§13.1ἐπεὶ δʼ Ἀντίοχος ἐμφράξας τὰ περὶ Θερμοπύλας στενὰ τῷ στρατοπέδῳ, καὶ τοῖς αὐτοφυέσι τῶν τόπων ἐρύμασι προσβαλὼν χαρακώματα καὶ διατειχίσματα, καθῆστο τὸν πόλεμον ἐκκεκλεικέναι νομίζων, τὸ μὲν κατὰ στόμα βιάζεσθαι παντάπασιν ἀπεγίνωσκον οἱ Ῥωμαῖοι, τὴν δὲ Περσικὴν ἐκείνην περιήλυσιν καὶ κύκλωσιν ὁ Κάτων εἰς νοῦν βαλόμενος ἐξώδευσε νύκτωρ, ἀναλαβὼν μέρος τι τῆς στρατιᾶς.
アンティオコスがテルモピュライ付近の隘路を自軍で塞ぎ、その場所の自然の防御壁に柵や防壁を付け加えて、戦争を締め出したと考えて居座っていたとき、ローマ人たちは正面から突破することを完全に断念した。 しかしカトは、あのペルシア人による迂回と包囲を念頭に置き、軍の一部を率いて夜間に出発した。
§13.2ἐπεὶ δʼ ἄνω προελθόντων ὁ καθοδηγῶν αἰχμάλωτος ἐξέπεσε τῆς ὁδοῦ καὶ πλανώμενος ἐν τόποις ἀπόροις καὶ κρημνώδεσι δεινὴν ἀθυμίαν καὶ φόβον ἐνειργάσατο τοῖς στρατιώταις, ὁρῶν ὁ Κάτων τὸν κίνδυνον ἐκέλευσε τοὺς ἄλλους ἅπαντας ἀτρεμεῖν καὶ περιμένειν,
しかし、彼らが上へと進んでいたとき、案内役の捕虜が道を見失い、道なき崖だらけの場所を彷徨って兵士たちにひどい落胆と恐怖を引き起こしたため、危険を察知したカトは、他の者全員に静かに待機するよう命じた。
§13.3αὐτὸς δὲ Λεύκιόν τινα Μάλλιον, ἄνδρα δεινὸν ὀρειβατεῖν, παραλαβὼν ἐχώρει πολυπόνως καὶ παραβόλως ἐν ἀσελήνῳ νυκτὶ καὶ βαθείᾳ, κοτίνοις καὶ πάγοις ἀνατεταμένοις διασπάσματα πολλὰ τῆς ὄψεως καὶ ἀσάφειαν ἐχούσης, ἕως ἐμβαλόντες εἰς ἀτραπόν, ὡς ᾤοντο, κάτω περαίνουσαν ἐπὶ τὸ στρατόπεδον τῶν πολεμίων ἔθεντο σημεῖα πρός τινας εὐσκόπους κεραίας ὑπὲρ τὸ Καλλίδρομον ἀνεχούσας.
そして彼自身は、登山に巧みなルキウス・マッリウスという男を連れて、月がなく夜も更けた中、困難と危険を冒して進んだ。 野生のオリーブや突き出た岩壁によって、視界は何度も遮られ、不鮮明であったが、ついに敵の陣営へと下っていると思われる小道に出たところで、カッリドロモン山の上にそびえ立つ、目印になりやすい山頂を目がけて標識を置いた。
§13.4οὕτω δὲ πάλιν ἐπανελθόντες ὀπίσω τὴν στρατιὰν ἀνέλαβον, καὶ πρός τὰ σημεῖα προάγοντες ἥψαντο μὲν ἐκείνης τῆς ἀτραποῦ καὶ κατεστήσαντο τὴν πορείαν, μικρὸν δὲ προελθοῦσιν αὐτοῖς ἐπέλιπε φάραγγος ὑπολαμβανούσης.
このようにして再び引き返して軍を合流させ、標識を目指して進むことで、彼らはその小道に到達し、進軍の列を整えた。 しかし、彼らが少し進むと、谷が立ちはだかって道は途絶えてしまった。
καὶ πάλιν ἦν ἀπορία καὶ δέος οὐκ ἐπισταμένων οὐδὲ συνορώντων ὅτι πλησίον ἐτύγχανον τῶν πολεμίων γεγονότες.
そして、自分たちが敵の近くに達していることを知らず、また見極めることもできなかったため、再び途方に暮れ、恐怖に陥った。
ἤδη δὲ διέλαμπεν ἡμέρα, καὶ φθογγῆς τίς ἔδοξεν ἐπακοῦσαι, τάχα δὲ καὶ καθορᾶν Ἑλληνικὸν χάρακα καὶ προφυλακὴν ὑπὸ τὸ κρημνῶδες.
しかし、すでに夜が明けかけており、誰かが話し声を聞いたように思い、やがては崖の下にギリシア人の防壁と前哨部隊を視認するに至った。
§13.5οὕτως οὖν ἐπιστήσας ἐνταῦθα τὴν στρατιὰν ὁ Κάτων ἐκέλευσεν αὐτῷ προσελθεῖν ἄνευ τῶν ἄλλων τοὺς Φιρμανούς, οἷς ἀεὶ πιστοῖς ἐχρῆτο καὶ προθύμοις.
そこでカトは、ここに軍を留め、常に忠実で熱心であったフィルマニア人たちに、他の者たちを交えずに自分のところへ進み出るよう命じた。
συνδραμόντων δὲ καὶ περιστάντων αὐτὸν ἀθρόων εἶπεν,
ἄνδρα χρῄζω λαβεῖν τῶν πολεμίων ζῶντα καὶ πυθέσθαι, τίνες οἱ προφυλάττοντες οὗτοι, πόσον πλῆθος αὐτῶν, τίς ὁ τῶν ἄλλων διάκοσμος ἢ τάξις καὶ παρασκευὴ, μεθʼ ἧς ὑπομένουσιν ἡμᾶς.
彼らが駆け寄り、一団となって彼の周囲を取り囲むと、彼は言った。 「私は敵の中から生け捕りにし、この前哨を務めている者が何者か、その数はどのくらいか、そして他の者たちの配置や布陣、あるいはどのような備えをもって彼らが我々を待ち受けているのかを聞き出す必要がある。
§13.6τὸ δʼ ἔργον ἅρπαγμα δεῖ τάχους γενέσθαι καὶ τόλμης, ᾗ καὶ λέοντες ἄνοπλοι θαρροῦντες ἐπὶ τὰ δειλὰ τῶν θηρίων βαδίζουσι.
しかし、この任務は、武器を持たないライオンが勇敢に臆病な獣たちに向かって進むように、敏速さと大胆さで不意を突くものでなければならない。
ταῦτα εἰπόντος τοῦ Κάτωνος αὐτόθεν ὀρούσαντες, ὥσπερ εἶχον, οἱ Φιρμανοὶ κατὰ τῶν ὁρῶν ἔθεον ἐπὶ τὰς προφυλακάς καὶ προσπεσόντες ἀπροσδόκητοι πάντας μὲν διετάραξαν καὶ διεσκέδασαν, ἕνα δʼ αὐτοῖς ὅπλοις ἁρπάσαντες ἐνεχείρισαν τῷ Κάτωνι.
」カトがこう言うと、フィルマニア人たちはその場から、ただちにその身のまま山を下って前哨部隊へと走り、予期せぬ奇襲をかけて敵全員を混乱させ、退散させた。 そして、そのうちの一人を武器ごとかっさらうように捕らえ、カトのもとへと引き渡した。
§13.7παρὰ τούτου μαθών, ὡς ἡ μὲν ἄλλη δύναμις ἐν τοῖς στενοῖς κάθηται μετʼ αὐτοῦ τοῦ βασιλέως, οἱ δὲ φρουροῦντες οὗτοι τὰς ὑπερβολὰς Αἰτωλῶν εἰσιν ἑξακόσιοι λογάδες, καταφρονήσας τῆς ὀλιγότητος ἅμα καὶ τῆς ὀλιγωρίας εὐθὺς ἐπῆγεν ἅμα σάλπιγξι καὶ ἀλαλαγμῷ, πρῶτος σπασάμενος τὴν μάχαιραν.
彼から、残りの軍勢は王自身とともに隘路に陣取っており、この峠を守っているのはアイトリア人の精鋭六百人であると聞き出すと、カトは彼らの人数の少なさと油断を侮り、ただちにラッパを吹き鳴らし、時の声を上げて突撃し、自ら真っ先に剣を抜いた。
οἱ δʼ ὡς εἶδον ἀπὸ τῶν κρημνῶν ἐπιφερομένους, φεύγοντες εἰς τὸ μέγα στρατόπεδον κατεπίμπλασαν ταραχῆς ἅπαντας.
敵は彼らが崖から襲いかかってくるのを見るや、本陣へと逃げ延び、全員をパニックに陥らせた。