§6.1τῆς δʼ ἄλλης ἐγκρατείας ὑπερφυῶς θαυμαστὸς ὁ ἀνήρ·
その他の自己管理についても、この人物は驚くほど見事であった。
οἷον ὅτι στρατηγῶν ἐλάμβανεν ἑαυτῷ καὶ τοῖς περὶ αὑτὸν οὐ πλέον εἰς τὸν μῆνα πυρῶν ἢ τρεῖς Ἀττικοὺς μεδίμνους, εἰς δὲ τὴν ἡμέραν κριθῶν τοῖς ὑποζυγίοις ἔλαττον τριῶν ἡμιμεδίμνων.
例えば、軍を指揮していたとき、自分と側近たちのために1ヶ月あたり小麦をアッティカ・メディムノス3杯より多くは受け取らず、役畜のためには1日あたり大麦を3半メディムノス未満しか受け取らなかったことなどである。
§6.2ἐπαρχίαν δὲ λαβὼν Σαρδόνα, τῶν πρὸ αὐτοῦ στρατηγῶν εἰωθότων χρῆσθαι καὶ σκηνώμασι δημοσίοις καὶ κλίναις καὶ ἱματίοις, πολλῇ δὲ θεραπείᾳ καὶ φίλων πλήθει καὶ περὶ δεῖπνα δαπάναις καὶ παρασκευαῖς βαρυνόντων, ἐκεῖνος ἄπιστον ἐποίησε τὴν διαφορὰν τῆς εὐτελείας, δαπάνης μὲν γὰρ εἰς οὐδὲν οὐδεμιᾶς προσεδεήθη δημοσίας, ἐπεφοίτα δὲ ταῖς πόλεσιν αὐτὸς μὲν ἄνευ ζεύγους πορευόμενος, εἷς δὲ ἠκολούθει δημόσιος ἐσθῆτα καὶ σπονδεῖον αὐτῷ πρὸς ἱερουργίαν κομίζων.
サルディニアを属州として受け取ったとき、彼以前の将軍たちは公的な宿舎や寝台、衣服を用いるのが常であり、多くの従者や多数の友人、そして夕食のための出費や準備によって(州に)重い負担をかけていたのに対し、彼は節約の度合いにおいて信じがたいほどの違いを見せた。 実際、彼は何事に対しても公的な費用をまったく必要とせず、諸都市を巡回する際、自身は馬車を使わずに徒歩で進み、公僕がただ一人、彼の衣服と儀式用の献酒器を携えて従うのみであった。
§6.3ἐν δὲ τούτοις οὕτως εὔκολος καὶ ἀφελὴς τοῖς ὑπὸ χεῖρα φαινόμενος, αὖθις ἀνταπεδίδου τὴν σεμνότητα καὶ τὸ βάρος ἀπαραίτητος ὢν ἐν τῷ δικαίῳ καὶ τοῖς ὑπὲρ τῆς ἡγεμονίας προστάγμασιν ὄρθιος καὶ αὐθέκαστος, ὥστε μηδέποτε τὴν Ῥωμαίων ἀρχὴν ἐκείνοις μήτε φοβερωτέραν μήτε προσφιλεστέραν γενέσθαι.
このように、支配下の人々に対しては極めて気さくで質素に見えた一方で、他方では、司法において容赦がなく、帝国を維持するための命令においては揺るぎなく妥協を許さないことで、厳格さと威厳を示した。 その結果、ローマの支配がその地の人々にとって、これほど恐ろしく、かつ愛されたことはかつてなかった。