§24.1καὶ περί γε τοῦτο φαίνεται γεγονὼς οὐκ ἀνεμέσητος·
确实,在这件事上,他似乎也没能免遭天谴。
καὶ γὰρ τὴν γυναῖκα καὶ τὸν υἱὸν ἀπέβαλεν.
因为他失去了妻子和儿子。
αὐτὸς δὲ τῷ σώματι πρὸς εὐεξίαν καὶ ῥώμην ἀσφαλῶς πεπηγὼς ἐπὶ πλεῖστον ἀντεῖχεν, ὥστε καὶ γυναικὶ πρεσβύτης ὢν σφόδρα πλησιάζειν καὶ γῆμαι γάμον οὐ καθʼ ἡλικίαν ἐκ τοιαύτης προφάσεως.
然而他自己的身体在健康和强壮方面打下了牢固的基础,坚持了极长时间,以至于尽管年事已高,仍能与女人亲近,并因如下缘由而缔结了一场与年龄不相称的婚姻。
ἀποβαλὼν τὴν γυναῖκα τῷ μὲν υἱῷ Παύλου θυγατέρα, Σκηπίωνος δὲ ἀδελφήν ἠγάγετο πρὸς γάμον, αὐτὸς δὲ χηρεύων ἐχρῆτο παιδίσκῃ κρύφα φοιτώσῃ πρὸς αὐτόν·
在失去妻子后,他为儿子娶了保卢斯的女儿、西庇阿的姐妹为妻,但他自己虽然鳏居,却与一个暗中到他那里去的年轻女仆往来。
§24.2ἦν οὖν ἐν οἰκίᾳ μικρᾷ νύμφην ἐχούσῃ τοῦ πράγματος αἴσθησις·
于是,在住有新婚媳妇的狭小房屋内,这件事便被察觉了。
καί ποτε τοῦ γυναίου θρασύτερον παρασοβῆσαι παρὰ τὸ δωμάτιον δόξαντος ὁ νεανίας εἶπε μὲν οὐδέν, ἐμβλέψας δέ πως πικρότερον καὶ διατραπεὶς οὐκ ἔλαθε τὸν πρεσβύτην.
有一次,那个女人似乎有些过于放肆地从房间旁走过,年轻人虽未言语,但面带些许严厉地瞪了一眼并转过身去,这并没能瞒过老人的眼睛。
ὡς οὖν ἔγνω τὸ πρᾶγμα δυσχεραινόμενον ὑπʼ αὐτῶν, οὐδὲν ἐγκαλέσας οὐδὲ μεμψάμενος, ἀλλὰ καταβαίνων, ὥσπερ εἰώθει, μετὰ φίλων εἰς ἀγοράν Σαλώνιόν τινα τῶν ὑπογεγραμματευκότων αὐτῷ παρόντα καὶ συμπροπέμποντα μεγάλῃ φωνῇ προσαγορεύσας ἠρώτησεν, εἰ τὸ θυγάτριον συνήρμοκε νυμφίῳ.
因此,当他得知这件事为他们所不快时,既没有指责也没有怪罪,而是像往常一样,与朋友们一同下到广场去,途中他大声向陪同并送行的、曾任其下级书记官的萨洛尼乌斯打招呼,询问他是否已将小女儿许配给新郎。
§24.3τοῦ δʼ ἀνθρώπου φήσαντος, ὡς οὐδὲ μέλλει μὴ πρότερον ἐκείνῳ κοινωσάμενος· καὶ μὴν ἐγώ σοι,
φησίν,
εὕρηκα κηδεστὴν ἐπιτήδειον, εἰ μὴ νὴ Δία τὰ τῆς ἡλικίας δυσχεραίνοιτο τἆλλα γὰρ οὐ μεμπτός ἐστι, σφόδρα δὲ πρεσβύτης.
当那人回答说,若不先与卡托商量就绝无此意时,卡托说: “那么,我已经为你找到了一个合适的姻亲,除非,凭宙斯起誓,他的年龄会让人嫌弃。 因为在其他方面他无可挑剔,只是年纪非常大了。
ὡς οὖν ὁ Σαλώνιος ἐκέλευε ταῦτα φροντίζειν καὶ διδόναι τὴν κόρην ᾧ προαιρεῖται, πελάτιν οὖσαν αὐτοῦ καὶ δεομένην τῆς ἐκείνου κηδεμονίας, οὐδεμίαν ὁ Κάτων ἀναβολὴν ποιησάμενος αὐτὸς ἔφη τὴν παρθένον αἰτεῖν ἑαυτῷ.
”于是,由于这姑娘是卡托的门客,需要他的庇护,萨洛尼乌斯便请求他操办此事,将女儿嫁给他所选定的人。 卡托没有丝毫拖延,便说自己正是为自己求娶这名少女。
§24.4καὶ τὸ μὲν πρῶτον, ὡς εἰκός, ὁ λόγος ἐξέπληξε τὸν ἄνθρωπον, πόρρω μὲν γάμου τὸν Κάτωνα, πόρρω δʼ αὑτὸν οἰκίας ὑπατικῆς καὶ θριαμβικῶν κηδευμάτων τιθέμενον σπουδῇ δὲ χρώμενον ὁρῶν ἄσμενος ἐδέξατο, καὶ καταβάντες εὐθὺς εἰς ἀγοράν ἐποιοῦντο τὴν ἐγγύην.
起初,正如预料的那样,这番话让那人惊愕不已,他认为卡托离再次结婚还差得很远,而自己离执政官之家和凯旋式的姻亲关系也差得很远。 但看到卡托态度诚恳,他便欣然接受了,两人随即下到广场进行了婚约仪式。
πραττομένου δὲ τοῦ γάμου παραλαβὼν τοὺς ἐπιτηδείους ὁ υἱὸς τοῦ Κάτωνος ἠρώτησε τὸν πατέρα, μή τι μεμφόμενος ἢ λελυπημένος ὑπʼ αὐτοῦ μητρυιὰν ἐπάγεται.
在操办婚礼时,卡托的儿子带着亲友问父亲,是否因为对他有什么不满或因他而感到伤心,才迎娶继母进门。
§24.5ὁ δὲ Κάτων ἀναβοήσας
εὐφήμησον,
εἶπεν,
ὦ παῖ·
卡托大声喊道:“别说不吉利的话,孩子。
πάντα γὰρ ἀγαστά μοι τὰ παρὰ σοῦ καὶ μεμπτὸν οὐδέν ἐπιθυμῶ δὲ πλείονας ἐμαυτῷ τε παῖδας καὶ πολίτας τῇ πατρίδι τοιούτους ἀπολιπεῖν.
你对我所做的一切都令人赞叹,无可挑剔。 我只是渴望为自己留下更多的孩子,为祖国留下像你这样的公民。
ταύτην δὲ τὴν γνώμην πρότερον εἰπεῖν φασι Πεισίστρατον τὸν Ἀθηναίων τύραννον ἐπιγήμαντα τοῖς ἐνηλίκοις παισὶ τὴν Ἀργολίδα Τιμώνασσαν, ἐξ ἧς Ἰοφῶντα καὶ Θεσσαλὸν αὐτῷ λέγουσι γενέσθαι.
”据说,雅典僭主庇西特拉图以前在儿子们成年后迎娶阿哥斯人蒂莫纳萨时,也曾发表过这一见解,据说她为他生了约丰和色萨洛斯。
§24.6γήμαντι δὲ τῷ Κάτωνι γίνεται παῖς, ᾧ παρωνύμιον ἀπὸ τῆς μητρὸς ἔθετο Σαλώνιον.
婚后卡托得了一子,并根据其母亲的名字为他取了“萨洛尼乌斯”的绰号。
ὁ δὲ πρεσβύτερος υἱὸς ἐτελεύτησε στρατηγῶν, καὶ μέμνηται μὲν αὐτοῦ πολλάκις ἐν τοῖς βιβλίοις ὁ Κάτων ὡς ἀνδρὸς ἀγαθοῦ γεγονότος, πρᾴως δὲ καὶ φιλοσόφως λέγεται τὴν συμφορὰν ἐνεγκεῖν καὶ μηδὲν ἀμβλύτερος διʼ αὐτὴν εἰς τὰ πολιτικὰ γενέσθαι.
而他的长子在担任法务官期间去世,卡托在著作中多次提到他是个优秀的人,但据说他温和且富有哲学智慧地承受了这一不幸,并没有因此对政治事务产生任何懈怠。
§24.7οὐ γὰρ, ὡς Λεύκιος Λούκουλλος ὕστερον καὶ Μέτελλος ὁ Πίος, ἐξέκαμεν ὑπὸ γήρως πρὸς τὰ δημόσια, λειτουργίαν τὴν πολιτείαν ἡγούμενος, οὐδʼ ὡς πρότερον Σκηπίων ὁ Ἀφρικανὸς διὰ τὸν ἀντικρούσαντα πρὸς τὴν δόξαν αὐτοῦ φθόνον ἀποστραφεὶς τὸν δῆμον ἐκ μεταβολῆς ἐποιήσατο τοῦ λοιποῦ βίου τέλος ἀπραγμοσύνην,
因为他并没有像后来的卢修斯·卢库鲁斯和梅特鲁斯·皮乌斯那样,因年老而对公共事务感到厌倦,将国政视为一种苦役;也没有像先前的阿非利加奴斯·西庇阿那样,因嫉妒与其荣耀相冲突而背弃民众,转而将退隐作为余生的终点。
§24.8ἀλλʼ, ὥσπερ Διονύσιόν τις ἔπεισε κάλλιστον ἐντάφιον ἡγεῖσθαι τὴν τυραννίδα, κάλλιστον αὐτὸς ἐγγήραμα τὴν πολιτείαν ποιησάμενος ἀναπαύσεσιν ἐχρῆτο καὶ παιδιαῖς, ὁπότε σχολάζοι, τῷ συντάττεσθαι βιβλία καὶ τῷ γεωργεῖν.
相反,正如有人说服狄奥尼西奥斯将僭主之位视为最美丽的寿衣一样,他自己将国政视为最美丽的晚年寄托,在闲暇时,以撰写书籍和务农作为休息与消遣。