Humanitext Reader

普鲁塔克 · 大加图传 §6.1-6.3

治理萨丁尼亚行省的节俭与严明

第 6 段,共 27 段 · 希腊语

内容简介

描述了加图非凡的自我克制,以及他作为萨丁尼亚行省总督彻底削减公款开支的事迹。同时描绘了他如何通过朴素却又严厉且坚持原则的态度巩固了罗马的统治。

§6.1τῆς δʼ ἄλλης ἐγκρατείας ὑπερφυῶς θαυμαστὸς ὁ ἀνήρ· οἷον ὅτι στρατηγῶν ἐλάμβανεν ἑαυτῷ καὶ τοῖς περὶ αὑτὸν οὐ πλέον εἰς τὸν μῆνα πυρῶν ἢ τρεῖς Ἀττικοὺς μεδίμνους, εἰς δὲ τὴν ἡμέραν κριθῶν τοῖς ὑποζυγίοις ἔλαττον τριῶν ἡμιμεδίμνων.
在其他克己方面,这个人也是极其令人赞叹的;例如,当他统率军队时,他为自己和随从每月领取的麦子不超过三阿提卡麦斗,而给役畜每天领取的的大麦不足三半麦斗。
§6.2ἐπαρχίαν δὲ λαβὼν Σαρδόνα, τῶν πρὸ αὐτοῦ στρατηγῶν εἰωθότων χρῆσθαι καὶ σκηνώμασι δημοσίοις καὶ κλίναις καὶ ἱματίοις, πολλῇ δὲ θεραπείᾳ καὶ φίλων πλήθει καὶ περὶ δεῖπνα δαπάναις καὶ παρασκευαῖς βαρυνόντων, ἐκεῖνος ἄπιστον ἐποίησε τὴν διαφορὰν τῆς εὐτελείας, δαπάνης μὲν γὰρ εἰς οὐδὲν οὐδεμιᾶς προσεδεήθη δημοσίας, ἐπεφοίτα δὲ ταῖς πόλεσιν αὐτὸς μὲν ἄνευ ζεύγους πορευόμενος, εἷς δὲ ἠκολούθει δημόσιος ἐσθῆτα καὶ σπονδεῖον αὐτῷ πρὸς ἱερουργίαν κομίζων.
当他接受萨丁尼亚作为他的行省时,他之前的将领们习惯于使用公家提供的帐篷、床铺和衣服,并以庞大的侍从、众多的朋友以及宴席的开销和准备来加重(该省的)负担。 然而,他在节俭方面的差异令人难以置信。 因为他不需要为任何事情花费公家的一分一毫,在巡视各城市时,他自己不乘马车,徒步前行,只有一个公仆跟随他,替他拿着衣服和祭祀用的献酒器。
§6.3ἐν δὲ τούτοις οὕτως εὔκολος καὶ ἀφελὴς τοῖς ὑπὸ χεῖρα φαινόμενος, αὖθις ἀνταπεδίδου τὴν σεμνότητα καὶ τὸ βάρος ἀπαραίτητος ὢν ἐν τῷ δικαίῳ καὶ τοῖς ὑπὲρ τῆς ἡγεμονίας προστάγμασιν ὄρθιος καὶ αὐθέκαστος, ὥστε μηδέποτε τὴν Ῥωμαίων ἀρχὴν ἐκείνοις μήτε φοβερωτέραν μήτε προσφιλεστέραν γενέσθαι.
在这些事情上,他对待下属显得如此随和与朴素,但另一方面,他又展现出威严与严厉:在司法上毫不留情,在维护帝国统治的命令上刚直而坚持原则,以至于罗马的统治对当地人来说,从未像那时一样既令人敬畏又深受爱戴。

词汇与语法注释

  1. §6.1τῆς δʼ ἄλλης ἐγκρατείας — 表示关系的属格(“关于其他克己方面”)。它作为限定语,修饰主语 `ὁ ἀνήρ` 或形容词 `θαυμαστός`。
  2. §6.2βαρυνόντων — 属格独立结构 `τῶν πρὸ αὐτοῦ στρατηγῶν... βαρυνόντων` 的一部分。此处或作不及物动词使用,或在上下文里省略了如“该省”或“居民”等宾语。
  3. §6.3τοῖς ὑπὸ χεῖρα — 惯用语,意为“手下之人”,即“臣民”或“部下”。在名词省略的情况下,它由要求与格的形容词 `εὔκολος` 和 `ἀφελής` 所支配。

引用这一段

普鲁塔克, 大加图传 §6.1-6.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg025.humanitext-grc2:6.1-6.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。