§3.1ὅτι μέν δὴ τῆς πολιτικῆς ἄνθρωπος ἀρετῆς οὐ κτᾶται τελειοτέραν, ὁμολογούμενόν ἐστι ταύτης δέ που μόριον οἱ πλεῖστοι τὴν οἰκονομικὴν οὐ οὐμικρόν τίθενται·
人間が政治的徳よりも完全な徳を獲得することはないということは、合意されている。 そして、大抵の者は家政をこれの少なからぬ一部とみなしている。
καὶ γὰρ ἡ πόλις οἴκων τι σύστημα καὶ κεφάλαιον οὖσα ῥώννυται πρὸς τὰ δημόσια τοῖς ἰδίοις βίοις τῶν πολιτῶν εὐθενούντων, ὅπου καὶ Λυκοῦργος ἐξοικίσας μέν ἄργυρον,
というのも、国家は家々のいわば体系であり総計であって、市民たちの個々の生活が豊かであることによって、公的な事柄に対しても強固になるからである。
§3.2ἐξοικίσας δὲ χρυσὸν τῆς Σπάρτης, νόμισμα δὲ διεφθαρμένου πυρὶ σιδήρου θέμενος αὐτοῖς οἰκονομίας οὐκ ἀπήλλαξε τοὺς πολίτας, ἀλλά τὰ τρυφῶντα καὶ ὕπουλα καὶ φλεγμαίνοντα τοῦ πλούτου περιελών, ὅπως εὐπορήσωσι τῶν ἀναγκαίων καὶ χρησίμων ἅπαντες, ὡς ἄλλος οὐδεὶς νομοθέτης προὐνόησε, τὸν ἄπορον καὶ ἀνέστιον καὶ πένητα σύνοικον ἐπὶ κοινωνίᾳ πολιτείας μᾶλλον τοῦ πλουσίου καὶ ὑπερόγκου φοβηθείς.
実際、リュクルゴスでさえ、銀を追放し、スパルタから金を追放し、火で焼き入れを施した鉄の貨幣を彼らに制定したものの、市民たちを家政から解放したわけではなく、むしろ、富の贅沢で、不健全で、炎症を起こしている部分を取り除いて、すべての者が生存に必要な、かつ有用なものを豊かに持てるようにした。 これは他のどの立法者も思い及ばなかったことであるが、彼は、富裕で驕り高ぶった者よりも、財産がなく、家もなく、貧しい同居人が、国家の共同体に加わることを恐れたからである。
§3.3φαίνεται τοίνυν ὁ μέν Κάτων οὐδέν τι φαυλότερος οἴκου προστάτης ἢ πόλεως γενόμενος·
それゆえ、カトは国家の管理者として劣らず、家の管理者としても全く劣っていなかったことが明らかである。
καὶ γὰρ αὐτὸς ηὔξησε τὸν αὑτοῦ βίον καὶ κατέστη διδάσκαλος οἰκονομίας καὶ γεωργίας ἑτέροις, πολλὰ καὶ χρήσιμα περὶ τούτων συνταξάμενος·
実際、彼は自らの資産を増やし、他の人々に対して家政と農業の教師となり、これらについて多くの有益な著作を著した。
Ἀριστείδης δὲ τῇ πενίᾳ καὶ τὴν δικαιοσύνην συνδιέβαλεν ὡς οἰκοφθόρον καὶ πτωχοποιὸν καὶ πᾶσι μᾶλλον ἢ τοῖς κεκτημένοις ὠφέλιμον.
これに対して、アリステイデスは、その貧しさによって正義をも共に、家を破滅させ、人を乞食にし、その所有者よりも他のすべての者にとって有益なものであるとして、誹謗に晒してしまった。
§3.4καίτοι πολλὰ μέν Ἡσίοδος πρὸς δικαιοσύνην ἅμα καὶ οἰκονομίαν παρακαλῶν ἡμᾶς εἴρηκε καὶ τὴν ἀργίαν ὡς ἀδικίας ἀρχὴν λελοιδόρηκεν, εὖ δὲ καὶ Ὁμήρῳ πεποίηται·
しかしながら、ヘシオドスは正義と同時に家政をも我々に勧めながら多くのことを語り、怠惰を不正の始まりとして非難しており、またホメロスによっても、次のように見事に詠まれている。
"
ἔργον δέ μοι οὐ φίλον ἦεν
οὐδʼ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαά τέκνα,
ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν
καὶ πόλεμοι καὶ ἄκοντες ἐύξεστοι καὶ ὀϊστοί·
"しかし私には、仕事も、輝かしい子供たちを育てる家計の管理も、好ましくはなかった。 むしろ、常に私にとって愛しかったのは、櫂を並べた船であり、戦争、磨き上げられた投げ槍、そして矢であった。
"
ὡς τοὺς αὐτοὺς ἀμελοῦντας οἰκίας καὶ ποριζομένους ἐξ ἀδικίας.
"これは、同じ人々が家を怠り、かつ不正によって糧を得るのだ、というように(歌われているの)である。
§3.5οὐ γὰρ, ὡς τοὔλαιον οἱ ἰατροί φασι τοῦ σώματος εἶναι τοῖς μέν ἐκτὸς ὠφελιμώτατον, τοῖς δʼ ἐντὸς βλαβερώτατον, οὕτως ὁ δίκαιος ἑτέροις μέν ἐστι χρήσιμος, αὑτοῦ δὲ καὶ τῶν ἰδίων ἀκηδής, ἀλλʼ ἔοικε ταύτῃ πεπηρῶσθαι τῷ Ἀριστείδῃ τὸ πολιτικόν, εἴπερ, ὡς οἱ πλεῖστοι λέγουσιν, οὐδὲ προῖκα τοῖς θυγατρίοις οὐδὲ ταφὴν αὐτῷ καταλιπέσθαι προὐνόησεν.
というのも、医師たちが油について、体の外側に対しては極めて有益であるが、内側に対しては極めて有害であると言うように、正義の人も他者に対しては有用であるが、自分自身や身内の者に対しては無頓着である、というわけではないからである。 むしろ、もし大抵の者が言うように、アリステイデスが娘たちに持参金も残さず、自らの埋葬の費用さえも残すことを配慮しなかったとすれば、彼の政治的資質はこの点において損なわれていたと思われる。
§3.6ὅθεν ὁ μὲν Κάτωνος οἶκος ἄχρι γένους τετάρτου στρατηγοὺς καὶ ὑπάτους τῇ Ῥώμῃ παρεῖχε·
このため、カトの家は四代目に至るまで、ローマに将軍や執政官を輩出し続けた。
καὶ γὰρ υἱωνοὶ καὶ τούτων ἔτι παῖδες ἦρξαν ἀρχὰς τὰς μεγίστας·
実際、彼の孫たちや、さらにその子供たちも、最高位の官職を務めたのである。
τῆς δʼ Ἀριστείδου τοῦ πρωτεύσαντος Ἑλλήνων γενεᾶς ἡ πολλὴ καὶ ἄπορος πενίᾳ τοὺς μέν εἰς ἀγυρτικοὺς κατέβαλε πίνακας, τοὺς δὲ δημοσίῳ τὰς χεῖρας ἐράνῳ διʼ ἔνδειαν ὑπέχειν ἠνάγκασεν, οὐδενὶ δὲ λαμπρὸν οὐδέν οὐδʼ ἄξιον ἐκείνου τοῦ ἀνδρὸς φρονῆσαι παρέσχεν.
これに対し、ギリシア人の第一人者であったアリステイデスの家系は、その多くが困窮した貧しさのために、ある者たちを絵看板にまで貶め、他の者たちには欠乏のあまり公的な援助に対して手を差し伸べることを余儀なくさせ、誰一人として輝かしい地位を得ることも、あの偉大な男にふさわしい誇りを持つこともできなかった。