Humanitext Reader

普鲁塔克 · 阿里斯提德与大加图比较列传 §3.1-3.6

关于家政管理与财富态度的比较

第 3 段,共 6 段 · 希腊语

内容简介

本章节对比了卡托在家庭理财和家政管理上的成功,与阿里斯提德的极度贫困(这使正义蒙羞并导致后代困顿)。同时,文章论证了家政管理是政治德行的重要组成部分,对城邦的稳定至关重要。

§3.1ὅτι μέν δὴ τῆς πολιτικῆς ἄνθρωπος ἀρετῆς οὐ κτᾶται τελειοτέραν, ὁμολογούμενόν ἐστι ταύτης δέ που μόριον οἱ πλεῖστοι τὴν οἰκονομικὴν οὐ οὐμικρόν τίθενται·
世人公认,人类无法获得比政治德行更完美的德行;而大多数人也确实将家政管理视为其不小的一部分。
καὶ γὰρ ἡ πόλις οἴκων τι σύστημα καὶ κεφάλαιον οὖσα ῥώννυται πρὸς τὰ δημόσια τοῖς ἰδίοις βίοις τῶν πολιτῶν εὐθενούντων, ὅπου καὶ Λυκοῦργος ἐξοικίσας μέν ἄργυρον,
因为城邦作为家庭的一种体系和总和,在公民个人生活富足时,其公共事务才会强盛。
§3.2ἐξοικίσας δὲ χρυσὸν τῆς Σπάρτης, νόμισμα δὲ διεφθαρμένου πυρὶ σιδήρου θέμενος αὐτοῖς οἰκονομίας οὐκ ἀπήλλαξε τοὺς πολίτας, ἀλλά τὰ τρυφῶντα καὶ ὕπουλα καὶ φλεγμαίνοντα τοῦ πλούτου περιελών, ὅπως εὐπορήσωσι τῶν ἀναγκαίων καὶ χρησίμων ἅπαντες, ὡς ἄλλος οὐδεὶς νομοθέτης προὐνόησε, τὸν ἄπορον καὶ ἀνέστιον καὶ πένητα σύνοικον ἐπὶ κοινωνίᾳ πολιτείας μᾶλλον τοῦ πλουσίου καὶ ὑπερόγκου φοβηθείς.
在这里,甚至莱库古虽然排斥了银,并从斯巴达排斥了金,而为他们制定了用火淬毁之铁制成的货币,却并没有让公民免除家政管理,而是除去了财富中奢华、隐患和发炎的部分,以便所有人都能充分享有所需和有用之物,这是其他立法者所没有预见到的,因为对于宪制共同体而言,比起富有和庞大的人,他更害怕无资、无家可归、贫穷的同胞。
§3.3φαίνεται τοίνυν ὁ μέν Κάτων οὐδέν τι φαυλότερος οἴκου προστάτης ἢ πόλεως γενόμενος·
因此,显而易见,卡托无论作为家庭的管理者还是城邦的管理者,都同样出色。
καὶ γὰρ αὐτὸς ηὔξησε τὸν αὑτοῦ βίον καὶ κατέστη διδάσκαλος οἰκονομίας καὶ γεωργίας ἑτέροις, πολλὰ καὶ χρήσιμα περὶ τούτων συνταξάμενος·
因为他自己增加了自己的财产,并成为了他人治家和务农的教师,就这些主题撰写了许多有用的著作。
Ἀριστείδης δὲ τῇ πενίᾳ καὶ τὴν δικαιοσύνην συνδιέβαλεν ὡς οἰκοφθόρον καὶ πτωχοποιὸν καὶ πᾶσι μᾶλλον ἢ τοῖς κεκτημένοις ὠφέλιμον.
相反,阿里斯提德却因自己的贫困,使正义也连带受到诋毁,被视为败家、致人乞讨、且对拥有者之外的所有人更有益的东西。
§3.4καίτοι πολλὰ μέν Ἡσίοδος πρὸς δικαιοσύνην ἅμα καὶ οἰκονομίαν παρακαλῶν ἡμᾶς εἴρηκε καὶ τὴν ἀργίαν ὡς ἀδικίας ἀρχὴν λελοιδόρηκεν, εὖ δὲ καὶ Ὁμήρῳ πεποίηται· " ἔργον δέ μοι οὐ φίλον ἦεν οὐδʼ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαά τέκνα, ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν καὶ πόλεμοι καὶ ἄκοντες ἐύξεστοι καὶ ὀϊστοί·
然而,赫西俄德说过许多话,在劝诫我们追求正义的同时也重视家政,并将懒惰斥为不正义的开端,荷马也曾精彩地写道: “但我并不喜欢劳动,也不喜欢那抚养显赫子嗣的家务;相反,对我来说,桨船总是可爱的,还有战争、磨光的投枪和箭矢。
" ὡς τοὺς αὐτοὺς ἀμελοῦντας οἰκίας καὶ ποριζομένους ἐξ ἀδικίας.
” 这仿佛是说,同样的一群人,他们既忽视家庭,又通过不正义的手段谋生。
§3.5οὐ γὰρ, ὡς τοὔλαιον οἱ ἰατροί φασι τοῦ σώματος εἶναι τοῖς μέν ἐκτὸς ὠφελιμώτατον, τοῖς δʼ ἐντὸς βλαβερώτατον, οὕτως ὁ δίκαιος ἑτέροις μέν ἐστι χρήσιμος, αὑτοῦ δὲ καὶ τῶν ἰδίων ἀκηδής, ἀλλʼ ἔοικε ταύτῃ πεπηρῶσθαι τῷ Ἀριστείδῃ τὸ πολιτικόν, εἴπερ, ὡς οἱ πλεῖστοι λέγουσιν, οὐδὲ προῖκα τοῖς θυγατρίοις οὐδὲ ταφὴν αὐτῷ καταλιπέσθαι προὐνόησεν.
因为正如医生们谈到油时所说,它对身体外部最有用,而对内部最有害,正义的人也并非对他人有用而对自己和亲人漠不关心。 相反,如果正如大多数人所说,阿里斯提德甚至没有预见到为他的女儿们留下嫁妆或为自己留下葬礼的费用,那么他的政治才能在这一方面似乎残缺不全。
§3.6ὅθεν ὁ μὲν Κάτωνος οἶκος ἄχρι γένους τετάρτου στρατηγοὺς καὶ ὑπάτους τῇ Ῥώμῃ παρεῖχε· καὶ γὰρ υἱωνοὶ καὶ τούτων ἔτι παῖδες ἦρξαν ἀρχὰς τὰς μεγίστας·
因此,卡托的家族直到第四代都为罗马源源不断地提供着将领和执政官;因为他的孙辈以及他们的子嗣都担任过最崇高的官职。
τῆς δʼ Ἀριστείδου τοῦ πρωτεύσαντος Ἑλλήνων γενεᾶς ἡ πολλὴ καὶ ἄπορος πενίᾳ τοὺς μέν εἰς ἀγυρτικοὺς κατέβαλε πίνακας, τοὺς δὲ δημοσίῳ τὰς χεῖρας ἐράνῳ διʼ ἔνδειαν ὑπέχειν ἠνάγκασεν, οὐδενὶ δὲ λαμπρὸν οὐδέν οὐδʼ ἄξιον ἐκείνου τοῦ ἀνδρὸς φρονῆσαι παρέσχεν.
然而,曾是希腊第一人的阿里斯提德的后代,其中大多数人因贫困而沦落到靠摆弄占卜木牌为生,另一些人则因匮乏而不得不向公共救济伸出双手,没有一个人能够取得任何辉煌的成就,也无法拥有配得上那位伟人的尊严。

词汇与语法注释

  1. §3.1οὐ οὐμικρόν — 这是抄本传抄中的重文(dittography),在实际阅读中应作为单重否定 οὐ μικρόν(“不小”)来理解。
  2. §3.2τὸν ἄπορον ... φοβηθείς — 比较副词 μᾶλλον 支配属格 τοῦ πλουσίου...。这表明,在“城邦宪制的共同体”中,莱库古比起富有而强大的人,更害怕贫穷无家可归的人(视其为对政治稳定的潜在威胁)。
  3. §3.4ὡς τοὺς αὐτοὺς — ὡς 连接宾格分词,表示主观理由或推论。紧接引用的荷马诗句,意为“仿佛那些忽视家务的人(ἀμελοῦντας),与那些通过不正当手段谋生的人(ποριζομένους)正是同一群人一样”。

引用这一段

普鲁塔克, 阿里斯提德与大加图比较列传 §3.1-3.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg026.humanitext-grc2:3.1-3.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。