Humanitext Reader

プルタルコス · 大カトー伝 §3.1-3.8

政界進出と財務官期の大スキピオへの弾劾

3 / 27 箇所 · ギリシア語

要旨

カトは隣人ヴァレリウス・フラックスに見出されてローマの政界入りを果たし、軍事護民官や財務官などの官職を歴任する。また、質素さを重んじる彼は、アフリカ遠征において大スキピオの贅沢な浪費や生活ぶりを非難し、激しく対立した。

§3.1ἦν δέ τις ἀνὴρ εὐπατρίδης μὲν ἐν τοῖς μάλιστα Ῥωμαίων καί δυνατός, ἀρετὴν δὲ φυομένην μὲν αἰσθάνεσθαι δεινός, εὐμενὴς δὲ καί θρέψαι καί προαγαγεῖν εἰς δόξαν, Οὐαλλέριος Φλάκκος.
ローマ人のなかでも特に名門で力のある、しかしまた、芽生えつつある徳を察知することに長け、それを育み、名声へと導くことに好意的なヴァレリウス・フラックスという人物がいた。
οὗτος εἶχεν ὁμοροῦντα χωρία τοῖς Κάτωνος, πυθόμενος δὲ τὴν αὐτουργίαν καί δίαιταν αὐτοῦ παρὰ τῶν οἰκετῶν καί θαυμάσας ἐξηγουμένων, ὅτι πρωὶ μὲν εἰς ἀγορὰν βαδίζει καί παρίσταται τοῖς δεομένοις, ἐπανελθὼν δʼ εἰς τὸ χωρίον,
この男はカトの畑と隣り合う土地を所有していたが、カトの従者たちから彼の自給自足の暮らしぶりを聞き、彼らが次のように語るのに驚嘆した。
§3.2ἂν μὲν ᾖ χειμὼν, ἐξωμίδα λαβών, θέρους δὲ γυμνὸς ἐργασάμενος μετὰ τῶν οἰκετῶν ἐσθίει τὸν αὐτὸν ἄρτον ὁμοῦ καθήμενος καί πίνει τὸν αὐτὸν οἶνον, ἄλλην τε πολλὴν ἐπιείκειαν αὐτοῦ καί μετριότητα καί τινας καί λόγους ἀποφθεγματικοὺς διαμνημονευόντων, ἐκέλευσε κληθῆναι πρὸς τὸ δεῖπνον.
すなわち、カトが朝早くに広場へと歩いて行っては、助けを求める者たちの傍らに立ち、その後、畑へと戻ってきて、冬であれば作業着を羽織り、夏であれば裸で、従者たちとともに働き、同じ場所に座って彼らと同じパンを食べ、同じワインを飲むのだと。 そして、彼の他の多くの寛大さや控えめさ、またいくつかの格言のような言葉を彼らが語るのを聞いて、カトを夕食に招くように命じた。
§3.3ἐκ δὲ τούτου χρώμενος καί κατανοῶν ἥμερον καί ἀστεῖον ἦθος, ὥσπερ φυτὸν ἀσκήσεως καί χώρας ἐπιφανοῦς δεόμενον, προετρέψατο καί συνέπεισεν ἅψασθαι τῆς ἐν Ῥώμῃ πολιτείας.
これ以降、親交を結び、彼の穏やかで洗練された気質を理解するようになると、これを、育成と目立つ土地を必要とする植物のようなものであると見て、ローマでの政治に携わるよう勧め、説得した。
κατελθὼν οὖν εὐθὺς τοὺς μὲν αὐτὸς ἐκτᾶτο θαυμαστὰς καὶ φίλους διὰ τῶν συνηγοριῶν, πολλὴν δὲ τοῦ Οὐαλλερίου τιμήν καὶ δύναμιν αὐτῷ προστιθέντος χιλιαρχίας ἔτυχε πρῶτον, εἶτα ἐταμίευσεν.
そこでカトはすぐにローマへと下り、自ら法廷の弁護活動を通じて賛同者や友人たちを獲得したが、これにヴァレリウスが多大な敬意と影響力を加えたため、まず軍事護民官となり、次いで財務官となった。
§3.4ἐκ τούτου δὲ λαμπρὸς ὢν ἤδη καί περιφανής αὐτῷ τῷ Οὐαλλερίῳ περὶ τὰς μεγίστας συνεξέδραμεν ἀρχάς, ὕπατός τε μετʼ ἐκείνου καί πάλιν τιμητὴς γενόμενος.
このことからすでに輝かしく顕著な存在となっていたカトは、ヴァレリウス自身とともに最も重要な官職へと向かってともに駆け上がり、彼とともに執政官となり、再び監察官となった。
τῶν δὲ πρεσβυτέρων πολιτῶν Μαξίμῳ Φαβίῳ προσένειμεν ἑαυτόν, ἐνδοξοτάτῳ μὲν ὄντι καί μεγίστην ἔχοντι δύναμιν, μᾶλλον δὲ τὸν τρόπον αὐτοῦ καί τὸν βίον ὡς κάλλιστα παραδείγματα προθέμενος.
年長の市民のなかでは、最も高名で最大の権力を持っていたマクシムス・ファビウスに身を寄せたが、それはむしろ、彼の生き方や生活を最も優れた手本として目の前に掲げるためであった。
§3.5διὸ καί Σκηπίωνι τῷ μεγάλῳ, νέῳ μὲν ὄντι τότε, πρὸς δὲ τὴν Φαβίου δύναμιν ἀνταίροντι καὶ φθονεῖσθαι δοκοῦντι, παρʼ οὐδὲν ἐποιήσατο γενέσθαι διάφορος, ἀλλὰ καί ταμίας αὐτῷ πρὸς τὸν ἐν Λιβύῃ πόλεμον συνεκπεμφθεὶς, ὡς ἑώρα τῇ συνήθει πολυτελείᾳ χρώμενον τὸν ἄνδρα καὶ καταχορηγοῦντα τοῖς στρατεύμασιν ἀφειδῶς τῶν χρημάτων,
それゆえに、当時若くありながらもファビウスの権力に対抗し、嫉妬されていると思われていた大スキピオに対して、カトは彼と対立することを何とも思わなかった。 むしろ、アフリカでの戦争のために彼の財務官としてともに派遣されると、カトは、スキピオがいつもの贅沢な暮らしにふけり、軍隊に惜しげもなく資金を投じているのを目にして、彼に対して率直に意見を述べた。
§3.6ἐπαρρησιάζετο πρὸς αὐτόν, οὐ τὸ τῆς δαπάνης μέγιστον εἶναι φάμενος, ἀλλʼ ὅτι διαφθείρει τὴν πάτριον εὐτέλειαν τῶν στρατιωτῶν ἐφʼ ἡδονὰς καί τρυφὰς τῷ περιόντι τῆς χρείας τρεπομένων.
費用の甚大さだけでなく、それが必要以上の余剰によって兵士たちを快楽や贅沢へと向かわせ、祖先伝来の質素さを台無しにしていると語ったのである。
εἰπόντος δὲ τοῦ Σκηπίωνος, ὡς οὐδὲν δέοιτο ταμίου λίαν ἀκριβοῦς πλησίστιος ἐπὶ τὸν πόλεμον φερόμενος, πράξεων γάρ, οὐ χρημάτων, §3.7τῇ πόλει λόγον ὀφείλειν, ἀπῆλθεν ὁ Κάτων ἐκ Σικελίας, καί μετὰ τοῦ Φαβίου καταβοῶν ἐν τῷ συνεδρίῳ φθοράν τε χρημάτων ἀμυθήτων ὑπὸ τοῦ Σκηπίωνος καί διατριβὰς αὐτοῦ μειρακιώδεις ἐν παλαίστραις καί θεάτροις, ὥσπερ οὐ στρατηγοῦντος, ἀλλὰ πανηγυρίζοντος, ἐξειργάσατο πεμφθῆναι δημάρχους ἐπʼ αὐτὸν ἄξοντας εἰς Ῥώμην, ἄνπερ ἀληθεῖς αἱ κατηγορίαι φανῶσιν.
これに対し、スキピオが、自分は順風に帆を上げて戦争へと向かっているのだから、厳密すぎる財務官など必要ない、なぜなら自分は、資金ではなく、その事績について国家に対して釈明する義務を負っているのだから、と答えると、カトはシチリアから去り、ファビウスとともに元老院で、スキピオによる莫大な資金の浪費や、彼がまるで将軍としてではなく祝祭の主催者であるかのようにパライストラや劇場で若者のように時間を無駄にしていることを激しく非難し、もし告発が真実であると判明した場合には、彼をローマに連行するための護民官たちが派遣されるように仕向けた。
§3.8ὁ μὲν οὖν Σκηπίων ἐν τῇ παρασκευῇ τοῦ πολέμου τὴν νίκην ἐπιδειξάμενος, καί φανεὶς ἡδὺς μὲν ἐπὶ σχολῆς συνεῖναι φίλοις, οὐδαμοῦ δὲ τῷ φιλανθρώπῳ τῆς διαίτης εἰς τὰ σπουδαῖα καί μεγάλα ῥᾴθυμος, ἐξέπλευσεν ἐπὶ τὸν πόλεμον.
そこで、スキピオは戦争の準備において勝利の確信を示し、また余暇においては友人たちと親しく過ごすのを好みながらも、国事や大仕事においてはその親しみやすい生活様式によって怠惰になることは決してないことを証明して、戦争へと出帆していった。

語釈・文法注

  1. 3.1ἀρετὴν δὲ φυομένην μὲν αἰσθάνεσθαι δεινός — 形容詞 δεινός(「〜に長けている」)が目的語を伴う不定詞 αἰσθάνεσθαι(「察知すること」)を修飾し、その不定詞が現在分詞 φυομένην(「芽生えつつある」)に修飾された ἀρετήν(「徳」)を直接目的語として取っている構造である。
  2. 3.1θαυμάσας ἐξηγουμένων, ὅτι — 属格分詞 ἐξηγουμένων は、直前の παρὰ τῶν οἰκετῶν(「従者たちから」)に一致する形容詞的用法、または彼らを論理的主語とする属格独立構文(genitive absolute)として機能し、その具体的な説明内容を ὅτι 節で導いている。
  3. 3.5παρʼ οὐδὲν ἐποιήσατο γενέσθαι διάφορος — 「〜を何とも思わない、軽視する」を意味する慣用表現 παρʼ οὐδὲν ποιοῦμαι に、主格補語 διάφορος(「対立的な、異なる」)を伴う不定詞 γενέσθαι(「〜になること」)が続いている。補語が主格なのは、不定詞の意味上の主語が主節の主語(カト)と一致するためである。

この箇所を引用する

プルタルコス, 大カトー伝 §3.1-3.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg025.humanitext-grc2:3.1-3.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。