§19.1οὐ μὴν ἀλλὰ τῶν ἐγκαλούντων ἐλάχιστα φροντίζων ὁ Κάτων ἔτι μᾶλλον ἐπέτεινεν, ἀποκόπτων μὲν ὀχετοὺς, οἷς τὸ παραρρέον δημόσιον ὕδωρ ὑπολαμβάνοντες ἀπῆγον εἰς οἰκίας ἰδίας καὶ κήπους, ἀνατρέπων δὲ καὶ καταβάλλων ὅσα προὔβαινεν εἰς τὸ δημόσιον οἰκοδομήματα, συστέλλων δὲ τοῖς μισθοῖς τὰς ἐργολαβίας, τὰ δὲ τέλη ταῖς πράσεσιν ἐπὶ τὰς ἐσχάτας ἐλαύνων τιμάς.
然而,卡托对那些抱怨的人毫不在意,反而更加严厉地加以整治:他截断了那些人用来拦截并引流流经的公有水到私人住宅和花园的管道;推倒并拆毁了所有侵占公有土地的建筑物;以更低的报酬收缩了公共工程的承包合同;并在拍卖中把税收的承包价逼到了最高点。
§19.2ἀφʼ ὧν αὐτῷ πολὺ συνήχθη μῖσος, ἀφʼ ὧν αὐτῷ πολὺ συνήχθη μῖσος, οἱ δὲ περὶ τὸν Τίτον συστάντες ἐπʼ αὐτὸν ἔν τε τῇ βουλῇ τὰς γεγενημένας ἐκδόσεις καὶ μισθώσεις τῶν ἱερῶν καὶ δημοσίων ἔργων ἔλυσαν ὡς γεγενημένας ἀλυσιτελῶς, καὶ τῶν δημάρχων τοὺς θρασυτάτους παρώξυναν ἐν δήμῳ προσκαλέσασθαι τὸν Κάτωνα καὶ ζημιῶσαι δυσὶ ταλάντοις.
由此,他招致了极大的怨恨,由此,他招致了极大的怨恨。 而聚集在提图斯周围的人联合起来反对他,在元老院中以无利可图为由,废除了已经订立的神庙和公共工程的租赁和承包合同,并煽动最胆大妄为的平民护民官在公民大会上传唤卡托,并处以两塔兰同的罚款。
πολλὰ δὲ καὶ πρὸς τὴν τῆς βασιλικῆς κατασκευὴν ἠναντιώθησαν, ἣν ἐκεῖνος ἐκ χρημάτων κοινῶν ὑπὸ τὸ βουλευτήριον τῇ ἀγορᾷ παρέβαλε καὶ Πορκία βασιλικὴ προσηγορεύθη.
他们还极力反对他建造巴西利卡,那是他用公款在元老院议事堂下方、紧邻广场建造的,被称为“波尔基亚巴西利卡”。
§19.3φαίνεται δὲ θαυμαστῶς ἀποδεξάμενος αὐτοῦ τὴν τιμητείαν ὁ δῆμος, ἀνδριάντα γοῦν ἀναθεὶς ἐν τῷ ναῷ τῆς Ὑγιείας ἐπέγραψεν οὐ τὰς στρατηγίας οὐδὲ τὸν θρίαμβον τὸν Κάτωνος, ἀλλʼ, ὡς ἄν τις μεταφράσειε τὴν ἐπιγραφήν,
ὅτι τὴν Ῥωμαίων πολιτείαν ἐγκεκλιμένην καὶ ῥέπουσαν ἐπὶ τὸ χεῖρον τιμητὴς γενόμενος χρησταῖς ἀγωγαῖς καὶ σώφροσιν ἐθισμοῖς καὶ διδασκαλίαις εἰς ὀρθὸν αὖθις ἀποκατέστησε
然而,民众似乎对他的监察官职表现出令人惊异的认可;无论如何,他们在健康女神庙里为他竖立了一尊雕像,碑文上刻的不是卡托的军事统帅职位,也不是他的凯旋式,而是(如果有人要把这碑文翻译出来的话): “因为当罗马国家已经倾斜、趋向败坏之际,他担任了监察官,通过优良的引导、贤明的习俗和教化,再次使之恢复了正直的轨道。
§19.4καίτοι πρότερον αὐτὸς κατεγέλα τῶν ἀγαπώντων τὰ τοιαῦτα, καὶ λανθάνειν αὐτοὺς ἔλεγεν ἐπὶ χαλκέων καὶ ζωγράφων ἔργοις μέγα φρονοῦντας, αὐτοῦ δὲ καλλίστας εἰκόνας ἐν ταῖς ψυχαῖς περιφέρειν τοὺς πολίτας πρὸς δὲ τοὺς θαυμάζοντας, ὅτι πολλῶν ἀδόξων ἀνδριάντας ἐχόντων ἐκεῖνος οὐκ ἔχει
μᾶλλον γὰρ,
ἔφη,
βούλομαι ζητεῖσθαι, διὰ τί μου ἀνδριὰς οὐ κεῖται ἢ διὰ τί κεῖται
” 然而,以前他自己常常嘲笑那些喜爱此类事物的人,说他们没有意识到,自己是在为铸铜匠和画家的作品感到自豪,而公民们则在灵魂中携带着他最美丽的肖像。 对于那些诧异于为何许多无名之辈都有雕像而他却没有的人,他说道: “因为我宁愿,” 他说, “让人去追问为什么我的雕像没有竖立,而不是去追问为什么它竖立着。
§19.5τὸ δʼ ὅλον οὐδʼ ἐπαινούμενον ἠξίου τὸν ἀγαθὸν πολίτην ὑπομένειν, εἰ μὴ τοῦτο χρησίμως γίνοιτο τῷ κοινῷ.
” 总之,他认为一个优秀的公民甚至不应当忍受被人赞美,除非这有利于公共福祉。
καίτοι πλεῖστα πάντων ἑαυτὸν ἐγκεκωμίακεν, ὅς γε καὶ τοὺς ἁμαρτάνοντάς τι περὶ τὸν βίον, εἶτʼ ἐλεγχομένους λέγειν φησίν, ὡς οὐκ ἄξιον ἐγκαλεῖν αὐτοῖς· οὐ γὰρ Κάτωνές εἰσι· καὶ τοὺς ἔνια μιμεῖσθαι τῶν ὑπʼ αὐτοῦ πραττομένων οὐκ ἐμμελῶς ἐπιχειροῦντας ἐπαριστέρους καλεῖσθαι Κάτωνας·
然而,他赞美自己比任何人都多,他甚至说,那些在生活中犯了某种错误、随后受到指责的人会说,不应当责备他们,因为他们并不是卡托;而那些试图笨拙地模仿他的某些行为的人,则被称为“左撇子卡托(笨拙的卡托)”。
§19.6ἀφορᾶν δὲ τὴν βουλὴν πρὸς αὐτὸν ἐν τοῖς ἐπισφαλεστάτοις καιροῖς ὥσπερ ἐν πλῷ πρὸς κυβερνήτην, καὶ πολλάκις μὴ παρόντος ὑπερτίθεσθαι τὰ πλείστης ἄξια σπουδῆς, ἃ δὴ παρὰ τῶν ἄλλων αὐτῷ μαρτυρεῖται· μέγα γὰρ ἔσχεν ἐν τῇ πόλει καὶ διὰ τὸν βίον καὶ διὰ τὸν λόγον καὶ διὰ τὸ γῆρας ἀξίωμα.
他还说,元老院在最危急的时刻向他投去目光,就像在航行中向舵手看齐一样,而且常常在他缺席时,推迟讨论最值得关注的事宜——这些确实得到了他人对他的证言;因为他因其生活方式、言辞和高龄在城邦中享有崇高的威望。