§14.1ἐν τούτῳ δὲ καί τοῦ Μανίου κάτωθεν πρὸς τὰ διατειχίσματα βιαζομένου καί τοῖς στενοῖς προσβάλλοντος ἀθρόαν τὴν δύναμιν, ὁ μέν Ἀντίοχος εἰς τὸ στόμα λίθῳ πληγείς ἐκτιναχθέντων αὐτοῦ τῶν ὀδόντων ἀπ έστρεψε τὸν ἵππον ὀπίσω, περιαλγὴς γενόμενος, τοῦ δὲ στρατοῦ μέρος οὐδὲν ὑπέμεινε τοὺς Ῥωμαίους,
一方、そうしている間に、マニウスが下から防壁に向かって突進し、隘路に全軍を投入して攻撃を仕掛けていたとき、アンティオコスは口に石が当たり、歯が叩き出されて激痛に襲われ、馬の向きを後ろへそらした。 一方、自軍のどの部分もローマ人たちに持ちこたえることはできなかった。
§14.2ἀλλὰ καίπερ ἀπόρους καί ἀμηχάνους τῆς φυγῆς ὁδοὺς καί πλάνας ἐχούσης, ἑλῶν βαθέων καί πετρῶν ἀποτόμων τὰ πτώματα καί τὰς ὀλισθήσεις ὑποδεχομένων, εἰς ταῦτα διὰ τῶν στενῶν ὑπερχεόμενοι καί συνωθοῦντες ἀλλήλους φόβῳ πληγῆς καί σιδήρου πολεμίων αὑτοὺς διέφθειρον.
それどころか、逃走の経路や迷走が困難を極め、途方に暮れるものであるにもかかわらず、深い沼や切り立った岩壁が彼らの転落や滑落を待ち受けていたが、彼らは敵の打撃と剣に対する恐怖から、隘路を通ってこれらの中に流れ込み、互いに押し合いながら自滅していった。
ὁ δὲ Κάτων ἀεὶ μέν τις ἦν, ὡς ἔοικε, τῶν ἰδίων ἐγκωμίων ἀφειδὴς καί τὴν ἄντικρυς μεγαλαυχίαν ὡς ἐπακολούθημα τῆς μεγαλουργίας οὐκ ἔφευγε, πλεῖστον δὲ ταῖς πράξεσι ταύταις ὄγκον περιτέθεικε,
一方カトは、どうやら常に自賛を惜しまないたちであり、偉大な業績の当然の帰結として、あからさまな自慢を避けることもしなかったが、この度の行動にはこの上ない誇張を付け加えている。
§14.3καί φησι τοῖς ἰδοῦσιν αὐτόν τότε διώκοντα καί παίοντα τοὺς πολεμίους παραστῆναι μηδὲν ὀφείλειν Κάτωνα τῷ δήμῳ τοσοῦτον, ὅσον Κάτωνι τὸν δῆμον, αὐτόν τε Μάνιον τὸν ὕπατον θερμὸν ἀπὸ τῆς νίκης ἔτι θερμῷ περιπλακέντα πολὺν χρόνον ἀσπάζεσθαι καὶ βοᾶν ὑπὸ χαρᾶς, ὡς οὔτʼ ἂν αὐτὸς οὔθʼ ὁ σύμπας δῆμος ἐξισώσειε τὰς ἀμοιβὰς ταῖς Κάτωνος εὐεργεσίαις.
そして、当時彼が敵を追跡し打ち倒しているのを見た人々の心には、カトが民衆に対して負うところよりも、民衆がカトに対して負う恩義の方がはるかに大きいという思いが浮かんだ、と彼は述べている。 また、執政官マニウス自身が、勝利の興奮も冷めやらぬまま、同じく興奮している彼に抱きつき、長い間抱擁して喜びのあまり大声を上げ、自分自身も民衆全体も、カトの功績に対する返礼を同じ水準にすることは決してできないだろう、と言ったという。
§14.4μετὰ δὲ τὴν μάχην εὐθὺς εἰς Ῥώμην ἐπέμπετο τῶν ἠγωνισμένων αὐτάγγελος·
戦いの直後、彼は成し遂げられたことの最初の伝令としてローマへ派遣された。
καί διέπλευσε μέν εἰς Βρεντέσιον εὐτυχῶς, μιᾷ δʼ ἡμέρᾳ διελάσας ἐκεῖθεν εἰς Τάραντα καί τέσσαρας ἄλλας ὁδεύσας πεμπταῖος εἰς Ῥώμην ἀπὸ θαλάσσης ἀφίκετο καί πρῶτος ἀπήγγειλε τὴν νίκην.
そして彼は無事にブレンテシオンへ航海し、そこから1日でタラスへと駆け抜け、さらに4日間の旅を経て、海上陸から5日目にローマに到着し、最初の勝利の知らせをもたらした。
καί τὴν μέν πόλιν ἐνέπλησεν εὐφροσύνης καὶ θυσιῶν, φρονήματος δὲ τὸν δῆμον ὡς πάσης γῆς καί θαλάσσης κρατεῖν δυνάμενον.
そして都市を歓喜と犠牲祭で満たし、民衆には、あらゆる陸と海を支配できるのだという自負を抱かせた。