Humanitext Reader

普鲁塔克 · 大加图传 §9.1-9.7

使节讽喻、亚该亚流亡者归国与警句

第 9 段,共 27 段 · 希腊语

内容简介

记述了卡托对派遣至比提尼亚使节的嘲讽,以及他在关于亚该亚流亡者归国辩论中的尖锐发言。同时,还记录了他对智者与愚者关系的见解、对各种不当行径者的严厉批评、他自己一生中的三件后悔事,并以对卡托言行录这一流派的总结作为结语。

§9.1τῶν δὲ Ῥωμαίων εἰς Βιθυνίαν τρεῖς ἑλομένων πρέσβεις, ὧν ὁ μὲν ποδαγρικὸς ἦν, ὁ δὲ τὴν κεφαλὴν ἐξ ἀνατρήσεως καὶ περικοπῆς κοίλην εἶχεν, ὁ δὲ τρίτος ἐδόκει μωρὸς εἶναι, καταγελῶν ὁ Κάτων εἶπε πρεσβείαν ὑπὸ Ῥωμαίων ἀποστέλλεσθαι μήτε πόδας μήτε κεφαλὴν μήτε καρδίαν ἔχουσαν.
当罗马人选派三位使节前往比提尼亚时,其中一人患有痛风,另一人因开颅和切除手术而头部凹陷,第三个人则被认为是愚蠢的,卡托嘲笑他们说,罗马人派出的使节团既没有脚,也没有头,更没有心。
§9.2ὑπὲρ δὲ τῶν ἐξ Ἀχαΐας φυγάδων ἐντευχθεὶς διὰ Πολύβιον ὑπὸ Σκηπίωνος, ὡς πολὺς ἐν τῇ συγκλήτῳ λόγος ἐγίνετο, τῶν μὲν διδόντων κάθοδον αὐτοῖς, τῶν δʼ ἐνισταμένων, ἀναστὰς ὁ Κάτων ὥσπερ οὐκ ἔχοντες, εἶπεν, ὃ πράττωμεν καθήμεθα τὴν ἡμέραν ὅλην περὶ γεροντίων Γραικῶν ζητοῦντες, πότερον ὑπὸ τῶν παρʼ ἡμῖν ἢ τῶν ἐν Ἀχαΐᾳ νεκροφόρων ἐκκομισθῶσι.
当西庇阿因波利比乌斯的关系为来自亚该亚的流亡者向他求情时,元老院中展开了许多争论,有人主张允许他们回国,有人则表示反对,卡托站起来说:“我们就像没有什么事情可做一样,整天坐在这里争论几个希腊老头子,到底是该由我们这里的抬尸工抬出去,还是由亚该亚的抬尸工抬出去。
§9.3ψηφισθείσης δὲ τῆς καθόδου τοῖς ἀνδράσιν, ἡμέρας ὀλίγας οἱ περὶ Τὸν Πολύβιον διαλιπόντες αὖθις ἐπεχείρουν εἰς τὴν σύγκλητον εἰσελθεῖν, ὅπως ἃς πρότερον εἶχον ἐν Ἀχαΐᾳ τιμὰς οἱ φυγάδες ἀναλάβοιεν, καὶ τοῦ Κάτωνος ἀπεπειρῶντο τῆς γνώμης, ὁ δὲ μειδιάσας ἔφη τὸν Πολύβιον, ὥσπερ Τὸν Ὀδυσσέα, βούλεσθαι πάλιν εἰς τὸ Τοῦ Κύκλωπος σπήλαιον εἰσελθεῖν, τὸ πιλίον ἐκεῖ καὶ τὴν ζώνην ἐπιλελησμένον.
” 在决议允许这些人回国后,没过几天,波利比乌斯一行人又试图进入元老院,以便让这些流亡者恢复他们以前在亚该亚享有的荣誉,并且探听了卡托的意向;卡托却微笑着说,波利比乌斯就像奥德修斯一样,因为把帽子和腰带忘在里面,就想再次进入独眼巨人的洞穴。
§9.4τοὺς δὲ φρονίμους ἔλεγε μᾶλλον ὑπὸ τῶν ἀφρόνων ἢ τοὺς ἄφρονας ὑπὸ τῶν φρονίμων ὠφελεῖσθαι· τούτους μὲν γὰρ φυλάττεσθαι τὰς ἐκείνων ἁμαρτίας, ἐκείνους δὲ τὰς τούτων μὴ μιμεῖσθαι κατορθώσεις, τῶν δὲ νέων ἔφη χαίρειν τοῖς ἐρυθριῶσι μᾶλλον ἢ τοῖς ὠχριῶσι, στρατιώτου δὲ μὴ δεῖσθαι τὰς μὲν χεῖρας ἐν τῷ βαδίζειν, τοὺς δὲ πόδας ἐν τῷ μάχεσθαι κινοῦντος, μεῖζον δὲ ῥέγχοντος ἢ ἀλαλάζοντος.
他还说,聪明人从愚蠢人那里获得的益处,多于愚蠢人从聪明人那里获得的益处;因为前者防范后者的错误,而后者却不效仿前者的正确行为。 关于年轻人,他说他喜欢那些会脸红的多于那些脸色发白的。 他说,不需要那种走路时动手动脚、打仗时动脚逃跑、鼾声比战吼还要大的士兵。
§9.5τὸν δὲ ὑπέρπαχυν κακίζων ποῦ δʼ ἄν, ἔφη, σῶμα τοιοῦτόν τῇ πόλει γένοιτο χρήσιμον, οὗ τὸ μεταξὺ λαιμοῦ καὶ βουβώνων πᾶν ὑπὸ τῆς γαστρὸς κατέχεται;
在指责一个极度肥胖的人时,他说:“首级与腹股沟之间的所有地方都被肚子占领了,这样的身体怎么能对城邦有用呢?
τῶν δὲ φιληδόνων τινὰ βουλόμενον αὐτῷ συνεῖναι παραιτούμενος, ἔφη μὴ δύνασθαι ζῆν μετʼ ἀνθρώπου τῆς καρδίας τὴν ὑπερῴαν εὐαισθητοτέραν ἔχοντος, Τοῦ δʼ ἐρῶντος ἔλεγε τὴν ψυχὴν ἐν ἀλλοτρίῳ σώματι ζῆν.
”他拒绝了一个想要与他共处的享乐主义者,并说他无法与一个腭腔比心脏更敏感的人共同生活。 他还说,恋爱之人的灵魂生活在别人的肉体里。
§9.6Μεταμεληθῆναι δʼ αὐτὸς ἐν παντὶ τῷ βίῳ τρεῖς μεταμελείας· μίαν μὲν ἐπὶ τῷ γυναικὶ πιστεῦσαι λόγον ἀπόρρητον, ἑτέραν δὲ πλεύσας ὅπου δυνατὸν ἦν πεζεῦσαι, τὴν δὲ τρίτην, ὅτι μίαν ἡμέραν ἀδιάθετος ἔμεινε, Πρὸς δὲ πρεσβύτην πονηρευόμενον ἄνθρωπε, εἶπε, πολλὰ ἔχοντι τῷ γήρᾳ τὰ αἰσχρὰ μὴ προστίθει τὴν ἀπὸ τῆς κακίας αἰσχύνην.
他说他自己一生中曾后悔过三件事:其一,是把一件秘密的事信任地告诉了女人;其二,是本可以通过陆路行走,却选择了乘船航行;其三,是有一天他让自己处于无所事事的状态。 对一个作恶的老人,他说:“老头子,既然老年本身已经有很多令人难堪的事,就不要再把因邪恶而产生的耻辱加上去了。
§9.7πρὸς δὲ δήμαρχον ἐν διαβολῇ μὲν φαρμακείας γενόμενον, φαῦλον δὲ νόμον εἰσφέροντα καὶ βιαζόμενον ὦ μειράκιον, εἶπεν, οὐκ οἶδα, πότερον χεῖρόν ἐστιν ὃ κίρνης πιεῖν ἢ ὃ γράφεις κυρῶσαι.
” 对于一个身陷投毒指控、却引入一项恶法并强行推行的保民官,他说:“年轻人,”他说,“我不知道是喝下你所调配的毒药更糟,还是通过你所起草的法律更糟。
Βλασφημούμενος δʼ ὑπʼ ἀνθρώπου βεβιωκότος ἀσελγῶς καὶ κακῶς ἄνισος, εἶπεν, ἡ πρὸς σέ μοι μάχη ἐστί· καὶ γὰρ ἀκούεις τὰ κακὰ ῥᾳδίως καὶ λέγεις εὐχερῶς, ἐμοὶ δὲ καὶ λέγειν ἀηδὲς καὶ ἀκούειν ἄηθες.
”当被一个生活放荡且邪恶的人辱骂时,“我和你之间的战斗是不平等的,”他说,“因为你听坏话觉得轻松,说坏话也觉得随便,而对我来说,说这些话令人不快,听这些话也不习惯。
τὸ μὲν οὖν τῶν ἀπομνημονευμάτων γένος τοιοῦτόν ἐστιν.
”因此,言行录这一类别大概就是这样的。

词汇与语法注释

  1. 9.2ὃ πράττωμεν — 由关系代名词 ὅς(中性单数宾格 ὅ)引导的关系从句中的虚拟语气(现在主动第一个人称复数)。ἔχω 加上疑问词或关系词后接虚拟语气的结构,承袭了商榷性虚拟语气(deliberative subjunctive)的功能,表示“有某事要做”。在此修饰否定分词 οὐκ ἔχοντες,意为“仿佛我们没有任何要做的事”。
  2. 9.5τῆς καρδίας τὴν ὑπερῴαν — 字面意思是“心脏的腭(上颚)”。虽然 ὑπερῴα 本意为“楼上”,但在解剖学语境中指“腭(口腔顶部)”。此处与 καρδία(心脏、心灵,或指胃贲门)相对比,暗指该人象征味觉与食欲的“腭”比其心灵(或灵魂)更为敏感,用以讽刺享乐主义者肉体欲望超过精神感性的状态。
  3. 9.6ἀδιάθετος — 动词 διατίθεμαι(立遗嘱、整理)的衍生形容词,通常意为“未立遗嘱”。在卡托“三件后悔事”的语境中,存在两种解释:(1) 实际层面的“未立遗嘱就度过了一天”,以及(2) 道德或哲学层面的“一天无所事事、未作规划”。鉴于古罗马人对无遗嘱死亡(ab intestato)的极大担忧,前者极具说服力,但该词也带有未能规划好生活事务、虚度光阴的重叠语境。

引用这一段

普鲁塔克, 大加图传 §9.1-9.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg025.humanitext-grc2:9.1-9.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。