Humanitext Reader

普鲁塔克 · 大加图传 §22.1-22.5

雅典哲学家使团的到来与卡托的驱逐建议

第 22 段,共 27 段 · 希腊语

内容简介

描述了卡托对雅典哲学家使团的到来以及罗马青年对哲学的狂热感到危机,并游说元老院将他们遣送回国的情景。

§22.1ἤδη δὲ αὐτοῦ γέροντος γεγονότος πρέσβεις Ἀθήνηθεν ἦλθον εἰς Ῥώμην οἱ περὶ Καρνεάδην τὸν Ἀκαδημαϊκὸν καὶ Διογένη τὸν Στωικὸν φιλόσοφον, καταδίκην τινὰ παραιτησόμενοι τοῦ δήμου τῶν Ἀθηναίων, ἣν ἐρήμην ὦφλον Ὠρωπίων μὲν διωξάντων, Σικυωνίων δὲ καταψηφισαμένων, τίμημα ταλάντων πεντακοσίων ἔχουσαν.
当他已经成为老人时,使节从雅典来到罗马,他们是学术派的卡尔内阿德斯和斯多葛派哲学家迪奥根尼的一行,目的是为雅典人民请求宽免一项他们在缺席审判中所遭受的判决。 该判决是在奥罗普斯人起诉、西锡安人判决有罪的情况下做出的,罚金达五百塔兰同。
§22.2εὐθὺς οὖν οἱ φιλολογώτατοι τῶν νεανίσκων ἐπὶ τοὺς ἄνδρας ἵεντο, καὶ συνῆσαν ἀκροώμενοι καὶ θαυμάζοντες αὐτούς, μάλιστα δʼ ἡ Καρνεάδου χάρις, ἧς δύναμίς τε πλείστη καὶ δόξα τῆς δυνάμεως οὐκ ἀποδέουσα, μεγάλων ἐπιλαβομένη καὶ φιλανθρώπων ἀκροατηρίων ὡς πνεῦμα τὴν πόλιν ἠχῆς ἐνέπλησε.
因此,在年轻人中那些最热爱学问的人立即奔向这些学者,与他们相伴,倾听并赞美他们。 尤其是卡尔内阿德斯的魅力,他的力量极其巨大,而这力量的名声也毫不逊色,在吸引了庞大且友好的听众后,如同风一般,使整个城市充满了它的回响。
§22.3καὶ λόγος κατεῖχεν, ὡς ἀνὴρ Ἕλλην εἰς ἔκπληξιν ὑπερφυὴς πάντα κηλῶν καὶ χειρούμενος ἔρωτα δεινὸν ἐμβέβληκε τοῖς νέοις, ὑφʼ οὗ τῶν ἄλλων ἡδονῶν καὶ διατριβῶν ἐκπεσόντες ἐνθουσιῶσι περὶ φιλοσοφίαν.
并且有传言流行说,一个在令人惊叹方面具有非凡才能的希腊人,迷惑并征服了所有人,给年轻人们灌输了一种可怕的热情,在它的影响下,他们抛弃了其他的娱乐和消遣,对哲学陷入了狂热。
ταῦτα τοῖς μὲν ἄλλοις ἤρεσκε Ῥωμαίοις γινόμενα, καὶ τὰ μειράκια παιδείας Ἑλληνικῆς μεταλαμβάνοντα καὶ συνόντα θαυμαζομένοις ἀνδράσιν ἡδέως ἑώρων·
这些事情的发生让其他罗马人感到高兴,他们乐于看到年轻人分享希腊的教育,并与受人钦佩的人交往。
§22.4ὁ δὲ Κάτων ἐξ ἀρχῆς τε τοῦ ζήλου τῶν λόγων παραρρέοντος εἰς τὴν πόλιν ἤχθετο φοβούμενος, μὴ τὸ φιλότιμον ἐνταῦθα τρέψαντες οἱ νέοι τὴν ἐπὶ τῷ λέγειν δόξαν ἀγαπήσωσι μᾶλλον τῆς ἀπὸ τῶν ἔργων καὶ τῶν στρατειῶν, ἐπεὶ δὲ προὔβαινεν ἡ δόξα τῶν φιλοσόφων ἐν τῇ πόλει καὶ τοὺς πρώτους λόγους αὐτῶν πρὸς τὴν σύγκλητον ἀνὴρ ἐπιφανὴς σπουδάσας αὐτὸς καὶ δεηθεὶς ἡρμήνευσε, Γάϊος Ἀκίλιος, ἔγνω μετʼ εὐπρεπείας ἀποδιοπομπήσασθαι τοὺς φιλοσόφους ἅπαντας ἐκ τῆς πόλεως.
但卡托从一开始,随着对这些言论的热情流入城市,就感到不快,他担心年轻人如果把名誉心转向这里,会更喜爱因言辞而获得的名声,而不是通过行动和军事服役获得的名声。 但随着哲学家的名声在城市中不断提升,并且一位显赫的人物盖乌斯·阿基利乌斯自己热切地请求并亲自将他们的第一次元老院演讲翻译出来后,卡托决定以体面的借口将所有哲学家赶出城市。
§22.5καὶ παρελθὼν εἰς τὴν σύγκλητον ἐμέμψατο τοῖς ἄρχουσιν, ὅτι πρεσβεία κάθηται πολὺν χρόνον ἄπρακτος ἀνδρῶν, οἳ περὶ παντὸς οὗ βούλοιντο ῥᾳδίως πείθειν δύνανται δεῖν οὖν τὴν ταχίστην γνῶναί τι καὶ ψηφίσασθαι περὶ τῆς πρεσβείας, ὅπως οὗτοι μὲν ἐπὶ τὰς σχολὰς τραπόμενοι διαλέγωνται παισὶν Ἑλλήνων, οἱ δὲ Ῥωμαίων νέοι τῶν νόμων καὶ τῶν ἀρχόντων ὡς πρότερον ἀκούωσι.
于是他来到元老院谴责了执政官们,因为一个由那些对任何他们想说服的事情都能轻易说服的学者组成的使团,长期闲坐而无所作为;因此必须尽快就使团做出决定并进行表决,好让这些人回到自己的学校,与希腊人的孩子交谈,而罗马的年轻人则像以前一样听从法律和执政官。

词汇与语法注释

  1. 22.1Ὠρωπίων μὲν διωξάντων, Σικυωνίων δὲ καταψηφισαμένων — 意为“奥罗普斯人起诉,西锡安人判决有罪”的两个并列属格绝对(genitive absolute)结构。它们在句中起副词性作用,解释了关系从句动词 ὦφλον(他们遭受了判决)背后的背景和过程。
  2. 22.4μὴ τὸ φιλότιμον ἐνταῦθα τρέψαντες οἱ νέοι τὴν ἐπὶ τῷ λέγειν δόξαν ἀγαπήσωσι μᾶλλον τῆς ἀπὸ τῶν ἔργων — 由表示担忧的分词 φοβούμενος(担忧)引导的 μή 从句。它使用虚拟语气 ἀγαπήσωσι(变得喜爱),表示担忧的对象。比较的对象由比较属格 τῆς ἀπὸ τῶν ἔργων(相比于从行动中获得的名声)表示。
  3. 22.5δεῖν οὖν — 非人称动词 δεῖ(必须)的不定式。在承接前文动词 ἐμέμψατο(谴责)的间接引语(oratio obliqua)中,使用不定式来陈述卡托的发言内容,表示他的提议或要求。

引用这一段

普鲁塔克, 大加图传 §22.1-22.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg025.humanitext-grc2:22.1-22.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。