§10.1ὕπατος δὲ μετὰ Φλάκκου Οὐαλλερίου τοῦ φίλου καὶ συνήθους ἀποδειχθείς ἔλαχε τῶν ἐπαρχιῶν ἣν Ἐντὸς Ἱσπανίαν Ῥωμαῖοι καλοῦσιν.
友人であり親しい仲であるウァレリウス・フラックスとともに執政官に任命された後、彼はローマ人が近ヒスパニアと呼ぶ属州を(くじで)得た。
ἐνταῦθα δʼ αὐτῷ τὰ μέν καταστρεφομένῳ τῶν ἐθνῶν, τὰ δʼ οἰκειουμένῳ διὰ λόγων πολλὴ στρατιὰ τῶν βαρβάρων ἐπέπεσε, καὶ κίνδυνος ἦν αἰσχρῶς ἐκβιασθῆναι.
そこで彼が、一方の民族を征服し、他方を説得によって味方に引き入れている最中に、野蛮人の大軍が彼に襲いかかり、不名誉にも圧倒される危険が生じた。
διὸ τῶν ἐγγὺς Κελτιβήρων ἐπεκαλεῖτο συμμαχίαν.
そのため彼は、近くのケルティベリア人たちに同盟を求めた。
§10.2αἰτούντων δʼ ἐκείνων τῆς βοηθείας διακόσια τάλαντα μισθόν, οἱ μέν ἄλλοι πάντες οὐκ ἀνασχετὸν ἐποιοῦντο Ῥωμαίους βαρβάροις ἐπικουρίας ὁμολογῆσαι μισθόν, ὁ δὲ Κάτων οὐδὲν ἔφη δεινὸν εἶναι, νικῶντας μέν γὰρ ἀποδώσειν παρὰ τῶν πολεμίων, οὐ παρʼ αὑτῶν, ἡττωμένων δὲ μήτε τοὺς ἀπαιτουμένους ἔσεσθαι μήτε τοὺς ἀπαιτοῦντας, ταύτην δὲ τὴν μάχην κατὰ κράτος ἐνίκησε, καὶ τἆλλα προὐχώρει λαμπρῶς.
彼らが援軍の報酬として200タラントンを要求したとき、他の人々はみな、ローマ人が野蛮人に対して援軍の報酬を約束することは耐え難いことであるとしたが、カトは何も恐れることはないと言った。 なぜなら、勝利すれば敵から(奪って)支払うのであり、自分たちの懐からではないし、敗北すれば、要求される者も要求する者もいなくなるからである。 そして彼はこの戦いに力尽くで勝利し、他の事柄も輝かしく進行した。
§10.3Πολύβιος μέν γέ φησι τῶν ἐντὸς Βαίτιος ποταμοῦ πόλεων ἡμέρᾳ μιᾷ τὰ τείχη κελεύσαντος αὐτοῦ περιαιρεθῆναι·
ポリュビオスによれば、バイティス川の内側にある都市の城壁は、彼(カト)の命令によって一日のうちにすべて取り壊された。
πάμπολλαι δʼ ἦσαν αὗται καί γέμουσαι μαχίμων ἀνδρῶν.
これらの都市は非常に多く、戦闘力のある男たちで満ちていた。
αὐτὸς δέ φησιν ὁ Κάτων πλείονας εἰληφέναι πόλεις ὧν διήγαγεν ἡμερῶν ἐν Ἰβηρίᾳ·
カト自身は、イベリアで過ごした日数よりも多くの都市を攻略したと言っている。
καὶ τοῦτο κόμπος οὐκ ἔστιν, εἴπερ ὡς ἀληθῶς τετρακόσιαι τὸ πλῆθος ἦσαν.
そして、もし本当にその数が400であったとするなら、これは決して大言壮語ではない。
§10.4τοῖς μέν οὖν στρατιώταις πολλὰ παρὰ τὴν στρατείαν ὠφεληθεῖσιν ἔτι καὶ λίτραν ἀργυρίου κατʼ ἄνδρα προσδιένειμεν, εἰπὼν ὡς κρεῖττον εἴη πολλοὺς Ῥωμαίων ἀργύριον ἢ χρυσίον ὀλίγους ἔχοντας ἐπανελθεῖν.
そこで、遠征中に多くの利益を得ていた兵士たちに対し、彼はさらに一人当たり1リトラの銀を分配し、多くのローマ人が銀を持って帰国する方が、少数の者が金を持って帰国するよりも良い、と言った。
εἷς δʼ αὑτὸν ἐκ τῶν ἁλισκομένων οὐδὲν ἐλθεῖν λέγει πλὴν ὅσα πέπωκεν ἢ βέβρωκε.
そして、自分自身には、捕獲したものの中から、飲んだり食べたりしたもの以外には何一つ入らなかった、と語っている。
καὶ οὐκ αἰτιῶμαι,
φησί,
τοὺς ὠφελεῖσθαι ζητοῦντας ἐκ τούτων, ἀλλὰ βούλομαι μᾶλλον περὶ ἀρετῆς τοῖς ἀρίστοις ἢ περὶ χρημάτων τοῖς πλουσιωτάτοις ἁμιλλᾶσθαι καὶ τοῖς φιλαργυρωτάτοις περὶ φιλαργυρίας.
「そして、これらのことから利益を得ようとする人々を私は非難しない」と彼は言う。 「そうではなく、私は最も富める者たちと富を競ったり、最も貪欲な者たちと貪欲さを競ったりするよりも、最も優れた者たちと徳において競い合いたいのだ。
§10.5οὐ μόνον δʼ αὑτόν, ἀλλὰ καὶ τοὺς περὶ αὑτὸν ἐφύλαττε καθαροὺς παντὸς λήμματος.
」彼は自分自身だけでなく、身の回りの者たちをも、あらゆる不正な利得から清廉に保った。
ἦσαν δὲ πέντε θεράποντες ἐπὶ στρατείας σὺν αὐτῷ.
遠征中、彼のもとには5人の従者がいた。
τούτων εἷς ὄνομα Πάκκιος ἠγόρασε τῶν αἰχμαλώτων τρία παιδάρια·
彼らのうちパックイオスという名の者が、捕虜の中から3人の少年を購入した。
τοῦ δὲ Κάτωνος αἰσθομένου, πρὶν εἷς ὄψιν ἐλθεῖν, ἀπήγξατο.
しかし、カトがそれに気づくと、彼は(カトの)目の前に出る前に首を吊って死んだ。
τοὺς δὲ παῖδας ὁ Κάτων ἀποδόμενος εἷς τὸ δημόσιον ἀνήνεγκε τὴν τιμήν.
カトはその少年たちを売却し、その代金を国庫に納めた。