Humanitext Reader

普鲁塔克 · 大加图传 §4.1-4.4

加图的雄辩声望与极其简朴的生活

第 4 段,共 27 段 · 希腊语

内容简介

加图因雄辩而声名鹊起,但他在日益走向奢侈的罗马社会中,凭借极其简朴、自给自足的生活方式和严苛的节俭而独树一帜,并直至生命终点都坚守着这一锻炼规律。

§4.1τῷ δὲ Κάτωνι πολλὴ μὲν ἀπὸ τοῦ λόγου δύναμις ηὔξητο, καὶ Ῥωμαῖον αὐτὸν οἱ πολλοὶ Δημοσθένην προσηγόρευον, ὁ δὲ βίος μᾶλλον ὀνομαστὸς ἦν αὐτοῦ καὶ περιβόητος, ἡ μὲν γὰρ ἐν τῷ λέγειν δεινότης προὔκειτο τοῖς νέοις ἀγώνισμα κοινὸν ἤδη καὶ περισπούδαστον, ὁ δὲ τὴν πάτριον αὐτουργίαν ὑπομένων καὶ δεῖπνον ἀφελὲς καὶ ἄριστον ἄπυρον καὶ λιτὴν ἐσθῆτα καὶ δημοτικὴν ἀσπαζόμενος οἴκησιν καὶ τὸ μὴ δεῖσθαι τῶν περιττῶν μᾶλλον ἢ τὸ κεκτῆσθαι θαυμάζων σπάνιος ἦν,
对加图而言,他的雄辩为他增添了巨大的影响力,众人称他为“罗马的德摩斯梯尼”;然而他的生活方式更加声名远播、令人称道。 因为在言谈中的卓越才华已被年轻人们视作共同的、极其热切追求的竞争目标,而那种安于祖传的手工劳动、甘于简单的晚餐和无需生火的早餐、喜爱朴素的衣着和庶民式的住所、相比于占有奢侈品更赞赏不需要它们的人,却极为罕见。
§4.2ἤδη τότε τῆς πολιτείας τὸ καθαρὸν ὑπὸ μεγέθους οὐ φυλαττούσης, ἀλλὰ τῷ κρατεῖν πραγμάτων πολλῶν καὶ ἀνθρώπων πρὸς πολλὰ μιγνυμένης ἔθη καὶ βίων παραδείγματα παντοδαπῶν ὑποδεχομένης.
此时的国家已因其庞大而无法保持纯洁,而是由于统治了众多的事务与人民,与诸多事物相混合,并接纳了各种各样的习俗和生活模式。
εἰκότως οὖν ἐθαύμαζον τὸν Κάτωνα, τοὺς μὲν ἄλλους ὑπὸ τῶν πόνων θραυομένους καὶ μαλασσομένους ὑπὸ τῶν ἡδονῶν ὁρῶντες, ἐκεῖνον δὲ ὑπʼ ἀμφοῖν ἀήττητον, §4.3οὐ μόνον ἕως ἔτι νέος καὶ φιλότιμος ἦν, ἀλλὰ καὶ γέροντα καὶ πολιὸν ἤδη μεθʼ ὑπατείαν καὶ θρίαμβον, ὥσπερ ἀθλητὴν νικηφόρον, ἐγκαρτεροῦντα τῇ τάξει τῆς ἀσκήσεως καὶ διομαλίζοντα μέχρι τῆς τελευτῆς.
因此,人们理所当然地赞美加图,因为他们看到其他人被劳苦折磨得心力交瘁、被享乐腐化得软弱无力,而他却在两者面前都无往不胜,不仅在他年轻而追求荣誉之时,甚至在他担任执政官并获得凯旋式之后、已经年迈且满头白发时,仍像一位获胜的运动员,坚守着锻炼的规律,直至生命终点都始终如一。
ἐσθῆτα μὲν γὰρ οὐδέποτέ φησι φορέσαι πολυτελεστέραν ἑκατὸν δραχμῶν, πιεῖν δὲ καὶ στρατηγῶν καὶ ὑπατεύων τὸν αὐτὸν οἶνον τοῖς ἐργάταις, ὄψον δὲ παρασκευάζεσθαι πρὸς τὸ δεῖπνον ἐξ ἀγορᾶς ἀσσαρίων τριάκοντα, καὶ τοῦτο διὰ τὴν πόλιν, ὅπως ἰσχύοι τὸ σῶμα πρὸς τὰς στρατείας.
因为他自己说,他从未穿过价值超过一百德拉克马的衣服,即使在担任将领和执政官时,他也与工人们喝同样的酒,晚餐桌上的副食也是从市场上花三十阿萨里翁买来的,而这都是为了国家,好让他的身体强壮以应付军事远征。
§4.4ἐπίβλημα δὲ τῶν ποικίλων Βαβυλώνιον ἐκ κληρονομίας κτησάμενος εὐθὺς ἀποδόσθαι, τῶν δὲ ἐπαύλεων αὐτοῦ μηδεμίαν εἶναι κεκονιαμένην, οὐδένα δὲ πώποτε πρίασθαι δοῦλον ὑπὲρ τὰς χιλίας δραχμὰς καὶ πεντακοσίας, ὡς ἂν οὐ τρυφερῶν οὐδʼ ὡραίων, ἀλλʼ ἐργατικῶν καὶ στερεῶν, οἷον ἱπποκόμων καὶ βοηλατῶν, δεόμενος καὶ τούτους δὲ πρεσβυτέρους γενομένους ᾤετο δεῖν ἀποδίδοσθαι καὶ μὴ βόσκειν ἀχρήστους.
此外,当他通过继承获得一块巴比伦式的刺绣披巾时,他立刻将其卖掉,他的农庄别庄中没有一座是抹过灰泥的,至于奴隶,他从未花超过一千五百德拉克马购买过一个,因为他不需要娇贵或美貌的奴隶,而需要像马夫和牛倌那样能干苦活、身体结实的奴隶。 甚至连这些人,当他们年老时,他认为也应当卖掉,而不应养着无用之人。
ὅλως δὲ μηδὲν εὔωνον εἶναι τῶν περιττῶν, ἀλλʼ οὗ τις οὐ δεῖται, κἂν ἀσσαρίου πιπράσκηται, πολλοῦ νομίζειν· κτᾶσθαι δὲ τὰ σπειρόμενα καὶ νεμόμενα μᾶλλον ἢ τὰ ῥαινόμενα καὶ σαιρόμενα.
总之,他认为多余之物绝无便宜可言,凡是人们不需要的东西,即使只卖一个阿萨里翁,也应视为昂贵;并且应当购买播种和放牧的土地,而不是那些需要洒水和扫除的土地。

词汇与语法注释

  1. §4.1τῷ δὲ Κάτωνι — 利益与格(dativus commodi),意为“对加图而言”。与不及物动词 `ηὔξητο` 连用,表示影响力增长所及的对象。
  2. §4.1ὁ δὲ τὴν πάτριον αὐτουργίαν ὑπομένων — 定冠词 `ὁ` 起到了名词化的作用,引导了三个并列的分词:`ὑπομένων`(忍受者)、`ἀσπαζόμενος`(喜爱者)和 `θαυμάζων`(赞赏者),共同构成了句子的主语。主语的谓语动词和表语位于句末的 `σπάνιος ἦν`(是罕见的)。
  3. §4.2τῆς πολιτείας τὸ καθαρὸν ὑπὸ μεγέθους οὐ φυλαττούσης — 属格独立结构(genitive absolute),由名词 `τῆς πολιτείας` 和分词 `οὐ φυλαττούσης`、`μιγνυμένης`、`ὑποδεχομένης` 构成。它在句中作状语,解释了主句 `εἰκότως οὖν ἐθαύμαζον`(因此人们理所当然地赞美)所发生时代背景或原因。
  4. §4.3ἐσθῆτα μὲν γὰρ οὐδέποτέ φησι φορέσαι — 由动词 `φησι`(他说)引导的间接引语。§4.3中的不定式 `φορέσαι`、`πιεῖν`、`παρασκευάζεσθαι` 以及§4.4中的 `ἀποδόσθαι`、`εἶναι`、`πρίασθαι`、`νομίζειν` 均受此动词支配。由于不定式的逻辑主语与主句主语(加图)一致,因此该主语被省略,而无需以宾格形式出现。
  5. §4.4ὡς ἂν οὐ τρυφερῶν οὐδʼ ὡραίων ... δεόμενος — 连词 `ὡς` 与分词 `δεόμενος` 连用,表示主观或宣称的理由(“因为他不需要……”)。属格 `τρυφερῶν` 和 `ὡραίων` 受分词 `δεόμενος`(需要,支配属格)的支配。

引用这一段

普鲁塔克, 大加图传 §4.1-4.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg025.humanitext-grc2:4.1-4.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。