Humanitext Reader

普鲁塔克 · 大加图传 §13.1-13.7

迂回温泉关山路与奇袭安条克军

第 13 段,共 27 段 · 希腊语

内容简介

为了绕过安条克三世驻守的温泉关隘口,卡托效法当年波斯人的迂回战术,率军在夜间穿过险峻的山路。尽管在崎岖的地形中迷失了方向,他仍派遣忠诚的菲尔姆人士兵俘虏了敌方哨兵,摸清敌情后发起奇袭并取得成功。

§13.1ἐπεὶ δʼ Ἀντίοχος ἐμφράξας τὰ περὶ Θερμοπύλας στενὰ τῷ στρατοπέδῳ, καὶ τοῖς αὐτοφυέσι τῶν τόπων ἐρύμασι προσβαλὼν χαρακώματα καὶ διατειχίσματα, καθῆστο τὸν πόλεμον ἐκκεκλεικέναι νομίζων, τὸ μὲν κατὰ στόμα βιάζεσθαι παντάπασιν ἀπεγίνωσκον οἱ Ῥωμαῖοι, τὴν δὲ Περσικὴν ἐκείνην περιήλυσιν καὶ κύκλωσιν ὁ Κάτων εἰς νοῦν βαλόμενος ἐξώδευσε νύκτωρ, ἀναλαβὼν μέρος τι τῆς στρατιᾶς.
当安条克用兵力封锁了温泉关附近的隘口,并在该地的天然防御屏障上增设了栅栏和防壁,坐镇其中,自以为已将战争阻挡在外时,罗马人完全放弃了正面强攻的打算。 然而卡托联想到当年波斯人的那次绕道包围,便率领一部分军队在夜间出发。
§13.2ἐπεὶ δʼ ἄνω προελθόντων ὁ καθοδηγῶν αἰχμάλωτος ἐξέπεσε τῆς ὁδοῦ καὶ πλανώμενος ἐν τόποις ἀπόροις καὶ κρημνώδεσι δεινὴν ἀθυμίαν καὶ φόβον ἐνειργάσατο τοῖς στρατιώταις, ὁρῶν ὁ Κάτων τὸν κίνδυνον ἐκέλευσε τοὺς ἄλλους ἅπαντας ἀτρεμεῖν καὶ περιμένειν,
但是,当他们向上行进时,向导捕虏迷失了道路,在无路可走的悬崖峭壁间徘徊,使士兵们陷入极大的沮丧和恐惧之中。 卡托看出危险,命令其他所有人原地不动、耐心等待。
§13.3αὐτὸς δὲ Λεύκιόν τινα Μάλλιον, ἄνδρα δεινὸν ὀρειβατεῖν, παραλαβὼν ἐχώρει πολυπόνως καὶ παραβόλως ἐν ἀσελήνῳ νυκτὶ καὶ βαθείᾳ, κοτίνοις καὶ πάγοις ἀνατεταμένοις διασπάσματα πολλὰ τῆς ὄψεως καὶ ἀσάφειαν ἐχούσης, ἕως ἐμβαλόντες εἰς ἀτραπόν, ὡς ᾤοντο, κάτω περαίνουσαν ἐπὶ τὸ στρατόπεδον τῶν πολεμίων ἔθεντο σημεῖα πρός τινας εὐσκόπους κεραίας ὑπὲρ τὸ Καλλίδρομον ἀνεχούσας.
他自己则带上一名叫卢基乌斯·马利乌斯的擅长登山的男子,在月黑风高、夜色深重之中,艰难且冒险地前行。 由于野橄榄树和突兀的岩壁阻挡,视线被多次隔断且模糊不清。 直到他们走上了一条在他们看来通往敌军营地的下山小路,他们便朝着卡利德罗蒙山上方耸立的几个易于辨认的山峰设置了标记。
§13.4οὕτω δὲ πάλιν ἐπανελθόντες ὀπίσω τὴν στρατιὰν ἀνέλαβον, καὶ πρός τὰ σημεῖα προάγοντες ἥψαντο μὲν ἐκείνης τῆς ἀτραποῦ καὶ κατεστήσαντο τὴν πορείαν, μικρὸν δὲ προελθοῦσιν αὐτοῖς ἐπέλιπε φάραγγος ὑπολαμβανούσης.
如此返回之后,他们重新集结了军队,并朝着标记行进,终于接上了那条小路,整顿好队伍继续前进。 但他们刚走没多久,由于一条深谷横在面前,道路中断了。
καὶ πάλιν ἦν ἀπορία καὶ δέος οὐκ ἐπισταμένων οὐδὲ συνορώντων ὅτι πλησίον ἐτύγχανον τῶν πολεμίων γεγονότες.
他们因不知道、也看不清自己已经走到了敌人附近,再次陷入了困境和恐惧之中。
ἤδη δὲ διέλαμπεν ἡμέρα, καὶ φθογγῆς τίς ἔδοξεν ἐπακοῦσαι, τάχα δὲ καὶ καθορᾶν Ἑλληνικὸν χάρακα καὶ προφυλακὴν ὑπὸ τὸ κρημνῶδες.
此时天色已微明,有人似乎听到了说话声,不久甚至能看清悬崖下希腊人的营垒和哨所。
§13.5οὕτως οὖν ἐπιστήσας ἐνταῦθα τὴν στρατιὰν ὁ Κάτων ἐκέλευσεν αὐτῷ προσελθεῖν ἄνευ τῶν ἄλλων τοὺς Φιρμανούς, οἷς ἀεὶ πιστοῖς ἐχρῆτο καὶ προθύμοις.
于是,卡托在这里让军队停下,命令他一贯认为忠诚而热心的菲尔姆人离开其他人来到他面前。
συνδραμόντων δὲ καὶ περιστάντων αὐτὸν ἀθρόων εἶπεν, ἄνδρα χρῄζω λαβεῖν τῶν πολεμίων ζῶντα καὶ πυθέσθαι, τίνες οἱ προφυλάττοντες οὗτοι, πόσον πλῆθος αὐτῶν, τίς ὁ τῶν ἄλλων διάκοσμος ἢ τάξις καὶ παρασκευὴ, μεθʼ ἧς ὑπομένουσιν ἡμᾶς.
当他们奔跑过来,密密麻麻地围在他身边时,他说: “我需要生擒一名敌军,向他打听一下这些哨兵是什么人,人数有多少,其余人员的部署、阵势以及他们严阵以待防备我们的准备工作如何。
§13.6τὸ δʼ ἔργον ἅρπαγμα δεῖ τάχους γενέσθαι καὶ τόλμης, ᾗ καὶ λέοντες ἄνοπλοι θαρροῦντες ἐπὶ τὰ δειλὰ τῶν θηρίων βαδίζουσι.
但此项任务必须凭借速度与胆识迅速夺取,就像无武装的狮子充满勇气地扑向那些胆怯的野兽一样。
ταῦτα εἰπόντος τοῦ Κάτωνος αὐτόθεν ὀρούσαντες, ὥσπερ εἶχον, οἱ Φιρμανοὶ κατὰ τῶν ὁρῶν ἔθεον ἐπὶ τὰς προφυλακάς καὶ προσπεσόντες ἀπροσδόκητοι πάντας μὲν διετάραξαν καὶ διεσκέδασαν, ἕνα δʼ αὐτοῖς ὅπλοις ἁρπάσαντες ἐνεχείρισαν τῷ Κάτωνι.
” 卡托说完这些话,菲尔姆人当即从原地一跃而起,就着当时的装束,顺着山势冲向敌人的哨所,出其不意地袭击了他们,使所有人陷入混乱并四散奔逃,并将其中一人连同武器一并擒获,交给了卡托。
§13.7παρὰ τούτου μαθών, ὡς ἡ μὲν ἄλλη δύναμις ἐν τοῖς στενοῖς κάθηται μετʼ αὐτοῦ τοῦ βασιλέως, οἱ δὲ φρουροῦντες οὗτοι τὰς ὑπερβολὰς Αἰτωλῶν εἰσιν ἑξακόσιοι λογάδες, καταφρονήσας τῆς ὀλιγότητος ἅμα καὶ τῆς ὀλιγωρίας εὐθὺς ἐπῆγεν ἅμα σάλπιγξι καὶ ἀλαλαγμῷ, πρῶτος σπασάμενος τὴν μάχαιραν.
卡托从这名俘虏处得知,其余主力与国王本人一同驻守在隘口,而把守这些山隘的是六百名精选的埃托利亚人。 卡托既鄙视他们人数稀少,又轻视他们的疏忽大意,随即在军号声和呐喊声中发起进攻,自己率先拔出了佩剑。
οἱ δʼ ὡς εἶδον ἀπὸ τῶν κρημνῶν ἐπιφερομένους, φεύγοντες εἰς τὸ μέγα στρατόπεδον κατεπίμπλασαν ταραχῆς ἅπαντας.
敌人一见他们从悬崖上冲下来,便逃回大营,使所有人陷入极度混乱之中。

词汇与语法注释

  1. 13.1τὴν δὲ Περσικὴν ἐκείνην περιήλυσιν καὶ κύκλωσιν — 意为“那次著名的波斯人的绕道包围”。指示代词 ἐκείνην 指向著名的历史事件,即希罗多德所记载的、在希波战争中波斯军队通过阿诺派亚小道绕道包围斯巴达军队的典故。
  2. 13.3κοτίνοις καὶ πάγοις ἀνατεταμένοις διασπάσματα πολλὰ τῆς ὄψεως καὶ ἀσάφειαν ἐχούσης — 这是一个属格绝对结构,以 τῆς ὄψεως 为逻辑主语,以 ἐχούσης 为分词(意为“由于视线具有……”)。前置的与格名词短语 κοτίνοις καὶ πάγοις ἀνατεταμένοις 表示视线受阻、模糊不清的“原因”或“方式”。
  3. 13.4μικρὸν δὲ προελθοῦσιν αὐτοῖς ἐπέλιπε φάραγγος ὑπολαμβανούσης — 动词 ἐπέλιπε(中断、消失)的主语是承接前文省略的名词 ἀτραπός(小路)。αὐτοῖς 作关系与格或利害与格。φάραγγος ὑπολαμβανούσης 是属格绝对结构,意为“因为深谷横阻其间”。
  4. 13.6τὸ δʼ ἔργον ἅρπαγμα δεῖ τάχους γενέσθαι καὶ τόλμης — 此句属于无人称动词 δεῖ(必须)引导的对格不定式结构。不定式的逻辑主语是对格的 τὸ ἔργον(此项任务),动词是不定式 γενέσθαι。作为表语的 ἅρπαγμα 在此处并非指单纯的掠夺物,而是指“迅雷不及掩耳的行动”,后面的属格短语 τάχους καὶ τόλμης 作为性质属格修饰 ἅρπαγμα。

引用这一段

普鲁塔克, 大加图传 §13.1-13.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg025.humanitext-grc2:13.1-13.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。