Humanitext Reader

普鲁塔克 · 菲洛皮门传 §10.1-10.8

曼丁尼亚战役与斩杀马哈尼达斯

第 10 段,共 21 段 · 希腊语

内容简介

菲洛波义曼率领的阿卡亚军与拉刻代蒙僭主马哈尼达斯展开交战。菲洛波义曼敏锐利用了马哈尼达斯因过度追击而暴露的敌军方阵空隙,将其彻底击溃,并在随后的对决中亲自挑落并斩杀了马哈尼达斯,因这一功绩他在德尔斐获立青铜像。

§10.1ἦν δὲ τότε τοῖς Ἀχαιοῖς ὁ πρὸς Μαχανίδαν πόλεμος τὸν Λακεδαιμονίων τύραννον, ἀπὸ πολλῆς καὶ μεγάλης δυνάμεως ἐπιβουλεύοντα πᾶσι Πελοποννησίοις.
当时,阿卡亚人与拉刻代蒙人的僭主马哈尼达斯正在交战,后者凭借着庞大而强盛的兵力,正图谋危害所有的伯罗奔尼撒人。
ὡς οὖν εἰς τὴν Μαντίνειαν ἐμβεβληκὼς ἀπηγγέλθη, κατὰ τάχος ὁ Φιλοποίμην ἐξήγαγε τὴν στρατιὰν ἐπʼ αὐτόν, ἐγγὺς δὲ τῆς πόλεως παρετάξαντο πολλοῖς μὲν ξένοις ἑκάτεροι, πάσαις δὲ ὁμοῦ τι ταῖς πολιτικαῖς δυνάμεσι.
因此,当接到报告称马哈尼达斯已入侵曼提内亚时,菲洛波义曼迅速率军前去迎敌。 在城市附近,双方都排开阵势,各自拥有大批雇佣军,且几乎动用了所有的公民兵力。
§10.2γενομένου δὲ τοῦ ἀγῶνος ἐν χερσίν, ὁ Μαχανίδας τοῖς ξένοις τοὺς τῶν Ἀχαιῶν προτεταγμένους ἀκοντιστὰς καὶ Ταραντίνους τρεψάμενος ἀντὶ τοῦ χωρεῖν εὐθὺς ἐπὶ τοὺς μαχομένους καὶ παραρρηγνύναι τὸ συνεστηκός ἐξέπεσε διώκων καὶ παρήλλαξε τὴν φάλαγγα τῶν Ἀχαιῶν ἐν τάξει μενόντων.
及至短兵相接,马哈尼达斯率领雇佣兵击溃了阿卡亚人前哨的标枪兵和塔兰托骑兵,但他没有立即冲向正在交战的敌军主力并击碎其紧密阵形,反而因追击而冲出了战场,错过了保持着整齐阵形的阿卡亚人方阵。
§10.3ὁ δὲ Φιλοποίμην τηλικούτου πταίσματος ἐν ἀρχῇ γενομένου καὶ τῶν πραγμάτων ἀπολωλέναι κομιδῇ καὶ διεφθάρθαι δοκούντων, τοῦτο μὲν ὅμως προσεποιεῖτο παρορᾶν καὶ μηδὲν ἡγεῖσθαι δεινόν, κατιδὼν δὲ τοὺς πολεμίους, ὅσον ἡμάρτανον ἐν τῇ διώξει, τῆς φάλαγγος ἀπορρηγνυμένους καὶ κενὴν χώραν διδόντας, οὐκ ἀπήντησεν οὐδʼ ἐνέστη φερομένοις αὐτοῖς ἐπὶ τοὺς φεύγοντας,
然而,尽管在战局初期遭遇了如此惨重的挫折,且局势看似已彻底断送和败坏,菲洛波义曼却仍假装忽略此事,认为并无任何可怕之处。 他看清了敌人在追击中犯下了多么严重的错误——他们脱离了自己的方阵并留下了空隙,因此他并没有迎击,也没有阻挡那些正向溃逃者冲去的敌军,而是任由他们穿过去,在重装步兵阵前留下一条巨大的裂口。
§10.4ἀλλʼ ἐάσας παρελθεῖν καὶ διάσπασμα ποιῆσαι μέγα πρὸς τοὺς ὁπλίτας εὐθὺς ἦγε τῶν Λακεδαιμονίων, ὁρῶν τὴν φάλαγγα γυμνὴν ἀπολελειμμένην, καὶ κατὰ κέρας παραδραμὼν ἐνέβαλε, μήτε ἄρχοντος αὐτοῖς παρόντος μήτε μάχεσθαι προσδεχομένοις· νικᾶν γὰρ ἡγοῦντο καὶ κρατεῖν παντάπασι, διώκοντα τὸν Μαχανίδαν ὁρῶντες.
由于看到拉刻代蒙人的方阵暴露在外,他立即率军直扑他们的重装步兵,并从侧翼包抄突袭,而此时敌军既无指挥官在场,也未料到会发生交战;因为他们看到马哈尼达斯正在追击,便以为自己已大获全胜、彻底征服了对手。
§10.5ὠσάμενος δὲ τούτους φόνῳ πολλῷ λέγονται γὰρ ὑπὲρ τοὺς τετρακισχιλίους ἀποθανεῖν ὥρμησεν ἐπὶ τὸν Μαχανίδαν ἐκ τῆς διώξεως ἀναστρέφοντα μετὰ τῶν ξένων, τάφρου δὲ μεγάλης καὶ βαθείας ἐν μέσῳ διειργούσης, παρεξήλαυνον ἀλλήλοις ἑκατέρωθεν, ὁ μὲν διαβῆναι καὶ φυγεῖν, ὁ δὲ τοῦτο κωλῦσαι βουλόμενος.
在以惨重的杀戮击溃这股敌军后——据说有四千多人战死——他冲向正率领雇佣兵从追击中返回的马哈尼达斯。 然而,一条巨大且深邃的壕沟将他们从中间隔开,于是双方沿着壕沟两边并马疾驰,一方企图跃过壕沟逃跑,另一方则力图阻止。
§10.6ἦν δὲ ὄψις οὐχ ὡς στρατηγῶν μαχομένων, ἀλλʼ ὥσπερ θηρίῳ πρὸς ἀλκὴν ὑπʼ ἀνάγκης τρεπομένῳ δεινοῦ κυνηγέτου τοῦ Φιλοποίμενος συνεστῶτος,, ἔνθα ὁ μὲν ἵππος τοῦ τυράννου ῥωμαλέος ὢν καὶ θυμοειδὴς καὶ τοῖς μύωψιν αἱμαχθεὶς ἑκατέρωθεν ἐπετόλμησε τῇ διαβάσει, καὶ προσβαλὼν τῇ τάφρῳ τὸ στῆθος ἐβιάζετο τοῖς προσθίοις πέραν ἐρείσασθαι σκέλεσιν.
这一景象不像是将军之间的对决,倒像是一头野兽因走投无路而不得不负隅顽抗,而菲洛波义曼则像一个强悍的猎人与其对峙。 此时,僭主的战马由于强壮剽悍且斗志旺盛,两肋已被马刺扎得鲜血淋漓,竟悍然尝试跨越壕沟,它用胸膛撞向壕沟,奋力试图将前蹄搭在对岸。
§10.7ἐν δὲ τούτῳ Σιμίας καὶ Πολύαινος, οἵπερ ἀεὶ τῷ Φιλοποίμενι παρῆσαν μαχομένῳ καὶ συνήσπιζον, ὁμοῦ προσήλαυνον ἀμφότεροι τὰς αἰχμὰς κλίναντες ἐναντίας, φθάνει δὲ αὐτοὺς ὁ Φιλοποίμην ἀπαντήσας τῷ Μαχανίδᾳ, καὶ τὸν ἵππον αὐτοῦ μετεωρίζοντα τὴν κεφαλὴν πρὸ τοῦ σώματος ὁρῶν μικρὸν ἐνέκλινε τὸν ἴδιον, καὶ διαλαβὼν τὸ ξυστὸν ἐκ χειρὸς ὠθεῖ καὶ περιτρέπει τὸν ἄνδρα συνεπερείσας.
就在这时,一直伴随菲洛波义曼战斗并为其掩护的西米阿斯和波吕艾诺斯两人一同策马赶到,放低长矛直指对手。 但菲洛波义曼抢先一步迎上马哈尼达斯,见对方的战马在身体前高高昂起头颅,便稍微拨偏了自己的坐骑,双手紧握长枪奋力刺去,顺势将对方挑落马下。
§10.8τοῦτο ἔχων τὸ σχῆμα χαλκοῦς ἐν Δελφοῖς ἕστηκεν ὑπὸ τῶν Ἀχαιῶν θαυμασάντων μάλιστα καὶ τὴν πρᾶξιν αὐτοῦ καὶ τὴν στρατηγίαν ἐκείνην.
阿卡亚人极其钦佩他的这一英勇行为和那次卓越的指挥,因而为他铸造了以此姿态而立的青铜像,竖立在德尔斐。

词汇与语法注释

  1. 10.2ἐξέπεσε διώκων — 动词 `ἐκπίπτω`(偏离、冲出)与现在分词 `διώκων`(追击)连用,表示因过度专注于追击而偏离了预定的战场和路线。
  2. 10.4μήτε ἄρχοντος αὐτοῖς παρόντος μήτε μάχεσθαι προσδεχομένοις — 属格绝对结构 `ἄρχοντος παρόντος`(无指挥官在场)与修饰与格代词 `αὐτοῖς` 的分词 `προσδεχομένοις`(未料到)通过连词 `μήτε... μήτε...` 形成了不同格结构的非对称并列。
  3. 10.6ὥσπερ θηρίῳ πρὸς ἀλκὴν ὑπʼ ἀνάγκης τρεπομένῳ δεινοῦ κυνηγέτου τοῦ Φιλοποίμενος συνεστῶτος — `δεινοῦ κυνηγέτου τοῦ Φιλοποίμενος συνεστῶτος` 为属格绝对结构,其中不及物分词 `συνεστῶτος`(与之对抗)支配与格,因而与与格名词短语 `θηρίῳ ... τρεπομένῳ`(被迫反抗的野兽)相关联,构成了“强大的猎人菲洛波义曼与野兽对峙”的语意。
  4. 10.7φθάνει δὲ αὐτοὺς ὁ Φιλοποίμην ἀπαντήσας — 动词 `φθάνω`(先于、抢先)支配宾格(`αὐτοὺς`)并伴随分词 `ἀπαντήσας`(迎击),构成了表示“抢在他们前面去迎击”的惯用句式。

引用这一段

普鲁塔克, 菲洛皮门传 §10.1-10.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg027.humanitext-grc2:10.1-10.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。