Humanitext Reader

プルタルコス · 大カトー伝 §24.1-24.8

カトの晩年の再婚と衰えぬ執筆および政治活動

24 / 27 箇所 · ギリシア語

要旨

カトは老齢でありながら、かつての書記官の若い娘と再婚し、その経緯と家族への弁明が語られる。また、彼は最後まで現役で国政に携わり、余暇には著述や農業を楽しんだ。

§24.1καὶ περί γε τοῦτο φαίνεται γεγονὼς οὐκ ἀνεμέσητος·
そしてこの点に関しても、彼は天罰を免れなかったようである。
καὶ γὰρ τὴν γυναῖκα καὶ τὸν υἱὸν ἀπέβαλεν.
というのも、妻と息子を失ったからである。
αὐτὸς δὲ τῷ σώματι πρὸς εὐεξίαν καὶ ῥώμην ἀσφαλῶς πεπηγὼς ἐπὶ πλεῖστον ἀντεῖχεν, ὥστε καὶ γυναικὶ πρεσβύτης ὢν σφόδρα πλησιάζειν καὶ γῆμαι γάμον οὐ καθʼ ἡλικίαν ἐκ τοιαύτης προφάσεως.
彼自身は肉体において、健康と頑健さに向け確実に固められていたので、極めて長く持ちこたえ、その結果、非常に高齢であったにもかかわらず女性と親しく交わり、次のような理由から年齢にふさわしくない結婚をすることになった。
ἀποβαλὼν τὴν γυναῖκα τῷ μὲν υἱῷ Παύλου θυγατέρα, Σκηπίωνος δὲ ἀδελφήν ἠγάγετο πρὸς γάμον, αὐτὸς δὲ χηρεύων ἐχρῆτο παιδίσκῃ κρύφα φοιτώσῃ πρὸς αὐτόν·
妻を失った後、彼は息子にはパウルスの娘でありスキピオの姉妹である女性を妻として娶らせたが、自分自身は独り身でありながら、彼のもとに密かに通ってくる若い女召使と関係を持っていた。
§24.2ἦν οὖν ἐν οἰκίᾳ μικρᾷ νύμφην ἐχούσῃ τοῦ πράγματος αἴσθησις·
それゆえ、新婚の嫁がいる狭い家の中で、そのことが気づかれることとなった。
καί ποτε τοῦ γυναίου θρασύτερον παρασοβῆσαι παρὰ τὸ δωμάτιον δόξαντος ὁ νεανίας εἶπε μὲν οὐδέν, ἐμβλέψας δέ πως πικρότερον καὶ διατραπεὶς οὐκ ἔλαθε τὸν πρεσβύτην.
そしてあるとき、その女がやや厚かましく部屋のそばを通り過ぎたように見えた際、若者は何も言わなかったものの、いくぶん険しい目つきで睨みつけ、顔をそむけたのを、老人は見逃さなかった。
ὡς οὖν ἔγνω τὸ πρᾶγμα δυσχεραινόμενον ὑπʼ αὐτῶν, οὐδὲν ἐγκαλέσας οὐδὲ μεμψάμενος, ἀλλὰ καταβαίνων, ὥσπερ εἰώθει, μετὰ φίλων εἰς ἀγοράν Σαλώνιόν τινα τῶν ὑπογεγραμματευκότων αὐτῷ παρόντα καὶ συμπροπέμποντα μεγάλῃ φωνῇ προσαγορεύσας ἠρώτησεν, εἰ τὸ θυγάτριον συνήρμοκε νυμφίῳ.
そこで、そのことが彼らから不快に思われていることを知ると、彼は何も非難せず咎めもしなかったが、いつものように友人たちと広場へ下りていく途中、かつて自分の下級書記官を務めていたサロニオスという男が同行し、見送ってくれているのを、大声で呼びかけて尋ねた、その娘をもう花婿に嫁がせたかどうかと。
§24.3τοῦ δʼ ἀνθρώπου φήσαντος, ὡς οὐδὲ μέλλει μὴ πρότερον ἐκείνῳ κοινωσάμενος·
その男が、あらかじめカトに相談することなしにはそうするつもりもないと言ったところ、「では実は、」とカトは言った、「お前のためにふさわしい姻戚を見つけてあるのだ。
καὶ μὴν ἐγώ σοι, φησίν, εὕρηκα κηδεστὴν ἐπιτήδειον, εἰ μὴ νὴ Δία τὰ τῆς ἡλικίας δυσχεραίνοιτο τἆλλα γὰρ οὐ μεμπτός ἐστι, σφόδρα δὲ πρεσβύτης.
ゼウスにかけて、年齢のことが気に障らないのであればな。 というのも、それ以外の点では申し分ないのだが、非常に高齢なのだ。
ὡς οὖν ὁ Σαλώνιος ἐκέλευε ταῦτα φροντίζειν καὶ διδόναι τὴν κόρην ᾧ προαιρεῖται, πελάτιν οὖσαν αὐτοῦ καὶ δεομένην τῆς ἐκείνου κηδεμονίας, οὐδεμίαν ὁ Κάτων ἀναβολὴν ποιησάμενος αὐτὸς ἔφη τὴν παρθένον αἰτεῖν ἑαυτῷ.
」そこで、サロニオスが、娘はカトの被護民であり彼の保護を必要としているのだから、このことを取り計らって、自分が望む相手に娘を与えてほしいと求めたところ、カトは少しも猶予することなく、自分自身がその乙女を自分のために求めているのだと言った。
§24.4καὶ τὸ μὲν πρῶτον, ὡς εἰκός, ὁ λόγος ἐξέπληξε τὸν ἄνθρωπον, πόρρω μὲν γάμου τὸν Κάτωνα, πόρρω δʼ αὑτὸν οἰκίας ὑπατικῆς καὶ θριαμβικῶν κηδευμάτων τιθέμενον σπουδῇ δὲ χρώμενον ὁρῶν ἄσμενος ἐδέξατο, καὶ καταβάντες εὐθὺς εἰς ἀγοράν ἐποιοῦντο τὴν ἐγγύην.
そして最初は、当然のことながら、この言葉はその男を驚愕させた。 カトは結婚からはるか遠くにあり、自分自身は執政官の家柄や凱旋式を挙げた家との姻戚関係からははるか遠くにあると考えていたからである。 しかし、彼が本気であるのを見て喜んでそれを受け入れ、二人はすぐに広場へ下りていって婚約の儀を行った。
πραττομένου δὲ τοῦ γάμου παραλαβὼν τοὺς ἐπιτηδείους ὁ υἱὸς τοῦ Κάτωνος ἠρώτησε τὸν πατέρα, μή τι μεμφόμενος ἢ λελυπημένος ὑπʼ αὐτοῦ μητρυιὰν ἐπάγεται.
結婚の手続きが進められているとき、カトの息子は親しい者たちを伴って父親に尋ねた、何か自分に対して不満があるか、あるいは自分によって不快な思いをさせられたから継母を家に迎え入れるのか、と。
§24.5ὁ δὲ Κάτων ἀναβοήσας εὐφήμησον, εἶπεν, ὦ παῖ·
するとカトは大声を上げて言った、「滅相もないことを言うな、息子よ。
πάντα γὰρ ἀγαστά μοι τὰ παρὰ σοῦ καὶ μεμπτὸν οὐδέν ἐπιθυμῶ δὲ πλείονας ἐμαυτῷ τε παῖδας καὶ πολίτας τῇ πατρίδι τοιούτους ἀπολιπεῖν.
お前からの行いはすべて私にとって見事なものであり、不満な点は何もない。 ただ私は、自分自身のためにはさらに多くの子供を、そして祖国のためにはお前のような市民を遺したいと望んでいるのだ。
ταύτην δὲ τὴν γνώμην πρότερον εἰπεῖν φασι Πεισίστρατον τὸν Ἀθηναίων τύραννον ἐπιγήμαντα τοῖς ἐνηλίκοις παισὶ τὴν Ἀργολίδα Τιμώνασσαν, ἐξ ἧς Ἰοφῶντα καὶ Θεσσαλὸν αὐτῷ λέγουσι γενέσθαι.
」この考えは、以前にアテナイの僭主ペイシストラトスが、すでに成人した子供たちがいるのにアルゴス出身のティモナッサを後妻に娶った際、述べたと言われており、彼女との間に彼にはイオポンとテッサロスが生まれたと語られている。
§24.6γήμαντι δὲ τῷ Κάτωνι γίνεται παῖς, ᾧ παρωνύμιον ἀπὸ τῆς μητρὸς ἔθετο Σαλώνιον.
結婚したカトに男の子が生まれ、その子に母親にちなんで「サロニウス」という添え名を与えた。
ὁ δὲ πρεσβύτερος υἱὸς ἐτελεύτησε στρατηγῶν, καὶ μέμνηται μὲν αὐτοῦ πολλάκις ἐν τοῖς βιβλίοις ὁ Κάτων ὡς ἀνδρὸς ἀγαθοῦ γεγονότος, πρᾴως δὲ καὶ φιλοσόφως λέγεται τὴν συμφορὰν ἐνεγκεῖν καὶ μηδὲν ἀμβλύτερος διʼ αὐτὴν εἰς τὰ πολιτικὰ γενέσθαι.
一方、年長の息子は法務官の職にあるときに亡くなった。 カトは著作の中で何度も、彼が優れた人物であったとして言及しているが、この不幸を穏やかに、また哲学者らしく耐え忍び、そのために国政に対する情熱が少しも鈍ることはなかったと言われている。
§24.7οὐ γὰρ, ὡς Λεύκιος Λούκουλλος ὕστερον καὶ Μέτελλος ὁ Πίος, ἐξέκαμεν ὑπὸ γήρως πρὸς τὰ δημόσια, λειτουργίαν τὴν πολιτείαν ἡγούμενος, οὐδʼ ὡς πρότερον Σκηπίων ὁ Ἀφρικανὸς διὰ τὸν ἀντικρούσαντα πρὸς τὴν δόξαν αὐτοῦ φθόνον ἀποστραφεὶς τὸν δῆμον ἐκ μεταβολῆς ἐποιήσατο τοῦ λοιποῦ βίου τέλος ἀπραγμοσύνην,
というのも、彼は後にルキウス・ルクッルスやメテッルス・ピウスがしたように、国政を公的な重荷と見なして老齢のために公務を投げ出すことはなかったし、あるいはかつてアフリカヌス・スキピオが、自身の栄光に衝突する嫉妬のために民衆に背を向け、方針を転換して以後の生涯の目的を引退とすることもしなかったからである。
§24.8ἀλλʼ, ὥσπερ Διονύσιόν τις ἔπεισε κάλλιστον ἐντάφιον ἡγεῖσθαι τὴν τυραννίδα, κάλλιστον αὐτὸς ἐγγήραμα τὴν πολιτείαν ποιησάμενος ἀναπαύσεσιν ἐχρῆτο καὶ παιδιαῖς, ὁπότε σχολάζοι, τῷ συντάττεσθαι βιβλία καὶ τῷ γεωργεῖν.
むしろ、ある者がディオニュシオスに、僭主の地位は最も美しい経帷子と見なすべきだと説得したように、彼自身は国政を最も美しい老後の活動とし、暇があるときには、著述に携わることや農業を営むことを休息や気晴らしとして用いていた。

語釈・文法注

  1. 24.1γῆμαι γάμον οὐ καθʼ ἡλικίαν ἐκ τοιαύτης προφάσεως — 不定詞 γῆμαι は、結果・程度を表す ὥστε 節(ὥστε ... πλησιάζειν καὶ γῆμαι)の一部。ἐκ τοιαύτης προφάσεως(このような理由から)は、続く「息子の嫁の存在」と「女中との密通」という事情(προφάσεως)を先取りして指している。
  2. 24.2τοῦ γυναίου θρασύτερον παρασοβῆσαι παρὰ τὸ δωμάτιον δόξαντος — 属格絶対(genitive absolute)構文。δόξαντος は分詞で、その意味上の主語が τοῦ γυναίου(卑称的・軽蔑的なニュアンスを持つ「女、小娘」)。不定詞 παρασοβῆσαι は δοκέω の補足不定詞。
  3. 24.2οὐκ ἔλαθε τὸν πρεσβύτην — λανθάνω + 対格の構文で「〜に気づかれないでいることはなかった」、すなわち「老人に気づかれた」「老人はそれを見逃さなかった」という意味になる。
  4. 24.3τοῦ δʼ ἀνθρώπου φήσαντος, ὡς οὐδὲ μέλλει μὴ πρότερον ἐκείνῳ κοινωσάμενος — 属格絶対。ὡς 節内において、条件・仮定の意味を表す分詞 μὴ ... κοινωσάμενος(あらかじめ彼に相談するのでなければ)が、否定の意志・未来を表す οὐδὲ μέλλει(〜するつもりすらない)にかかる。
  5. 24.4πόρρω μὲν γάμου τὸν Κάτωνα, πόρρω δʼ αὑτὸν οἰκίας ὑπατικῆς καὶ θριαμβικῶν κηδευμάτων τιθέμενον — τιθέμενον は τὸν ἄνθρωπον(サロニオス)に一致する現在中動態分詞で、「〜と見なして、考えて」の意。カトが再婚から遠く離れており、また自分自身が執政官や凱旋式を出した名家(κήδευμα は婚姻関係)から遠く離れていると見なしていたことを表す。
  6. 24.8τῷ συντάττεσθαι βιβλία καὶ τῷ γεωργεῖν — 冠詞付き不定詞の与格形(τῷ + 不定詞)が、手段あるいは関連を表す与格として機能し、主節の ἀναπαύσεσιν ἐχρῆτο καὶ παιδιαῖς(休息や気晴らしとして用いていた)の具体的内容を説明している。

この箇所を引用する

プルタルコス, 大カトー伝 §24.1-24.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg025.humanitext-grc2:24.1-24.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。