§9.1τῶν δὲ Ῥωμαίων εἰς Βιθυνίαν τρεῖς ἑλομένων πρέσβεις, ὧν ὁ μὲν ποδαγρικὸς ἦν, ὁ δὲ τὴν κεφαλὴν ἐξ ἀνατρήσεως καὶ περικοπῆς κοίλην εἶχεν, ὁ δὲ τρίτος ἐδόκει μωρὸς εἶναι, καταγελῶν ὁ Κάτων εἶπε πρεσβείαν ὑπὸ Ῥωμαίων ἀποστέλλεσθαι μήτε πόδας μήτε κεφαλὴν μήτε καρδίαν ἔχουσαν.
ローマ人がビテュニアへ3人の使節を選んだとき、その一人は痛風であり、もう一人は穿孔手術と切除術によって頭が窪んでおり、第三の者は愚かであると思われていたが、カトは彼らを嘲笑して、ローマ人によって派遣される使節団は、足も頭も心臓も持っていない、と言った。
§9.2ὑπὲρ δὲ τῶν ἐξ Ἀχαΐας φυγάδων ἐντευχθεὶς διὰ Πολύβιον ὑπὸ Σκηπίωνος, ὡς πολὺς ἐν τῇ συγκλήτῳ λόγος ἐγίνετο, τῶν μὲν διδόντων κάθοδον αὐτοῖς, τῶν δʼ ἐνισταμένων, ἀναστὰς ὁ Κάτων
ὥσπερ οὐκ ἔχοντες,
εἶπεν,
ὃ πράττωμεν καθήμεθα τὴν ἡμέραν ὅλην περὶ γεροντίων Γραικῶν ζητοῦντες, πότερον ὑπὸ τῶν παρʼ ἡμῖν ἢ τῶν ἐν Ἀχαΐᾳ νεκροφόρων ἐκκομισθῶσι.
また、ポリュビオスのためにスキピオからアカイアからの亡命者たちについて懇願されたとき、元老院で多くの議論が生じ、ある者は彼らに帰国を認めるべきだとし、ある者は反対していたが、カトは立ち上がって言った。 「まるで我々にはなすべき仕事がないかのように、私たちは一日中座り込んで、ギリシアの老人たちが、我々の側の葬儀屋によって運び出されるべきか、それともアカイアの葬儀屋によってそうされるべきかを議論しているのだ」と。
§9.3ψηφισθείσης δὲ τῆς καθόδου τοῖς ἀνδράσιν, ἡμέρας ὀλίγας οἱ περὶ Τὸν Πολύβιον διαλιπόντες αὖθις ἐπεχείρουν εἰς τὴν σύγκλητον εἰσελθεῖν, ὅπως ἃς πρότερον εἶχον ἐν Ἀχαΐᾳ τιμὰς οἱ φυγάδες ἀναλάβοιεν, καὶ τοῦ Κάτωνος ἀπεπειρῶντο τῆς γνώμης, ὁ δὲ μειδιάσας ἔφη τὸν Πολύβιον, ὥσπερ Τὸν Ὀδυσσέα, βούλεσθαι πάλιν εἰς τὸ Τοῦ Κύκλωπος σπήλαιον εἰσελθεῖν, τὸ πιλίον ἐκεῖ καὶ τὴν ζώνην ἐπιλελησμένον.
その男たちの帰国が決議された後、数日おいてポリュビオスとその一行は、亡命者たちが以前アカイアで有していた特権を取り戻せるようにと、再び元老院に入ろうと試みた。 そしてカトの意向を打診したが、彼は微笑んで、ポリュビオスはまるでオデュッセウスのように、帽子と帯をそこに置き忘れたからといって、再びキュクロプスの洞窟に入りたがっているようだと語った。
§9.4τοὺς δὲ φρονίμους ἔλεγε μᾶλλον ὑπὸ τῶν ἀφρόνων ἢ τοὺς ἄφρονας ὑπὸ τῶν φρονίμων ὠφελεῖσθαι·
また彼は、賢者は愚者によって、愚者が賢者によって益するよりも多くを得る、と言った。
τούτους μὲν γὰρ φυλάττεσθαι τὰς ἐκείνων ἁμαρτίας, ἐκείνους δὲ τὰς τούτων μὴ μιμεῖσθαι κατορθώσεις, τῶν δὲ νέων ἔφη χαίρειν τοῖς ἐρυθριῶσι μᾶλλον ἢ τοῖς ὠχριῶσι, στρατιώτου δὲ μὴ δεῖσθαι τὰς μὲν χεῖρας ἐν τῷ βαδίζειν, τοὺς δὲ πόδας ἐν τῷ μάχεσθαι κινοῦντος, μεῖζον δὲ ῥέγχοντος ἢ ἀλαλάζοντος.
というのも、前者(賢者)は後者(愚者)の過ちを警戒して避けるが、後者は前者の正しい行いを模倣しないからである。 また若者のなかでは、顔の青ざめている者よりも赤面する者を好むと言った。 また、歩くときには手を動かし、戦うときには足を動かし、鬨の声よりもいびきの方が大きいような兵士は必要ない、と言った。
§9.5τὸν δὲ ὑπέρπαχυν κακίζων
ποῦ δʼ ἄν,
ἔφη,
σῶμα τοιοῦτόν τῇ πόλει γένοιτο χρήσιμον, οὗ τὸ μεταξὺ λαιμοῦ καὶ βουβώνων πᾶν ὑπὸ τῆς γαστρὸς κατέχεται;
また、極端に太った男を非難して言った。 「首と鼠径部の間のすべてが腹によって占領されているような体が、国家の役に立つことがあろうか。
τῶν δὲ φιληδόνων τινὰ βουλόμενον αὐτῷ συνεῖναι παραιτούμενος, ἔφη μὴ δύνασθαι ζῆν μετʼ ἀνθρώπου τῆς καρδίας τὴν ὑπερῴαν εὐαισθητοτέραν ἔχοντος, Τοῦ δʼ ἐρῶντος ἔλεγε τὴν ψυχὴν ἐν ἀλλοτρίῳ σώματι ζῆν.
」快楽主義者の一人が彼と一緒に暮らすことを望むのを断りつつ、心臓よりも口蓋の方が敏感な人間とは共に暮らすことはできない、と言った。 また、恋する者の魂は他人の体の中で生きている、と言った。
§9.6Μεταμεληθῆναι δʼ αὐτὸς ἐν παντὶ τῷ βίῳ τρεῖς μεταμελείας·
また、自分自身は生涯において3つの後悔をしたと言った。
μίαν μὲν ἐπὶ τῷ γυναικὶ πιστεῦσαι λόγον ἀπόρρητον, ἑτέραν δὲ πλεύσας ὅπου δυνατὸν ἦν πεζεῦσαι, τὴν δὲ τρίτην, ὅτι μίαν ἡμέραν ἀδιάθετος ἔμεινε, Πρὸς δὲ πρεσβύτην πονηρευόμενον
ἄνθρωπε,
εἶπε,
πολλὰ ἔχοντι τῷ γήρᾳ τὰ αἰσχρὰ μὴ προστίθει τὴν ἀπὸ τῆς κακίας αἰσχύνην.
一つは、女性に秘密の言葉を信じて打ち明けたこと、もう一つは、徒歩で行くことが可能な場所に船で航海したこと、第三は、一日を遺言書を作らずに不活性のまま過ごしてしまったこと。 また悪徳にふける老人に対して言った。 「お前よ、老境にはただでさえ多くの見苦しい点があるのだから、それに邪悪さから来る恥辱を付け加えるな」と。
§9.7πρὸς δὲ δήμαρχον ἐν διαβολῇ μὲν φαρμακείας γενόμενον, φαῦλον δὲ νόμον εἰσφέροντα καὶ βιαζόμενον
ὦ μειράκιον,
εἶπεν,
οὐκ οἶδα, πότερον χεῖρόν ἐστιν ὃ κίρνης πιεῖν ἢ ὃ γράφεις κυρῶσαι.
また、毒殺の疑いをかけられていながら、悪法を提出して強行しようとしている護民官に対して、「若者よ、お前が混ぜ合わせる薬を飲むことと、お前が起草する法を可決することと、どちらがより悪いか私には分からない」と言った。
Βλασφημούμενος δʼ ὑπʼ ἀνθρώπου βεβιωκότος ἀσελγῶς καὶ κακῶς
ἄνισος,
εἶπεν,
ἡ πρὸς σέ μοι μάχη ἐστί·
放縦で邪悪な人生を送ってきた男から罵られたとき、「お前と私との戦いは不平等だ。
καὶ γὰρ ἀκούεις τὰ κακὰ ῥᾳδίως καὶ λέγεις εὐχερῶς, ἐμοὶ δὲ καὶ λέγειν ἀηδὲς καὶ ἀκούειν ἄηθες.
なぜなら、お前は悪口を平気で聞き、軽々しく口にするが、私にとっては口にするのも不快であり、聞くのも慣れていないからだ」と言った。
τὸ μὲν οὖν τῶν ἀπομνημονευμάτων γένος τοιοῦτόν ἐστιν.
さて、語録のジャンルというものは、このようなものである。