§4.1τῷ δὲ Κάτωνι πολλὴ μὲν ἀπὸ τοῦ λόγου δύναμις ηὔξητο, καὶ Ῥωμαῖον αὐτὸν οἱ πολλοὶ Δημοσθένην προσηγόρευον, ὁ δὲ βίος μᾶλλον ὀνομαστὸς ἦν αὐτοῦ καὶ περιβόητος, ἡ μὲν γὰρ ἐν τῷ λέγειν δεινότης προὔκειτο τοῖς νέοις ἀγώνισμα κοινὸν ἤδη καὶ περισπούδαστον, ὁ δὲ τὴν πάτριον αὐτουργίαν ὑπομένων καὶ δεῖπνον ἀφελὲς καὶ ἄριστον ἄπυρον καὶ λιτὴν ἐσθῆτα καὶ δημοτικὴν ἀσπαζόμενος οἴκησιν καὶ τὸ μὴ δεῖσθαι τῶν περιττῶν μᾶλλον ἢ τὸ κεκτῆσθαι θαυμάζων σπάνιος ἦν,
カトにとっては、雄弁によって多大な影響力が増大し、多くの人々が彼を「ローマのデモステネス」と呼んだが、彼の生き方はそれ以上に有名であり、評判が高かった。 というのも、語る能力の卓越さは、若者たちにとってすでに共通の、そして極めて熱心に追求される競い合いの対象として提示されていたが、祖先伝来の自給自足の労苦に耐え、簡素な夕食と調理のいらない朝食、地味な衣服と庶民的な住居を喜び、余分なものを所有することよりも、それらを必要としないことを賛美するような人物は、稀であったからである。
§4.2ἤδη τότε τῆς πολιτείας τὸ καθαρὸν ὑπὸ μεγέθους οὐ φυλαττούσης, ἀλλὰ τῷ κρατεῖν πραγμάτων πολλῶν καὶ ἀνθρώπων πρὸς πολλὰ μιγνυμένης ἔθη καὶ βίων παραδείγματα παντοδαπῶν ὑποδεχομένης.
当時すでに、国家はその巨大さゆえに純粋さを保つことができず、多くの事柄や人々を支配することによって多くのものと交じり合い、あらゆる種類の習慣や生き方の模範を受け入れていた。
εἰκότως οὖν ἐθαύμαζον τὸν Κάτωνα, τοὺς μὲν ἄλλους ὑπὸ τῶν πόνων θραυομένους καὶ μαλασσομένους ὑπὸ τῶν ἡδονῶν ὁρῶντες, ἐκεῖνον δὲ ὑπʼ ἀμφοῖν ἀήττητον,
それゆえ、人々がカトに驚嘆したのは当然であった。 彼らは他の人々が労苦によって打ちのめされ、快楽によって腑抜けていくのを見る一方で、彼がその両者に対して無敗であるのを目にしたからである。
§4.3οὐ μόνον ἕως ἔτι νέος καὶ φιλότιμος ἦν, ἀλλὰ καὶ γέροντα καὶ πολιὸν ἤδη μεθʼ ὑπατείαν καὶ θρίαμβον, ὥσπερ ἀθλητὴν νικηφόρον, ἐγκαρτεροῦντα τῇ τάξει τῆς ἀσκήσεως καὶ διομαλίζοντα μέχρι τῆς τελευτῆς.
彼がまだ若く名誉を重んじていた時ばかりでなく、執政官を務め凱旋式を挙げた後、すでに老人となり白髪になっても、勝利を収めたアスリートのように、鍛錬の規律を堅く守り、最期にいたるまで一貫した生活を送り続けた。
ἐσθῆτα μὲν γὰρ οὐδέποτέ φησι φορέσαι πολυτελεστέραν ἑκατὸν δραχμῶν, πιεῖν δὲ καὶ στρατηγῶν καὶ ὑπατεύων τὸν αὐτὸν οἶνον τοῖς ἐργάταις, ὄψον δὲ παρασκευάζεσθαι πρὸς τὸ δεῖπνον ἐξ ἀγορᾶς ἀσσαρίων τριάκοντα, καὶ τοῦτο διὰ τὴν πόλιν, ὅπως ἰσχύοι τὸ σῶμα πρὸς τὰς στρατείας.
実際、彼は100ドラクマより高価な衣服は一度も身につけたことがないと語っており、将軍や執政官であった時も、労働者たちと同じワインを飲み、夕食のためにおかずとして市場から30アッサリオン分調達したが、これも国家のためであり、身体が軍事遠征に耐えられるようにするためであった。
§4.4ἐπίβλημα δὲ τῶν ποικίλων Βαβυλώνιον ἐκ κληρονομίας κτησάμενος εὐθὺς ἀποδόσθαι, τῶν δὲ ἐπαύλεων αὐτοῦ μηδεμίαν εἶναι κεκονιαμένην, οὐδένα δὲ πώποτε πρίασθαι δοῦλον ὑπὲρ τὰς χιλίας δραχμὰς καὶ πεντακοσίας, ὡς ἂν οὐ τρυφερῶν οὐδʼ ὡραίων, ἀλλʼ ἐργατικῶν καὶ στερεῶν, οἷον ἱπποκόμων καὶ βοηλατῶν, δεόμενος καὶ τούτους δὲ πρεσβυτέρους γενομένους ᾤετο δεῖν ἀποδίδοσθαι καὶ μὴ βόσκειν ἀχρήστους.
また、遺産相続によってバビロニア製の刺繍入りの掛け布を手に入れたときには、すぐに売り払い、彼の別荘はどれ一つとして漆喰が塗られておらず、奴隷については、優美な者や見目麗しい者ではなく、馬丁や牛飼いのような労働に適した頑強な者を必要としていたため、1500ドラクマを超える価格で奴隷を購入したことは一度もなかった。 しかも、彼らが年老いたときには、売り払いべきであり、役立たずの彼らを養うべきではないと考えていた。
ὅλως δὲ μηδὲν εὔωνον εἶναι τῶν περιττῶν, ἀλλʼ οὗ τις οὐ δεῖται, κἂν ἀσσαρίου πιπράσκηται, πολλοῦ νομίζειν· κτᾶσθαι δὲ τὰ σπειρόμενα καὶ νεμόμενα μᾶλλον ἢ τὰ ῥαινόμενα καὶ σαιρόμενα.
総じて、余分なものであれば安価なものなど何もなく、人が必要としないものは、たとえ1アッサリオンで売られていようとも、高価であるとみなすべきであり、散水され掃き清められるべき土地よりも、種蒔かれ放牧されるべき土地を所有すべきであると考えていた。