§5.1ταῦτα δʼ οἱ μὲν εἰς μικρολογίαν ἐτίθεντο τοῦ ἀνδρός, οἱ δʼ ὡς ἐπὶ διορθώσει καὶ σωφρονισμῷ τῶν ἄλλων ἐνδοτέρω συστέλλοντος ἑαυτὸν ἀπεδέχοντο.
これらを、ある人々はこの人物の狭量さに帰したが、他の人々は、他者を矯正し懲らしめるために自分自身を抑制しているのだとして、彼を受け入れた。
πλὴν τὸ τοῖς οἰκέταις ὡς ὑποζυγίοις ἀποχρησάμενον ἐπὶ γήρως ἐλαύνειν καὶ πιπράσκειν ἀτενοῦς ἄγαν ἤθους ἔγωγε τίθεμαι, καὶ μηδὲν ἀνθρώπῳ πρὸς ἄνθρωπον οἰομένου κοινώνημα τῆς χρείας πλέον ὑπάρχειν.
しかし、召使いたちを役畜のように酷使した挙句、老齢において追い出し、売り払うことは、あまりにも冷酷な性格の現れであると私はみなす。 そして、人間と人間の間には、必要性以上の結びつきは何も存在しないと考えている者の仕業であると。
§5.2καίτοι τὴν χρηστότητα τῆς δικαιοσύνης πλατύτερον τόπον ὁρῶμεν ἐπιλαμβάνουσαν νόμῳ μὲν γὰρ καὶ τῷ δικαίῳ πρὸς ἀνθρώπους μόνον χρῆσθαι πεφύκαμεν, πρὸς εὐεργεσίας δὲ καὶ χάριτας ἔστιν ὅτε καὶ μέχρι τῶν ἀλόγων ζῴων ὥσπερ ἐκ πηγῆς πλουσίας ἀπορρεῖ τῆς ἡμερότητος.
もっとも、私たちは親切さが正義よりも広い領域を占めているのを目にしている。 というのも、私たちは法律と正義を人間に対してのみ用いるように生まれついているが、善行や恩恵は、時に、優しさの豊かな泉から流れ出るかのように、言葉を持たない動物たちにまで及ぶことがあるからである。
καὶ γὰρ ἵππων ἀπειρηκότων ὑπὸ χρόνου τροφαὶ καὶ κυνῶν οὐ σκυλακεῖαι μόνον, ἀλλὰ καὶ γηροκομίαι τῷ χρηστῷ προσήκουσιν.
実際、歳月によって衰えた馬を養うことや、犬の幼犬の世話だけでなく、彼らの老後の世話をすることも、善良な人にはふさわしいことなのである。
§5.3ὁ δὲ τῶν Ἀθηναίων δῆμος οἰκοδομῶν τὸν Ἑκατόμπεδον, ὅσας κατενόησεν ἡμιόνους μάλιστα τοῖς πόνοις ἐγκαρτερούσας, ἀπέλυσεν ἐλευθέρας νέμεσθαι καὶ ἀφέτους, ὧν μίαν φασὶ καταβαίνουσαν ἀφʼ ἑαυτῆς πρὸς τὰ ἔργα τοῖς ἀνάγουσι τὰς ἁμάξας ὑποζυγίοις εἰς ἀκρόπολιν συμπαρατρέχειν καὶ προηγεῖσθαι καθάπερ ἐγκελευομένην καὶ συνεξορμῶσαν, ἣν καὶ τρέφεσθαι δημοσίᾳ μέχρι τελευτῆς ἐψηφίσαντο.
アテナイの民衆は、ヘカトンペドンを建設した際、とりわけ労苦に耐え抜いたと認めたラバたちを解放し、縛られることなく自由に放牧されるようにした。 それらのうちの一頭は、自発的に工事現場に下りてきては、アクロポリスへ荷車を引き上げる役畜たちの傍らを一緒に走り、まるで彼らを励まし、ともに駆り立てるかのように先導したと言われており、民衆はこの一頭を死ぬまで公費で養うことを決議した。
§5.4τῶν δὲ Κίμωνος ἵππων, αἷς Ὀλύμπια τρὶς ἐνίκησε, καὶ ταφαὶ πλησίον εἰσὶ τῶν ἐκείνου μνημάτων, κύνας δὲ συντρόφους γενομένους καὶ συνήθεις ἄλλοι τε πολλοὶ καὶ Ξάνθιππος ὁ παλαιὸς τὸν εἰς Σαλαμῖνα τῇ τριήρει παρανηξάμενον, ὅτε τὴν πόλιν ὁ δῆμος ἐξέλειπεν, ἐπὶ τῆς ἄκρας ἐκήδευσεν, ἣν Κυνὸς σῆμα μέχρι νῦν καλοῦσιν.
また、キモンがオリンピア競技会で3度優勝したときの馬たちの墓も、彼の墓の近くにある。 また、ともに育ち馴染みとなった犬たちを、他の多くの人々も葬ったが、なかでも旧クサンティッポスは、民衆が都市を放棄した際、彼の三段櫂船に寄り添ってサラミスまで泳ぎ渡った犬を岬に埋葬した。 その岬は今日にいたるまで「犬の墓」と呼ばれている。
§5.5οὐ γὰρ ὡς ὑποδήμασιν ἢ σκεύεσι τοῖς ψυχὴν ἔχουσι χρηστέον, κοπέντα καὶ κατατριβέντα ταῖς ὑπηρεσίαις ἀπορριπτοῦντας, ἀλλʼ εἰ διὰ μηδὲν ἄλλο, μελέτης ἕνεκα τοῦ φιλανθρώπου προεθιστέον ἑαυτὸν ἐν τούτοις πρᾷον εἶναι καὶ μείλιχον.
というのも、魂を持つものたちを靴や器具のように扱うべきではなく、奉仕によって使い果たされ摩滅したからと投げ捨てるべきではないからである。 むしろ、他のいかなる理由もないにしても、人間愛を鍛錬するために、これらのものたちに対して優しく温和であるように自分自身を慣らすべきである。
ἐγὼ μὲν οὖν οὐδὲ βοῦν ἂν ἐργάτην διὰ γῆρας ἀποδοίμην, μή τί γε πρεσβύτερον ἄνθρωπον, ἐκ χώρας συντρόφου καὶ διαίτης συνήθους ὥσπερ ἐκ πατρίδος μεθιστάμενον ἀντὶ κερμάτων μικρῶν, ἄχρηστόν γε τοῖς ὠνουμένοις ὥσπερ τοῖς πιπράσκουσι γενησόμενον.
私自身について言えば、老齢を理由に働く牡牛さえ売り払うことはしない。 ましてや、年老いた人間を、慣れ親しんだ土地や習慣的な生活から、まるで故郷から引き離すかのようにして、わずかな小銭のために追い出し、買う者にとっても売る者にとってと同様に、結局は役立たずになるような目に遭わせることはしない。
§5.6ὁ δὲ Κάτων ὥσπερ νεανιευόμενος ἐπὶ τούτοις καὶ τὸν ἵππον, ᾧ παρὰ τὰς στρατείας ὑπατεύων ἐχρῆτο, φησὶν ἐν Ἰβηρίᾳ καταλιπεῖν, ἵνα μὴ τῇ πόλει τὸ ναῦλον αὐτοῦ λογίσηται.
しかしカトは、これらのことを誇るかのように、執政官として軍事遠征の間に用いていた馬さえも、国家にその輸送費を請求しないために、イベリアに残してきたと語っている。
ταῦτα μὲν οὖν εἴτε μεγαλοψυχίας εἴτε μικρολογίας θετέον, ἔξεστι τῷ πείθοντι χρῆσθαι λογισμῷ.
それゆえ、これらのことを大器量によるものとみなすべきか、それとも狭量によるものとみなすべきかは、各人が納得のいく推論に従って判断してよい。