§22.1ἤδη δὲ αὐτοῦ γέροντος γεγονότος πρέσβεις Ἀθήνηθεν ἦλθον εἰς Ῥώμην οἱ περὶ Καρνεάδην τὸν Ἀκαδημαϊκὸν καὶ Διογένη τὸν Στωικὸν φιλόσοφον, καταδίκην τινὰ παραιτησόμενοι τοῦ δήμου τῶν Ἀθηναίων, ἣν ἐρήμην ὦφλον Ὠρωπίων μὲν διωξάντων, Σικυωνίων δὲ καταψηφισαμένων, τίμημα ταλάντων πεντακοσίων ἔχουσαν.
カトがすでに老人になっていた頃、アテナイからローマへ、アカデメイア派のカルネアデスやストア派の哲学者ディオゲネスらの一行が使節としてやって来た。 それは、アテナイの民衆が欠席裁判において、オロポス人が告訴しシキオン人が有罪判決を下したことで科せられた、500タラントンの罰金額にのぼるある判決の取り消しを求めるためであった。
§22.2εὐθὺς οὖν οἱ φιλολογώτατοι τῶν νεανίσκων ἐπὶ τοὺς ἄνδρας ἵεντο, καὶ συνῆσαν ἀκροώμενοι καὶ θαυμάζοντες αὐτούς, μάλιστα δʼ ἡ Καρνεάδου χάρις, ἧς δύναμίς τε πλείστη καὶ δόξα τῆς δυνάμεως οὐκ ἀποδέουσα, μεγάλων ἐπιλαβομένη καὶ φιλανθρώπων ἀκροατηρίων ὡς πνεῦμα τὴν πόλιν ἠχῆς ἐνέπλησε.
そこで直ちに、若者たちのうちで最も学問を愛する者たちが彼らのもとへ急ぎ、彼らの話を聴き、称賛しながら行動を共にした。 特にカルネアデスの魅力は、その力も極めて大きく、その力に対する評判もそれに劣らないものであったが、大規模で好意的な聴衆を惹きつけて、風のように都市をその響きで満たした。
§22.3καὶ λόγος κατεῖχεν, ὡς ἀνὴρ Ἕλλην εἰς ἔκπληξιν ὑπερφυὴς πάντα κηλῶν καὶ χειρούμενος ἔρωτα δεινὸν ἐμβέβληκε τοῖς νέοις, ὑφʼ οὗ τῶν ἄλλων ἡδονῶν καὶ διατριβῶν ἐκπεσόντες ἐνθουσιῶσι περὶ φιλοσοφίαν.
そして、驚異的なまでに人を驚嘆させる一人のギリシア人が、すべての人を魅了し心服させて、若者たちに恐るべき熱情を吹き込み、彼らはその熱情によって他の快楽や気晴らしを放り出して哲学に熱狂している、という噂が広まった。
ταῦτα τοῖς μὲν ἄλλοις ἤρεσκε Ῥωμαίοις γινόμενα, καὶ τὰ μειράκια παιδείας Ἑλληνικῆς μεταλαμβάνοντα καὶ συνόντα θαυμαζομένοις ἀνδράσιν ἡδέως ἑώρων·
こうした事態が生じることは、他のローマ人たちにとっては好ましく、若者たちがギリシアの教育を享受し、称賛される男たちと交わっているのを、彼らは喜んで見ていた。
§22.4ὁ δὲ Κάτων ἐξ ἀρχῆς τε τοῦ ζήλου τῶν λόγων παραρρέοντος εἰς τὴν πόλιν ἤχθετο φοβούμενος, μὴ τὸ φιλότιμον ἐνταῦθα τρέψαντες οἱ νέοι τὴν ἐπὶ τῷ λέγειν δόξαν ἀγαπήσωσι μᾶλλον τῆς ἀπὸ τῶν ἔργων καὶ τῶν στρατειῶν, ἐπεὶ δὲ προὔβαινεν ἡ δόξα τῶν φιλοσόφων ἐν τῇ πόλει καὶ τοὺς πρώτους λόγους αὐτῶν πρὸς τὴν σύγκλητον ἀνὴρ ἐπιφανὴς σπουδάσας αὐτὸς καὶ δεηθεὶς ἡρμήνευσε, Γάϊος Ἀκίλιος, ἔγνω μετʼ εὐπρεπείας ἀποδιοπομπήσασθαι τοὺς φιλοσόφους ἅπαντας ἐκ τῆς πόλεως.
しかしカトは、言論への熱意が都市に流れ込み始めた最初から不快に思っており、若者たちが名誉心をそちらへ向け、言葉による名声を、行動や軍役による名声よりも愛するようになるのではないかと恐れていた。 しかし、哲学者たちの名声が都市の中で高まり、著名な男であるガイウス・アキリウス自身が熱心に自ら求めて彼らの最初の元老院に対する演説を翻訳するに及んで、カトはふさわしい口実のもとに、哲学者たち全員を都市から送り出すことに決めた。
§22.5καὶ παρελθὼν εἰς τὴν σύγκλητον ἐμέμψατο τοῖς ἄρχουσιν, ὅτι πρεσβεία κάθηται πολὺν χρόνον ἄπρακτος ἀνδρῶν, οἳ περὶ παντὸς οὗ βούλοιντο ῥᾳδίως πείθειν δύνανται δεῖν οὖν τὴν ταχίστην γνῶναί τι καὶ ψηφίσασθαι περὶ τῆς πρεσβείας, ὅπως οὗτοι μὲν ἐπὶ τὰς σχολὰς τραπόμενοι διαλέγωνται παισὶν Ἑλλήνων, οἱ δὲ Ῥωμαίων νέοι τῶν νόμων καὶ τῶν ἀρχόντων ὡς πρότερον ἀκούωσι.
そして元老院に赴き執政官たちを非難した。 その理由は、自分が望むことなら何についてでも容易に説得することのできる男たちの使節が、長い間何の実務も果たさずに留まっているということであった。 したがって、一刻も早く使節について何らかの決定を下し、議決すべきであり、それによって彼らは自分たちの学園に戻ってギリシア人の子供たちと議論し、ローマの若者たちは以前のように法律や執政官たちの言葉に耳を傾けるようにすべきである、と。