§19.1οὐ μὴν ἀλλὰ τῶν ἐγκαλούντων ἐλάχιστα φροντίζων ὁ Κάτων ἔτι μᾶλλον ἐπέτεινεν, ἀποκόπτων μὲν ὀχετοὺς, οἷς τὸ παραρρέον δημόσιον ὕδωρ ὑπολαμβάνοντες ἀπῆγον εἰς οἰκίας ἰδίας καὶ κήπους, ἀνατρέπων δὲ καὶ καταβάλλων ὅσα προὔβαινεν εἰς τὸ δημόσιον οἰκοδομήματα, συστέλλων δὲ τοῖς μισθοῖς τὰς ἐργολαβίας, τὰ δὲ τέλη ταῖς πράσεσιν ἐπὶ τὰς ἐσχάτας ἐλαύνων τιμάς.
しかしながら、カトは不満を抱く者たちのことを極めて軽んじて、いっそう厳しく取り締まり、流れる公有水を横取りして個人の邸宅や庭園に引き込んでいた導水管を遮断し、公有地に突き出ていた建物をなぎ倒して破壊し、公共事業の請負契約を(低い)報酬額で引き締め、税の徴収権をオークションによって最高の価格にまで吊り上げた。
§19.2ἀφʼ ὧν αὐτῷ πολὺ συνήχθη μῖσος, ἀφʼ ὧν αὐτῷ πολὺ συνήχθη μῖσος, οἱ δὲ περὶ τὸν Τίτον συστάντες ἐπʼ αὐτὸν ἔν τε τῇ βουλῇ τὰς γεγενημένας ἐκδόσεις καὶ μισθώσεις τῶν ἱερῶν καὶ δημοσίων ἔργων ἔλυσαν ὡς γεγενημένας ἀλυσιτελῶς, καὶ τῶν δημάρχων τοὺς θρασυτάτους παρώξυναν ἐν δήμῳ προσκαλέσασθαι τὸν Κάτωνα καὶ ζημιῶσαι δυσὶ ταλάντοις.
これらによって彼に対して多くの憎しみが集まり、これらによって彼に対して多くの憎しみが集まった。 そして、ティトゥスの周囲に結束した者たちは彼に対抗し、元老院において、不利益に行われたとして、すでになされた神殿および公共事業の貸し出しや請負契約を取り消し、また、護民官のうち最も大胆な者たちを唆して、民会においてカトを召喚し、二タラントンの罰金を科そうとした。
πολλὰ δὲ καὶ πρὸς τὴν τῆς βασιλικῆς κατασκευὴν ἠναντιώθησαν, ἣν ἐκεῖνος ἐκ χρημάτων κοινῶν ὑπὸ τὸ βουλευτήριον τῇ ἀγορᾷ παρέβαλε καὶ Πορκία βασιλικὴ προσηγορεύθη.
さらに彼らは、カトが公金を用いて元老院議事堂の下の広場に隣接して建設し、「ポルキア・バシリカ」と呼ばれたバシリカの建設に対しても、大いに反対した。
§19.3φαίνεται δὲ θαυμαστῶς ἀποδεξάμενος αὐτοῦ τὴν τιμητείαν ὁ δῆμος, ἀνδριάντα γοῦν ἀναθεὶς ἐν τῷ ναῷ τῆς Ὑγιείας ἐπέγραψεν οὐ τὰς στρατηγίας οὐδὲ τὸν θρίαμβον τὸν Κάτωνος, ἀλλʼ, ὡς ἄν τις μεταφράσειε τὴν ἐπιγραφήν,
ὅτι τὴν Ῥωμαίων πολιτείαν ἐγκεκλιμένην καὶ ῥέπουσαν ἐπὶ τὸ χεῖρον τιμητὴς γενόμενος χρησταῖς ἀγωγαῖς καὶ σώφροσιν ἐθισμοῖς καὶ διδασκαλίαις εἰς ὀρθὸν αὖθις ἀποκατέστησε §19.4καίτοι πρότερον αὐτὸς κατεγέλα τῶν ἀγαπώντων τὰ τοιαῦτα, καὶ λανθάνειν αὐτοὺς ἔλεγεν ἐπὶ χαλκέων καὶ ζωγράφων ἔργοις μέγα φρονοῦντας, αὐτοῦ δὲ καλλίστας εἰκόνας ἐν ταῖς ψυχαῖς περιφέρειν τοὺς πολίτας πρὸς δὲ τοὺς θαυμάζοντας, ὅτι πολλῶν ἀδόξων ἀνδριάντας ἐχόντων ἐκεῖνος οὐκ ἔχει
μᾶλλον γὰρ,
ἔφη,
βούλομαι ζητεῖσθαι, διὰ τί μου ἀνδριὰς οὐ κεῖται ἢ διὰ τί κεῖται §19.5τὸ δʼ ὅλον οὐδʼ ἐπαινούμενον ἠξίου τὸν ἀγαθὸν πολίτην ὑπομένειν, εἰ μὴ τοῦτο χρησίμως γίνοιτο τῷ κοινῷ.
しかしながら、民衆は彼の監察官職を驚くほど好意的に受け入れたようである。 ともかく、健康の神殿に彫像を捧げ、そこにカトの将軍としての事績や凱旋式を刻むのではなく、その碑文を翻訳するなら次のようになるであろう文言を刻んだのである。 「ローマ人の国家が傾き、悪い方向へと流れていたときに、監察官となって、優れた指導と賢明な習慣、そして教えによって、再びそれを真っ直ぐに立て直したことに対して」もっとも、以前は彼自身がそうしたものを喜ぶ人々を嘲笑っており、鋳物師や画家の作品を大いに誇ることで彼らが(本当のことに)気づかずにいるのだと言い、市民たちは自分自身の最も美しい肖像をその魂の中に携えているのだと言っていた。 また、多くの名もない人々が彫像を持っているのに彼が持っていないことを不思議に思う人々に対しては、「なぜなら私は」と彼は言った。 「なぜ私の彫像が立っていないのかと問われる方を、なぜ立っているのかと問われるよりも望むからだ」全体として、彼は良き市民たる者、それが公共の利益に資するのでなければ、称賛されることさえ受け入れるべきではないと考えていた。
καίτοι πλεῖστα πάντων ἑαυτὸν ἐγκεκωμίακεν, ὅς γε καὶ τοὺς ἁμαρτάνοντάς τι περὶ τὸν βίον, εἶτʼ ἐλεγχομένους λέγειν φησίν, ὡς οὐκ ἄξιον ἐγκαλεῖν αὐτοῖς· οὐ γὰρ Κάτωνές εἰσι·
とはいえ、彼は誰よりも多く自分自身を称賛した。 何しろ、生き方において何か過ちを犯し、その後に非難された者たちが、「自分たちを非難するのは当を得ていない。
καὶ τοὺς ἔνια μιμεῖσθαι τῶν ὑπʼ αὐτοῦ πραττομένων οὐκ ἐμμελῶς ἐπιχειροῦντας ἐπαριστέρους καλεῖσθαι Κάτωνας·
なぜなら自分たちはカトではないのだから」と言うのだと述べており、また、彼の行いの一部を不器用に模倣しようとする者たちを「左利きの(不器用な)カトたち」と呼ぶべきだと言っているほどである。
§19.6ἀφορᾶν δὲ τὴν βουλὴν πρὸς αὐτὸν ἐν τοῖς ἐπισφαλεστάτοις καιροῖς ὥσπερ ἐν πλῷ πρὸς κυβερνήτην, καὶ πολλάκις μὴ παρόντος ὑπερτίθεσθαι τὰ πλείστης ἄξια σπουδῆς, ἃ δὴ παρὰ τῶν ἄλλων αὐτῷ μαρτυρεῖται·
また、元老院は、最も危険な時期には航海中の操舵手に対するように彼に目を向け、しばしば彼が不在のときには、最大の関心を払うべき決定を延期したとも言っている。 これらはまさに他者によっても彼について証言されていることである。
μέγα γὰρ ἔσχεν ἐν τῇ πόλει καὶ διὰ τὸν βίον καὶ διὰ τὸν λόγον καὶ διὰ τὸ γῆρας ἀξίωμα.
というのも、彼はその生き方と、言葉と、そして老齢によって、都市において大きな威厳を持っていたからである。