Humanitext Reader

普鲁塔克 · 菲洛皮门传 §17.1-17.4

抵制罗马干预与流亡者归国

第 17 段,共 21 段 · 希腊语

内容简介

在罗马与安蒂奥科斯于希腊交战期间,菲洛波义曼抵抗了罗马势力的扩张,批评了亲罗马派的妥协态度,并在拉凯戴蒙流亡者归国问题上坚决阻止罗马执政官等人的干预,以期由亚该亚人自主解决。

§17.1ἐπεὶ δὲ Ῥωμαίοις ὁ πρὸς Ἀντίοχον ἐν τῇ Ἑλλάδι συνέστη πόλεμος, ἦν μὲν ἰδιώτης ὁ Φιλοποίμην, ὁρῶν δὲ τὸν Ἀντίοχον αὐτὸν ἐν Χαλκίδι καθήμενον περὶ γάμους καὶ παρθένων ἔρωτας οὐ καθʼ ὥραν σχολάζοντα, τοὺς δὲ Σύρους ἐν ἀταξίᾳ πολλῇ καὶ χωρὶς ἡγεμόνων ἐν ταῖς πόλεσι πλαζομένους καὶ τρυφῶντας, ἤχθετο μὴ στρατηγῶν τότε τῶν Ἀχαιῶν, καὶ Ῥωμαίοις ἔλεγε φθονεῖν τῆς νίκης.
当罗马人在希腊与安蒂奥科斯爆发战争时,菲洛波义曼正闲居在家。 然而,他看到安蒂奥科斯本人滞留在哈尔基斯,不合时宜地沉溺于婚姻和对年轻姑娘的爱情之中,而叙利亚士兵则在极度无序中、在没有指挥官的情况下在各城市中游荡并骄奢淫逸,他便因自己当时未担任亚该亚同盟的将军而感到懊恼,并对人说他嫉妒罗马人的胜利。
ἐγὼ γὰρ ἂν, ἔφη, στρατηγῶν ἐν τοῖς καπηλείοις κατέκοψα τούτους πάντας.
“因为如果我,”他说,“当时担任将军,我就会在酒馆里把他们全部砍死。
§17.2ἐπεὶ δὲ νικήσαντες οἱ Ῥωμαῖοι τὸν Ἀντίοχον ἐνεφύοντο τοῖς Ἑλληνικοῖς μᾶλλον ἤδη, καὶ περιεβάλλοντο τῇ δυνάμει τοὺς Ἀχαιοὺς ὑποκατακλινομένων αὐτοῖς τῶν δημαγωγῶν, ἡ δʼ ἰσχὺς ἐπὶ πάντα πολλὴ μετὰ τοῦ δαίμονος ἐχώρει, καὶ τὸ τέλος ἐγγὺς ἦν εἰς ὃ τὴν τύχην ἔδει περιφερομένην ἐξικέσθαι, καθάπερ ἀγαθὸς κυβερνήτης πρὸς κῦμα διερειδόμενος ὁ Φιλοποίμην τὰ μὲν ἐνδιδόναι καὶ παρείκειν ἠναγκάζετο τοῖς καιροῖς, περὶ δὲ τῶν πλείστων διαφερόμενος τοὺς τῷ λέγειν καὶ πράττειν ἰσχύοντας ἀντισπᾶν ἐπειρᾶτο πρὸς τὴν ἐλευθερίαν.
” 然而,当罗马人击败安蒂奥科斯后,开始更加深入地介入希腊事务,并在煽动家们向他们俯首帖耳的过程中,用实力将亚该亚人包围在自己的势力范围内,而罗马的力量在神意的眷顾下向万物强力推进,运命转动所注定到达的终局已然临近时,菲洛波义曼就像一位与波涛搏斗的优秀舵手,虽然在某些事情上不得不顺应时势而让步妥协,但在绝大多数事情上,他都持反对意见,并试图将那些在言论和行动上有影响力的人拉回到自由的一方。
§17.3Ἀρισταίνου δὲ τοῦ Μεγαλοπολίτου δυναμένου μὲν ἐν τοῖς Ἀχαιοῖς μέγιστον, τοὺς δὲ Ῥωμαίους ἀεὶ θεραπεύοντος καὶ τοὺς Ἀχαιοὺς μὴ οἰομένου δεῖν ἐναντιοῦσθαι μηδὲ ἀχαριστεῖν ἐκείνοις, ἐν τῷ συνεδρίῳ λέγεται τὸν Φιλοποίμενα σιωπᾶν ἀκούοντα καὶ βαρέως φέρειν, τέλος δὲ ὑπʼ ὀργῆς δυσανασχετοῦντα πρὸς τὸν Ἀρίσταινον εἰπεῖν ὦ ἄνθρωπε, τί σπεύδεις τὴν πεπρωμένην τῆς Ἑλλάδος ἐπιδεῖν;
大都会的阿里斯泰诺斯在亚该亚人中拥有极大的权势,他总是奉迎罗马人,并认为亚该亚人不应该反对他们,也不应该对他们忘恩负义;当时在会议上,据说菲洛波义曼听着这些话,保持着沉默并难以忍受,但最后,他因愤怒而无法抑制自己,对阿里斯泰诺斯说:“你这人,为何如此急于亲眼看见希腊注定的末日呢?
§17.4Μανίου δὲ τοῦ Ῥωμαίων ὑπάτου νενικηκότος μὲν Ἀντίοχον, αἰτουμένου δὲ παρὰ τῶν Ἀχαιῶν ὅπως ἐάσωσι τοὺς Λακεδαιμονίων φυγάδας κατελθεῖν, καὶ Τίτου ταὐτὸ τῷ Μανίῳ περὶ τῶν φυγάδων ἀξιοῦντος, διεκώλυσεν ὁ Φιλοποίμην οὐ τοῖς φυγάσι πολεμῶν, ἀλλὰ βουλόμενος διʼ αὑτοῦ καὶ τῶν Ἀχαιῶν, ἀλλὰ μὴ Τίτου μηδὲ Ῥωμαίων χάριτι τοῦτο πραχθῆναι·
” 当罗马执政官马尼乌斯击败安蒂奥科斯并向亚该亚人请求允许拉凯戴蒙的流亡者归国,且特提乌斯在流亡者问题上也向亚该亚人提出与马尼乌斯相同的要求时,菲洛波义曼予以了阻止,这并非因为他与流亡者为敌,而是因为他希望这件事是由他自己和亚该亚人促成,而不是出于特提乌斯或罗马人的恩惠。
καὶ στρατηγῶν εἰς τοὐπιὸν αὐτὸς κατήγαγε τοὺς φυγάδας, οὕτως εἶχέ τι πρὸς τὰς ἐξουσίας ὑπὸ φρονήματος δύσερι καὶ φιλόνεικον.
此后,当他在下一年担任将军时,他亲自召回了流亡者。 由于他的高傲气魄,他对权贵总是抱有这样一种反叛与争胜的态度。

词汇与语法注释

  1. 17.1ἂν ... κατέκοψα — 伴有条件分词 `στρατηγῶν`(如果我当时担任将军)的与过去事实相反的虚拟语气(反事实条件)的归结小句(`ἂν` + 直陈式不定过去时 `κατέκοψα`)。
  2. 17.1μὴ στρατηγῶν — 表示情感动词 `ἤχθετο`(因……而懊恼)原因的主观否定分词短语。虽然通常客观事实的原因使用 `οὐ`,但此处由于带有一种主观上的不满或假设性的色彩(“由于不担任将军”这一状态),故使用否定词 `μὴ`。
  3. 17.4ὅπως ἐάσωσι — 由表示恳请或要求的分词 `αἰτουμένου`(请求)所引出的目的从句(或努力从句),使用了不定过去时虚拟语气 `ἐάσωσι`。
  4. 17.4χάριτι — 与格名词的副词性或介词性用法。意为“凭着……的好意”或“作为……的恩惠”,支配属格 `Τίτου` 与 `Ῥωμαίων`。

引用这一段

普鲁塔克, 菲洛皮门传 §17.1-17.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg027.humanitext-grc2:17.1-17.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。