 菲洛波义曼当时恰好在阿戈斯发烧,但他一听说此事,便在一天之内赶路四百多斯塔德,奔赴大都市。
§18.4κἀκεῖθεν εὐθὺς ἐβοήθει τοὺς ἱππεῖς ἀναλαβών, οἵπερ ἦσαν ἐνδοξότατοι μὲν τῶν πολιτῶν, νέοι δὲ κομιδῇ, διʼ εὔνοιαν τοῦ Φιλοποίμενος καὶ ζῆλον ἐθελονταὶ συστρατεύοντες.
他随即便从那里出发去增援,带上了那些虽属市民中最显贵、却十分年轻的骑兵,他们因对菲洛波义曼的爱戴和热忱而自愿随军参战。
ἱππασάμενοι δὲ πρὸς τήν Μεσσήνην καὶ περὶ τὸν Εὐάνδρου λόφον ἀπαντῶντι τῷ Δεινοκράτει συμπεσόντες ἐκεῖνον μὲν ἐτρέψαντο,
他们策马向麦塞内进发,在埃万德鲁斯山丘附近与前来迎击的戴诺克拉底交火,并将他击溃。
§18.5τῶν δὲ πεντακοσίων, οἳ τήν χώραν τῶν Μεσσηνίων παρεφύλαττον, ἐξαίφνης ἐπιφερομένων καὶ τῶν πρότερον ἡττημένων, ὡς τούτους κατεῖδον, αὖθις ἀνὰ τοὺς λόφους ἀθροιζομένων, δείσας ὁ Φιλοποίμην κυκλωθῆναι καὶ τῶν ἱππέων φειδόμενος ἀνεχώρει διὰ τόπων χαλεπῶν, αὐτὸς οὐραγῶν καὶ πολλάκις ἀντεξελαύνων τοῖς πολεμίοις καὶ ὅλως ἐπισπώμενος ἐφʼ ἑαυτόν, οὐ τολμώντων ἀντεμβαλεῖν ἐκείνων, ἀλλὰ κραυγαῖς καὶ περιδρομαῖς χρωμένων ἄποθεν.
然而,防守麦塞尼亚边境的五百名士兵突然杀到,而此前被击败的人看到他们,也再次在山丘上集结起来。 菲洛波义曼担心被包围,为了保护骑兵,他开始在险要的地形中撤退,自己亲自殿后,多次向敌人反击,并将所有的注意力都引向自己,而敌人不敢直接发起冲锋,只是在远处叫喊并合围。
§18.6ἀφιστάμενος οὖν πολλάκις διὰ τοὺς νεανίσκους καὶ καθʼ ἕνα παραπέμπων ἔλαθεν ἐν πολλοῖς ἀπομονωθεὶς πολεμίοις.
因此,为了照顾那些年轻士兵,他数次停留,将他们一个个送走,不知不觉中竟孤身陷于众敌包围之中。
καὶ συνάψαι μὲν εἰς χεῖρας οὐδεὶς ἐτόλμησεν αὐτῷ, πόρρωθεν δὲ βαλλόμενος καὶ βιαζόμενος πρὸς χωρία πετρώδη καὶ παράκρημνα χαλεπῶς μετεχειρίζετο καὶ κατέξαινε τὸν ἵππον.
虽说没人敢上前与他白兵交战,但他被从远处投掷的石矛击中,并被逼退至乱石嶙峋、陡峭险峻之地,因而难以驭马,且使马匹严重受伤。
§18.7αὐτῷ δὲ τὸ μὲν γῆρας ὑπὸ ἀσκήσεως πολλῆς ἐλαφρὸν ἦν καὶ πρὸς οὐδὲν ἐμπόδιον εἰς τὸ σωθῆναι, τότε δὲ καὶ διὰ τήν ἀρρωστίαν τοῦ σώματος ἐνδεοῦς γεγονότος καὶ διὰ τήν ὁδοιπορίαν κατακόπου, βαρὺν ὄντα καὶ δυσκίνητον ἤδη σφαλεὶς ὁ ἵππος εἰς τήν γῆν κατέβαλε, σκληροῦ δὲ τοῦ πτώματος γενομένου καὶ τῆς κεφαλῆς παθούσης ἔκειτο πολὺν χρόνον ἄναυδος, ὥστε καὶ τοὺς πολεμίους τεθνάναι δόξαντας αὐτόν ἐπιχειρεῖν στρέφειν τὸ σῶμα καὶ σκυλεύειν.
他的年迈本因长期的锻炼而显得轻健,对于逃生并没有造成任何阻碍。 然而此时,由于身体因疾病而虚弱,又因长途跋涉而疲惫不堪,他已身体沉重且行动不便。 这时马匹失蹄,将他摔在地上。 这一跤摔得很重,头部也受了伤,使他长时间昏迷失语,以至于敌人以为他已经死了,开始翻转他的身体并企图剥夺其甲胄。
§18.8ἐπεὶ δὲ τήν κεφαλὴν ἐπάρας διέβλεψεν, ἀθρόοι περιπεσόντες ἀπέστρεφον αὐτοῦ τὰς χεῖρας ὀπίσω καὶ δήσαντες ἦγον, ὕβρει χρώμενοι πολλῇ καὶ λοιδορίᾳ κατʼ ἀνδρὸς οὐδὲ ὄναρ ἄν ποτε παθεῖν ὑπὸ Δεινοκράτους ταῦτα προσδοκήσαντος.
但当他抬起头睁开双眼时,敌人一拥而上,将他的双手绑在身后牵走,对他施以极大的侮辱与谩骂。 而这个男人,即便是做梦也从未料到自己会落入戴诺克拉底之手遭受这般境遇。

词汇与语法注释

  1. 18.1παρέξειν — 属于由 ἤλπιζεν(期待)所引导的带不定式的宾语结构。中性复数名词 τὰ πράγματα(时势、状况)是不定式 παρέξειν(提供、使得)的逻辑主语。不定式 καταβιῶναι(度过、生活)依赖于 παρέξειν,其逻辑主语由与格代词 αὐτῷ(他)表示。
  2. 18.3προσηγγέλθη — 动词 προσαγγέλλω(报告)的被动语态第三人称单数。此处采用了希腊语中特有的“人称构文(主格与不定式结构)”,意为“他(戴诺克拉底)被报告将要占领……”,而非无人称的“据报告他将要占领……”。
  3. 18.6ἔλαθεν — 动词 λανθάνω(未被察觉)的第三人称单数不定过去时(ἔλαθεν)与不定过去时分词 ἀπομονωθεὶς(被孤立)连用,构成希腊语的常见惯用表达,意为“他在不自觉中被孤立了”(即“他没有发觉自己已被孤立”)。
  4. 18.8παθεῖν — 作为属格分词 προσδοκήσαντος(预料,修饰属格名词 ἀνδρός“男人”)的宾语的不定式。带助词 ἄν 的不定过去时不定式(ἄν πο送 παθεῖν)在此代表了间接陈述中的带 ἄν 过去时直陈式(虚拟过去)或带 ἄν 祈愿式(潜在可能性),意为“(从未预料到)会遭受(此类事情)”。

引用这一段

普鲁塔克, 菲洛皮门传 §18.1-18.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg027.humanitext-grc2:18.1-18.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。