§3.1ἦν δέ τις ἀνὴρ εὐπατρίδης μὲν ἐν τοῖς μάλιστα Ῥωμαίων καί δυνατός, ἀρετὴν δὲ φυομένην μὲν αἰσθάνεσθαι δεινός, εὐμενὴς δὲ καί θρέψαι καί προαγαγεῖν εἰς δόξαν, Οὐαλλέριος Φλάκκος.
有一位名叫瓦莱里乌斯·弗拉库斯的罗马人,他不仅在罗马人中地位显赫且富有权势,而且敏于察觉正在萌芽的德行,并乐于加以培育、引导其走向荣耀。
οὗτος εἶχεν ὁμοροῦντα χωρία τοῖς Κάτωνος, πυθόμενος δὲ τὴν αὐτουργίαν καί δίαιταν αὐτοῦ παρὰ τῶν οἰκετῶν καί θαυμάσας ἐξηγουμένων, ὅτι πρωὶ μὲν εἰς ἀγορὰν βαδίζει καί παρίσταται τοῖς δεομένοις, ἐπανελθὼν δʼ εἰς τὸ χωρίον, §3.2ἂν μὲν ᾖ χειμὼν, ἐξωμίδα λαβών, θέρους δὲ γυμνὸς ἐργασάμενος μετὰ τῶν οἰκετῶν ἐσθίει τὸν αὐτὸν ἄρτον ὁμοῦ καθήμενος καί πίνει τὸν αὐτὸν οἶνον, ἄλλην τε πολλὴν ἐπιείκειαν αὐτοῦ καί μετριότητα καί τινας καί λόγους ἀποφθεγματικοὺς διαμνημονευόντων, ἐκέλευσε κληθῆναι πρὸς τὸ δεῖπνον.
他的土地与加图的相邻,他从仆人们那里听闻了加图的亲自耕作与生活方式,并对他们的描述感到惊异:加图清晨便步行前往广场,为需要帮助的人提供协助,回到田庄后,若是冬天,他便穿上无袖粗衣,若是夏天,则赤身露体与仆人们一同劳动,并与他们坐在一起,吃同样的面包,喝同样的酒。 仆人们还提到了加图许多其他的宽厚与适度,甚至还背诵了他的一些名言警句,瓦莱里乌斯于是下令邀请加图来共进晚餐。
§3.3ἐκ δὲ τούτου χρώμενος καί κατανοῶν ἥμερον καί ἀστεῖον ἦθος, ὥσπερ φυτὸν ἀσκήσεως καί χώρας ἐπιφανοῦς δεόμενον, προετρέψατο καί συνέπεισεν ἅψασθαι τῆς ἐν Ῥώμῃ πολιτείας.
从此以后,通过交往并体察到加图温和而高雅的品格,瓦莱里乌斯将其视作一株需要培育和显要土地的植物,便鼓励并说服他参与罗马的政治。
κατελθὼν οὖν εὐθὺς τοὺς μὲν αὐτὸς ἐκτᾶτο θαυμαστὰς καὶ φίλους διὰ τῶν συνηγοριῶν, πολλὴν δὲ τοῦ Οὐαλλερίου τιμήν καὶ δύναμιν αὐτῷ προστιθέντος χιλιαρχίας ἔτυχε πρῶτον, εἶτα ἐταμίευσεν.
于是,加图立刻前往罗马,亲自通过在法庭上的辩护赢得了赞赏者和朋友。 由于瓦莱里乌斯为他增添了巨大的声望与权力,他首先获得了军事护民官之职,随后担任了财务官。
§3.4ἐκ τούτου δὲ λαμπρὸς ὢν ἤδη καί περιφανής αὐτῷ τῷ Οὐαλλερίῳ περὶ τὰς μεγίστας συνεξέδραμεν ἀρχάς, ὕπατός τε μετʼ ἐκείνου καί πάλιν τιμητὴς γενόμενος.
此后,加图已是声名显赫、引人瞩目,他与瓦莱里乌斯本人一同竞争并获得了最高官职,与他一同成为执政官,后来又一同担任监察官。
τῶν δὲ πρεσβυτέρων πολιτῶν Μαξίμῳ Φαβίῳ προσένειμεν ἑαυτόν, ἐνδοξοτάτῳ μὲν ὄντι καί μεγίστην ἔχοντι δύναμιν, μᾶλλον δὲ τὸν τρόπον αὐτοῦ καί τὸν βίον ὡς κάλλιστα παραδείγματα προθέμενος.
在年长的公民中,他依附于最负盛名且拥有最大权力的法比乌斯·马克西穆斯,但其主要目的是将法比乌斯的行事方式和生活视为最完美的典范。
§3.5διὸ καί Σκηπίωνι τῷ μεγάλῳ, νέῳ μὲν ὄντι τότε, πρὸς δὲ τὴν Φαβίου δύναμιν ἀνταίροντι καὶ φθονεῖσθαι δοκοῦντι, παρʼ οὐδὲν ἐποιήσατο γενέσθαι διάφορος, ἀλλὰ καί ταμίας αὐτῷ πρὸς τὸν ἐν Λιβύῃ πόλεμον συνεκπεμφθεὶς, ὡς ἑώρα τῇ συνήθει πολυτελείᾳ χρώμενον τὸν ἄνδρα καὶ καταχορηγοῦντα τοῖς στρατεύμασιν ἀφειδῶς τῶν χρημάτων, §3.6ἐπαρρησιάζετο πρὸς αὐτόν, οὐ τὸ τῆς δαπάνης μέγιστον εἶναι φάμενος, ἀλλʼ ὅτι διαφθείρει τὴν πάτριον εὐτέλειαν τῶν στρατιωτῶν ἐφʼ ἡδονὰς καί τρυφὰς τῷ περιόντι τῆς χρείας τρεπομένων.
因此,即使面对当时年轻却与法比乌斯的力量抗衡、且似乎为人所嫉妒的大西庇阿,加图也完全不介意与他产生分歧。 甚至当他作为财务官与西庇阿一同被派往阿非利加战争时,他看到西庇阿沉溺于一贯的奢侈之中,并肆无忌惮地为军队挥霍资金,他便向西庇阿坦率直言,指出问题不在于开支的巨大,而在于他用超过需要的财富使士兵们转向享乐与奢靡,从而败坏了祖传的节俭之风。
εἰπόντος δὲ τοῦ Σκηπίωνος, ὡς οὐδὲν δέοιτο ταμίου λίαν ἀκριβοῦς πλησίστιος ἐπὶ τὸν πόλεμον φερόμενος, πράξεων γάρ, οὐ χρημάτων,
西庇阿则回答说,他正满帆驶向战争,根本不需要一个过于斤斤计较的财务官,因为他向国家交代的是他的功绩,而不是金钱。
§3.7τῇ πόλει λόγον ὀφείλειν, ἀπῆλθεν ὁ Κάτων ἐκ Σικελίας, καί μετὰ τοῦ Φαβίου καταβοῶν ἐν τῷ συνεδρίῳ φθοράν τε χρημάτων ἀμυθήτων ὑπὸ τοῦ Σκηπίωνος καί διατριβὰς αὐτοῦ μειρακιώδεις ἐν παλαίστραις καί θεάτροις, ὥσπερ οὐ στρατηγοῦντος, ἀλλὰ πανηγυρίζοντος, ἐξειργάσατο πεμφθῆναι δημάρχους ἐπʼ αὐτὸν ἄξοντας εἰς Ῥώμην, ἄνπερ ἀληθεῖς αἱ κατηγορίαι φανῶσιν.
于是,加图离开西西里,与法比乌斯一同在元老院中痛斥西庇阿浪费了无数资金,并指责他在角力场和剧院中虚度光阴,犹如大男孩一般,仿佛他不是在指挥军队,而是在主持节日庆典。 加图最终促使元老院派遣护民官去召他回罗马,只要指控被证实属实。
§3.8ὁ μὲν οὖν Σκηπίων ἐν τῇ παρασκευῇ τοῦ πολέμου τὴν νίκην ἐπιδειξάμενος, καί φανεὶς ἡδὺς μὲν ἐπὶ σχολῆς συνεῖναι φίλοις, οὐδαμοῦ δὲ τῷ φιλανθρώπῳ τῆς διαίτης εἰς τὰ σπουδαῖα καί μεγάλα ῥᾴθυμος, ἐξέπλευσεν ἐπὶ τὸν πόλεμον.
然而,西庇阿在战争的准备过程中展现了必胜的信心,并表明自己虽然在闲暇时乐于与朋友们交往,但在关系重大的大政方针上,绝不会因为他那亲切的生活方式而产生丝毫懈怠。 随后,他便扬帆出发前往战场。