§8.1μέλλων ποτὲ τὸν Ῥωμαίων δῆμον ὡρμημένον ἀκαίρως ἐπὶ σιτομετρίας καὶ διανομὰς ἀποτρέπειν, ἤρξατο τῶν λόγων οὕτως·
かつてローマの民衆が不適切にも食糧配給や分配を求めて熱狂しているのを思いとどまらせようとしたとき、彼は次のように弁論を始めた。
χαλεπὸν μέν ἐστιν, ὦ πολῖται, πρὸς γαστέρα λέγειν ὦτα οὐκ ἔχουσαν.
「市民諸君、耳を持たない胃袋に向かって話すのは困難なことだ。
Κατηγορῶν δὲ τῆς πολυτελείας ἔφη χαλεπὸν εἶναι σωθῆναι πόλιν, ἐν ᾗ πωλεῖται πλείονος ἰχθὺς ἢ βοῦς.
」また奢侈を非難して、魚が雄牛よりも高く売られるような国が救われるのは困難である、と言った。
§8.2ἐοικέναι δὲ προβάτοις ἔφη τοὺς Ῥωμαίους·
また彼は、ローマ人は羊に似ていると言った。
ὡς γὰρ ἐκεῖνα καθʼ ἕκαστον μέν οὐ πείθεται, σύμπαντα δʼ ἕπεται μετʼ ἀλλήλων τοῖς ἄγουσιν,
οὕτω καὶ ὑμεῖς,
εἶπεν,
οἷς οὐκ ἂν ἀξιώσαιτε συμβούλοις χρήσασθαι κατʼ ἰδίαν, ὑπὸ τούτων εἰς ἓν συνελθόντες ἄγεσθε.
なぜなら、羊たちは個々には従わないが、群れ全体としてはお互いに連れ立って導き手に従うように、「あなたがたも同様だ」と彼は言った。 「個人的には助言者として用いるに値しないと思うような者たちによって、集まったときには導かれているのだから。
Περὶ δὲ τῆς γυναικοκρατίας διαλεγόμενος
πάντες,
εἶπεν,
ἄνθρωποι τῶν γυναικῶν ἄρχουσιν, ἡμεῖς δὲ πάντων ἀνθρώπων, ἡμῶν δὲ αἱ γυναῖκες.
」また、女の支配について語って、「すべての男は女を支配し、我々はすべての男を支配するが、我々を支配するのは女たちだ」と言った。
§8.3τοῦτο μέν οὖν ἐστιν ἐκ τῶν Θεμιστοκλέους μετενηνεγμένον ἀποφθεγμάτων, ἐκεῖνος γὰρ ἐπιτάττοντος αὐτῷ πολλὰ τοῦ υἱοῦ διὰ τῆς μητρός
ὦ γύναι,
εἶπεν,
Ἀθηναῖοι μέν ἄρχουσι τῶν Ἑλλήνων, ἐγὼ δὲ Ἀθηναίων, ἐμοῦ δὲ σύ, σοῦ δὲ ὁ υἱός, ὥστε φειδέσθω τῆς ἐξουσίας, διʼ ἣν ἀνόητος ὢν πλεῖστον Ἑλλήνων δύναται.
したがって、これはテミストクレスの語録から借用されたものである。 というのも、あの男は、息子が母親を通じて自分に多くのことを要求したとき、こう言ったからである。 「妻よ、アテナイ人はギリシア人を支配し、私はアテナイ人を支配し、お前は私を支配し、お前を息子が支配している。 だから、愚かでありながらギリシア人で最大の力を持っているというその権力を、あの子に控えめに行使させなさい。
§8.4τὸν δὲ δῆμον ὁ Κάτων ἔφη τῶν Ῥωμαίων οὐ μόνον ταῖς πορφύραις, ἀλλὰ καὶ τοῖς ἐπιτηδεύμασι τὰς τιμὰς ἐπιγράφειν.
」またカトは、ローマの民衆は紫色の衣服にだけでなく、日頃の生き方に対しても、名誉の評価を付すのだと言った。
ὡς γὰρ οἱ βαφεῖς,
ἔφη,
ταύτην μάλιστα βάπτουσιν, ᾗ χαίροντας ὁρῶσιν, οὕτως οἱ νέοι ταῦτα μανθάνουσι καὶ ζηλοῦσιν, οἷς ἂν ὁ παρʼ ὑμῶν ἔπαινος ἕπηται
「染色家たちが、人々が好んでいるのを見るような色を最もよく染めるように、若者たちも、あなたがたからの称賛が伴うような事柄を学び、熱心に追い求めるのだ」と彼は言った。
§8.5παρεκάλει δʼ αὐτούς, εἰμὲν ἀρετῇ καὶ σωφροσύνῃ γεγόνασι μεγάλοι, μηδὲν μεταβάλλεσθαι πρὸς τὸ χεῖρον, εἰ δʼ ἀκρασίᾳ καὶ κακίᾳ, μεταβάλλεσθαι πρὸς τὸ βέλτιον ἱκανῶς γὰρ ἤδη μεγάλους ἀπʼ ἐκείνων γεγονέναι.
そして彼は彼らに勧めた。 もし徳と節制によって偉大になったのであれば、悪い方へとは何一つ変わらないように、もし放縦と悪徳によってであれば、良い方へと変わりなさい、と。 なぜなら、すでに十分にそれらによって偉大になったのだから。
τοὺς δὲ πολλάκις ἄρχειν σπουδάζοντας ἔφη καθάπερ ἀγνοοῦντας τὴν ὁδὸν ἀεὶ μετὰ ῥαβδούχων ζητεῖν πορεύεσθαι, μὴ πλανηθῶσιν.
また、度々官職に就こうと熱望する人々について、彼らはまるで道を知らない者のように、道に迷わないために、常に警護兵を伴って歩くことを求めているのだ、と言った。
§8.6ἐπετίμα δὲ τοῖς πολίταις Τοὺς αὐτοὺς αἱρουμένοις πολλάκις ἄρχοντας.
また、同じ者たちを何度も政務官に選ぶ市民たちを非難した。
δόξετε γάρ,
ἔφη,
μὴ πολλοῦ τὸ ἄρχειν ἄξιον ἢ μὴ πολλοὺς τοῦ ἄρχειν ἀξίους ἡγεῖσθαι.
「なぜなら、あなたがたは、支配することに大した価値がないと思っているか、あるいは支配するに値する者が多くないと思っているように見えるからだ」と彼は言った。
Περὶ δὲ τῶν ἐχθρῶν τινος αἰσχρῶς καὶ ἀδόξως βιοῦν δοκοῦντος
ἡ τούτου μήτηρ,
ἔφη,
κατάραν, οὐκ εὐχήν, ἡγεῖται τὸ τοῦτον ὑπὲρ γῆς ἀπολιπεῖν.
また、不名誉で恥ずべき生き方をしているとみなされている敵の一人について、「この男の母親は、この男が地上に生きながらえることを、祈りではなく呪いと見なしている」と言った。
§8.7τὸν δὲ πεπρακότα Τοὺς πατρῴους ἀγροὺς παραλίους ὄντας ἐπιδεικνύμενος προσεποιεῖτο θαυμάζειν ὡς ἰσχυρότερον τῆς θαλάττης·
また、海岸沿いにある父祖伝来の土地を売却した男を指して、その男を海よりも強い者として驚嘆するふりをした。
ἃ γὰρ ἐκείνη μόλις ἔκλυζεν, οὗτος,
ἔφη,
ῥᾳδίως καταπέπωκεν.
「なぜなら、海が辛うじて侵食するものを、この男はやすやすと飲み干してしまったのだから」と彼は言った。
ἐπεὶ δὲ Εὐμένους τοῦ βασιλέως ἐπιδημήσαντος εἰς Ῥώμην ἥ τε σύγκλητος ὑπερφυῶς ἀπεδέξατο καὶ τῶν πρώτων ἅμιλλα καὶ σπουδὴ Περὶ αὐτὸν ἐγίνετο, δῆλος ἦν ὁ Κάτων ὑφορώμενος καὶ φυλαττόμενος αὐτόν.
また、エウメネス王がローマを訪れた際、元老院が途方もなく歓迎し、有力者たちの間で彼を取り囲む競争や熱意が生じたとき、カトが彼を疑いの目で見て警戒しているのは明らかであった。
§8.8εἰπόντος δέ τινος
ἀλλὰ μὴν χρηστός ἐστι καὶ φιλορρώμαιος,
ἔστω,
εἶπεν,
ἀλλὰ φύσει τοῦτο τὸ ζῷον ὁ βασιλεὺς σαρκοφάγον ἐστιν.
誰かが「しかし彼は善人であり、ローマ人の友人です」と言ったとき、「そうかもしれない」と彼は言った、「しかし、王というこの動物は、本質的に肉食獣なのだ」。
οὐδένα δὲ τῶν εὐδαιμονιζομένων ἔφη βασιλέων ἄξιον εἶναι παραβάλλειν πρὸς Ἐπαμεινώνδαν ἢ Περικλέα ἢ Θεμιστοκλέα ἢ Μάνιον Κούριον ἢ Ἀμίλκαν τὸν ἐπικληθέντα Βάρκαν.
また、幸運を称えられている王たちのうち、誰一人として、エパメイノンダスやペリクレス、テミストクレス、マニウス・クリウス、あるいはバルカとあだ名されたハミルカルと比較するに値する者はいない、と言った。
§8.9αὑτῷ δʼ ἔλεγε Τοὺς ἐχθροὺς φθονεῖν, ὅτι καθʼ ἡμέραν ἐκ νυκτὸς ἀνίσταται καὶ τῶν ἰδίων ἀμελῶν τοῖς δημοσίοις σχολάζει, βούλεσθαι δʼ ἔλεγε μᾶλλον εὖ πράξας ἀποστερηθῆναι χάριν ἢ κακῶς μὴ τυχεῖν κολάσεως, καὶ συγγνώμην ἔφη διδόναι πᾶσι τοῖς ἁμαρτάνουσι πλὴν αὑτοῦ.
また彼は、敵が自分を妬んでいるのだと言った。 なぜなら、自分が毎日夜明け前から起き、私的なことを怠って公務に専念しているからである。 また、善いことをしておきながら感謝を奪われる方が、悪いことをしておきながら処罰を免れるよりも良いと言った。 そして、自分以外の、過ちを犯すすべての人に許しを与えると言った。